- 底本
- Anonymus, In Aristotelis artem rhetoricam commentarium. Commentaria in Aristotelem Graeca XXI.2, ed. H. Rabe, Berlin: Reimer 1896, pp. 1-262. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4026.tlg001.humanitext-grc1:253.11-255.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注解者针对亚里士多德《修辞学》第3卷第17章(1418a38–1418b12),阐述了在缺乏论证时运用品格演说的方法、反驳性修辞三段论的机理,以及根据反对论据的多寡与发言先后顺序安排自身与对手论据的反驳策略。
τοῦτο γοῦν, ὃ ἔλεγεν ὁ Γοργίας, ταὐτόν ἐστι τῷ ἐπεισόδια λέγειν καὶ ἐκτὸς τοῦ πράγματος· εἰ γὰρ Ἀχιλλέα ἐπαινῶν ἐπαινῶ τὸν Πηλέα, εἶτα τὸν Αἴακον, εἶτα τὸν θεὸν ἤτοι τὸν Δία, οὐδέποτε ὑπολείψει μοι τὸ λέγειν· ὁμοίως δὲ καὶ ἀνδρείαν ἐπαινῶν, εἰ ἀφήσω ἂν τὸ λέγειν περὶ αὐτῆς, λέγω δὲ ἐκτὸς αὐτῆς, ἥτις (ἡ ἀνδρία) διὰ μὲν τοῦ δεῖνος ἐποίησε τάδε τὰ τρόπαια, διὰ δὲ τοῦ δεῖνος τάδε, καὶ ὃ ἤτοι ἡ ἀνδρία τοιόνδε ἐστίν, ἤτοι εἴποιμι τὸν ὁρισμὸν αὐτῆς, εἰ γοῦν μέλλω λέγειν τὸν ὁρισμὸν αὐτῆς καὶ ὅτι τάδε καὶ τάδε ποιεῖ, οὐδέποτε ἐπιλείψει μοι ὁ λόγος. ἢ νοεῖται καὶ οὕτως· ὅπερ, τοῦτο τὸ λέγειν, ὅτι τάδε καὶ τάδε ποιεῖ ἡ ἀνδρία, τοιόνδε ἐστὶν ἤτοι ἐπεισοδιοῦν. [a 38] ἐὰν δὲ μὴ ἔχῃς ἐνθυμήματα ἤτοι ἀποδείξεις, ἠθικῶς λεκτέον. καὶ μᾶλλον ἁρμόττει τῷ ἐπιεικεῖ ἤτοι τῷ ἀγαθῷ τὸ ποιεῖν τὸν λόγον χρηστὸν [f. 79v] ἤτοι ἠθικὸν παρ’ ὃ ἀκριβῆ1 ἤτοι ἀποδεικτικόν. [b 2] ἐλεγκτικὰ λέγεται ἐνθυμήματα τὰ εἰς ἀδύνατον ἀπαγωγὴν ἀπάγοντα, διότι, ὅσῳ ποιεῖ ἔλεγχον, ἤτοι ἡ εἰς ἀδύνατον ἀπαγωγή, τὸ ἀντικείμενον λαμβάνει τῇ ἀληθεῖ ὑποθέσει, καὶ παράλληλά εἰσι τὰ ἐναντία ἐν τῇ τοιαύτῃ δείξει· ὅσῳ δὲ λαμβάνονται τὰ ἐναντία παράλληλα καὶ ἐν παραθέσει, τοσούτῳ μᾶλλον γνωρίζονται· τὸ γὰρ λευκὸν καὶ αὐτὸ καθ’ αὑτὸ θεωρούμενον γνώριμόν ἐστι, παραβαλλόμενον δὲ μετὰ τοῦ μέλανος καὶ παράλληλον τῷ μέλανι κείμενον μᾶλλον γίνεται ἐκφαντικώτερον καὶ λαμπρότερον. [b 4] τὰ δὲ φερόμενα πρὸς τὸν ἀντίδικον ἤτοι τὰ πρὸς τὰ εἰσαγόμενα παρὰ τοῦ ἀντιδίκου σου ἐπιχειρήματα οὐχ ἕτερόν τι εἶδος τῶν πίστεων καὶ τῶν ἀποδείξεών ἐστι τῶν λυτικῶν λόγων αὐτοῦ. ἀλλὰ τὰ μὲν τῶν [f. 79v] ἐπιχειρημάτων τοῦ ἀντιδίκου ἔστι λῦσαι ἐνστάσει, τὰ δὲ διὰ συλλογισμῶν καὶ δι’ ἀντιπαραστάσεως. ἢ [b 4] ‘παράλληλα γὰρ μᾶλλον τὰ ἐναντία γνωρίζεται’ νοεῖται καὶ οὕτως, ὅτι τότε μᾶλλον γνωρίζονται τὰ ἐπιχειρήματά σου γενναῖα, εἰ θήσεις καὶ τὰ οἰκεῖα ἐπιχειρήματα καὶ τὰ τοῦ ἀντιδίκου παράλληλα. [b 6] δεῖ δὲ καὶ ἐν τῇ συμβουλῇ ἤτοι τῷ συμβουλευτικῷ εἴδει καὶ τῇ δίκῃ ἤτοι τῷ δικανικῷ ἀρχόμενον μὲν2 ἤτοι ἐξ ἀρχῆς εὐθὺς μετὰ τὰ προοίμια ὀφείλεις λέγειν τὰς ἑαυτοῦ πίστεις ἤτοι τὰ οἰκεῖα ἐπιχειρήματα τὰ ἀποδεικτικά, ὕστερον δὲ εἰσάγειν ἐξ ἀντιθέσεως καὶ τὰ ἐπιχειρήματα τοῦ ἀντιδίκου σου τὰ ἀποδεικτικὰ καὶ ἀπαντᾶν καὶ ἐνίστασθαι πρὸς τὰ ἐναντία ἤτοι πρὸς τὰ τοῦ ἀντιδίκου ἐπιχειρήματα καὶ λύειν αὐτά, πλὴν δὲ ὀφείλεις πρῶτον προδιασύρειν τὰ τοῦ ἀντιδίκου ὡς ψευδῆ καὶ ἀσθενῆ πρὸ τῆς λύσεως. εὗρον καὶ σχόλιον· ἀρχόμενον μὲν λέγειν ἤτοι ἀρχὴν ἔχον τοῦ κατηγορεῖν τὰς ἑαυτοῦ πίστεις ἤτοι μὴ κατηγορηθέντα παρά τινος, ὕστερον δὲ πρὸς τὰ ἐναντία, ἄν νοῇς τι,3 ὑποτρέχον. [b 9] ἐὰν δὲ πολύχους ᾖ ἡ ἐναντίωσις, ἤτοι εἰ δὲ πολλά εἰσι τὰ τοῦ ἀντιδίκου ἐπιχειρήματα, ὀφείλεις πρότερον εὐθὺς μετὰ τὰ προοίμια εἰπεῖν τὰ ἐναντία ἤτοι τὰ τοῦ ἀντιδίκου ἐπιχειρήματα καὶ θεῖναι καὶ ἐπιχειρῆσαι μετὰ ταῦτα εἰς λύσιν αὐτῶν, οἷον ἐποίησεν ὁ Καλλίστρατος· Ἀθηναῖος δὲ οὗτος ἦν καὶ διαλεγόμενος πρὸς τοὺς Μεσηνίους ἀναγκαζομένους τελεῖν φόρον καὶ ἀντιλέγοντας. προανελὼν γάρ, ἃ ἐροῦσιν οἱ ἀντίδικοι αὐτοῦ, οὕτω μετὰ ταῦτα εἶπεν αὐτὸς τὰ οἰκεῖα ἐπιχειρήματα καὶ τὰς οἰκείας δικαιολογίας· προανεῖλε γάρ, ἃ ἔμελλον εἰπεῖν κατ’ αὐτοῦ. εἰ μὲν οὖν πρῶτος ἀπήντησας εἰς τὸ δικαστήριον σύ, ἐν τῷ οἰκείῳ λόγῳ μὴ μόνον λέγε τὰς οἰκείας δικαιολογίας ἀλλὰ καὶ τὰς τοῦ ἀντιδίκου, εἴτε μετὰ τὰ προοίμια, εἰ πολλαί εἰσιν, εἴτε μετὰ τὸ θεῖναι τὰς οἰκείας δικαιολογίας· καὶ εἰκότως, εἰ πολλαί εἰσιν, ὀφείλουσι πρότερα τῶν σῶν δικαιολογιῶν τίθεσθαι, διότι, εἰ εἴπῃς πρότερον τὰς σάς, εἶτα θήσεις ἐκείνας, αὗται μὲν εὐμνημόνευτοι εἰσι τοῖς ἀκροαταῖς ὡς τελευταῖαι ῥηθεῖσαι, τῶν δὲ σῶν εἰς λήθην ἔρχονται οὗτοι ὡς προρρηθεισῶν. [b 12] ὕστερον δὲ λέγοντα, ἤτοι εἰ δὲ πρῶτον ἀπαντήσοι εἰς τὸ δικαστήριον καὶ δικαιολογήσεται κατὰ σοῦ ὁ ἀντίδικός σου γράψας λόγον, εἶθ’ ὕστερον λέγεις σὺ καὶ γράφεις ἐλθὼν εἰς τὸ δικαστήριον, πρῶτον ἐνδέχεται σε μετὰ 〈τὰ〉 προοίμια ἀπαντῆσαι καὶ ἐνστῆναι πρὸς τὸν ἐναντίον λόγον καὶ λῦσαι τὰ τοῦ ἀντιδίκου ἐπιχειρήματα [f.
因此,高尔吉亚所说的这句话,就等于引入插话并在事情之外发言;因为如果在赞美阿喀琉斯时,我赞美珀琉斯,接着赞美埃阿科斯,接着赞美神即宙斯,言辞就绝不会对我匮乏;同样,在赞美勇敢时,如果我放弃谈论它本身,而谈论它之外的事情,诸如说(勇敢)通过某人立下了这些战功纪念,通过另一个人立下了那些,并且(勇敢)是这样的,即我说出它的定义——总之,如果我打算说出它的定义以及它做这做那,言辞就绝不会对我穷尽。或者也可以这样理解:说勇敢做这做那这一本身,就是这样的事,即插入插话。 “如果你没有修辞三段论”,即没有证明,“就应当具有品格地陈述。言辞之显得有德”,即具有品格,“相比于显得严密”,即具有论证性,“更适合于正派的人”,即善良的人。 被称为反驳性修辞三段论的,是那些引申出归谬论证的,因为归谬法在进行反驳时,采纳了与真实前提相对立的命题,在这样的证明中,对立事物是并列的;而对立事物被并列与并置得越多,就越能为人所认识;因为白色即使就其自身加以考察也是容易被认识的,但与黑色相比照并与黑色并置时,就变得更加显著而明亮。 “而那些针对对手提出来的”,即针对你的对手所引入的〔内容〕的论据,“并不是”反驳他的言论的“论据与证明的另一种类型。相反,对手的论据中,有些可以用异议加以化解,有些则可以通过三段论和提出相反论点加以化解”。或者,“‘因为对立事物并列在一起就更易被认识’”也可以这样理解:只有当你把自己的论据和对手的论据并列放置时,你的论据之高明才更加显明。 “在审议中”,即在审议类型中,“以及在诉讼中”,即在司法类型中,“在开始时”,即从一开始紧接着引论之后,“应当陈述自己的证明”,即自己论证性的论据,“之后通过对立放置也引入对手的论证性论据,并应对和抵制对立的论据”,即对手的论据,并予以化解,“但在化解之前,应当首先把对手的论据作为虚假和脆弱的预先加以讥讽贬损”。我还找到了一条评注:“‘开始时陈述自己的证明’,即处于控告的开端、尚未被任何人控告的人,‘之后转向对立面’,如果你能懂的话,是指从下方暗中切入。” “如果对立十分丰富”,即如果对手的论据很多,你就应当在紧接引论之后,首先陈述并列出“对立的论据”,即对手的论据,在这之后再着手化解它们,“正如卡利斯特拉托斯所做的那样”;此人是雅典人,当时正与被迫缴纳贡赋并提出异议的墨塞尼亚人辩论。因为他预先瓦解了对手将要说的话,在这之后才陈述了自己论据和理由辩白;因为他预先瓦解了他们打算针对他所说的言论。因此,如果你是第一个来到法庭的人,在自己的言论中不仅要陈述自己的辩白,还要陈述对手的辩白;如果很多,就在引论之后陈述;〔如果不多〕,就在列出自己的辩白之后陈述;而且理所当然地,如果很多,它们就应当被放置在你的辩白之前,因为如果你先陈述自己的辩白,然后再列出那些,后者作为最后说的容易被听众记住,而听众会把你的辩白作为先前说过的而遗忘。 “而后发言的人”,即如果你的对手先来到法庭,撰写了言论针对你进行辩白,然后你来到法庭发言并撰文,你可以在引论之后首先应对并抵制相反的言论,化解对手的论据,
- 3.1.17παρ’ ὃ ἀκριβῆ
介词 παρά 与关系代词宾格 ὅ 构成的短语 παρ’ ὅ 与比较级 μᾶλλον 呼应,引出比较的基准(“胜过……”或“而非……”)。关系代词 ὅ 指代使言辞严密这一动作,整体相当于连词 ἤ(“比……”)。
- 3.1.17ἀρχόμενον μὲν
宾格分词 ἀρχόμενον 是非人称动词 δεῖ 结构中不定式逻辑主语的宾格形式(即[某人]在开始时)。注解者在随后的释义中将其转换为第二人称单数(ὀφείλεις λέγειν),显示其为典型的宾格加不定式结构。
- 3.1.17ἄν νοῇς τι
评注引文中的 ἄν νοῇς τι 为条件句(ἄν 即 ἐάν 搭配虚拟式 νοῇς),作为插入性的条件从句,意为“如果你能领会点什么的话”。
