- 底本
- Anonymus, In Aristotelis artem rhetoricam commentarium. Commentaria in Aristotelem Graeca XXI.2, ed. H. Rabe, Berlin: Reimer 1896, pp. 1-262. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4026.tlg001.humanitext-grc1:251.29-253.11
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
本节依据亚里士多德《修辞学》卷三第17章(1418a17–37),阐释运用格言表现品格与激起情感的方法、审议演说与司法演说的难易差异,以及在缺乏论据时脱离主题或插入插话的做法。
ἠθικὸς γίνεται ὁ λόγος, ὅταν παρεμφαίνηται τὸ ἦθος τοῦ λέγοντος, ὅτι ἐστὶν ἀγαθὸν καὶ ἀληθές· ἡ γὰρ ἀπόδειξις οὔτε ἦθος ὀφείλει ἔχειν οὔτε προαίρεσιν· ἐν δὲ τῷ ἠθικῷ λόγῳ δεικνύομεν τὴν προαίρεσιν τὴν οἰκείαν αἱρουμένην τὰ ἀγαθὰ καὶ ἀληθῆ καὶ μισοπόνηρον. [a 17] χρηστέον δὲ ταῖς γνώμαις καὶ ἐν διηγήσεσι καὶ πίστει ἤτοι καὶ ἀποδείξει· ἠθικὸν γὰρ ποιεῖ τὸν λόγον τὸ χρᾶσθαι γνώμαις καὶ ἐν τῇ πίστει καὶ ἐν ταῖς διηγήσεσιν. [f. 79r] [a 18] ἐγὼ δέδωκα ἤτοι ἐδάνεισα, τυχὸν τῷ Θεμιστοκλεῖ, καὶ ταῦτα εἰδώς,1 ὡς οὐ δεῖ πιστεύειν αὐτῷ ἤτοι οὐ θέλει μοι δοῦναι ταῦτα. ἐὰν δὲ παθητικῶς, 〈ἤτοι〉 εἰ δὲ μέλλω ἀνακινῆσαι πάθος, ῥητέον τὴν γνώμην ταύτην οὕτως ὅτι [a 18] ‘ἐδάνεισα αὐτῷ καὶ εἰδώς, ὡς οὐ δεῖ πιστεύειν αὐτῷ, ἀλλ’ ἐμοὶ μὲν οὐ μεταμέλει ἤτοι μετάμελος γέγονε καὶ ταῦτα μὴ μέλλοντί μοι δοῦναι· τούτῳ μὲν γὰρ περίεστι κέρδος, ἐμοὶ δὲ τὸ δίκαιον περίεστιν· ἐφύλαξα γὰρ πρὸς αὐτὸν φιλίαν καὶ διὰ τοῦτο ἰδὼν αὐτὸν μὴ ἔχοντα ἐδάνεισα’· ἐνέφηνε γὰρ τὴν οἰκείαν γνώμην, ὅτι φιλόφιλός ἐστιν· ὅθεν καὶ γνώμη λέγεται τόδε ‘ἐγὼ μὲν δέδωκα καὶ ταῦτα εἰδώς’, διότι ἐν αὐτῷ παρεμφαίνεται ἡ γνώμη καὶ ἡ προαίρεσις τοῦ δανείσαντος, ὅτι ἐστὶν ἀγαθή. [a 22] διότι περὶ τὸ μέλλον καταγίνεται ἡ δημηγορική, τὸ δὲ μέλλον ἐστὶν ἀφανές, διὰ τοῦτο ἡ δημηγορικὴ χαλεπωτέρα· ἡ δὲ δικανικὴ ῥᾳδία, διότι περὶ τὸ γεγονὸς καταγίνεται, τὸ δὲ γεγονὸς δῆλον πᾶσι καὶ ἐπιστητόν ἐστι καὶ γνωστὸν καὶ τοῖς μάντεσι. τοῦτο λέγει ὡς ἐπεγγελῶν αὐτοῖς· γελᾷ δὲ καὶ τὸν Ἐπιμενίδην ὡς μαντευόμενον οὐ περὶ τῶν ἐσομένων ἀλλὰ περὶ τῶν γενομένων· ποία δὲ δυσκολία ἐστὶ τὸ γινώσκειν τινὰ τὸ γενόμενον; [a 25] καὶ ὁ νόμος ὑπόθεσις ἤτοι ὡς ὁμολογούμενος λαμβάνεται ἐν τοῖς δικανικοῖς. ἐὰν δὲ ἔχῃ τις τὸν νόμον ὡς ἀρχήν, ῥᾷόν ἐστιν εὑρεῖν ἀπόδειξιν· τῆς γὰρ ἀρχῆς εὑρεθείσης ῥᾷόν ἐστι καὶ τὰς ἀποδείξεις ἐνθένδε εὑρεῖν. καὶ οὐκ ἔχει ὁ δικαζόμενος πολλὰς διατριβὰς εἰς τὸ εὑρεῖν ἀποδείξεις ἢ πρὸς τὸν ἀντίδικον, ἤτοι εἰ βούλει ἀποδεῖξαι τὸν ἀντίδικον κλέπτην ἢ ἱερόσυλον, ἢ περὶ ἑαυτοῦ, ἤτοι ἢ εἰ βούλει ἀποδεῖξαι ἑαυτὸν ἀγαθὸν καὶ οὐχὶ ὄντα τοιοῦτον, οἷόν σε εἶναι λέγει ὁ κατηγορῶν, ἢ παθητικὸν τὸν λόγον ποιεῖν ἐστι ῥᾴδιον· εἰ γὰρ δοθείη ἡ ἀρχή, ῥᾷόν ἐστιν ἔκτοτε ἢ εὑρεῖν τὰς ἀποδείξεις ἢ τὸν λόγον ποιεῖν παθητικόν. [a 28] ἀλλ’ ἥκιστα2 ἤτοι ἀλλ’ οὐδαμῶς πάντων τῶν εἰδῶν ἐστιν, ἤτοι τοῦ συμβουλευτικοῦ, τοῦ δικανικοῦ, τοῦ πανηγυρικοῦ, τὸ ποιεῖν τὸν λόγον παθητικὸν ἤτοι τὸ σχετλιάζειν, ἐὰν μὴ ἐξίστησιν, ἤτοι ἐὰν μὴ ἔξω τῆς ὑποθέσεως καὶ τοῦ πράγματος ἐκβαίνῃ καὶ μέλλῃ διατρίβειν. εὗρον σχόλιον τοιοῦτον· ἀλλ’ ἥκιστα ἤτοι οὐδαμῶς ἐκ πάντων τῶν εἰδῶν τοῦτο τὸ εἶδος τὸ δικανικὸν ἔχει διατριβάς. [a 29] δεῖ οὖν τὸν ἀποροῦντα ἤτοι τὸν μὴ ἔχοντα ὕλην καὶ ἀφορμὰς ἐπιχειρημάτων πολλῶν ποιεῖν τοῦτο ἤτοι τὸ ἐξίστασθαι ἤτοι τὸ ἔξω τῆς ὑποθέσεως διατρίβειν, ὃ ποιοῦσιν οἱ Ἀθηναῖοι ῥήτορες καὶ ὁ Ἰσοκράτης· τὸ γὰρ κατηγορεῖν, ἐν οἷς συμβουλεύει, ἔξω [f. 79r] τῆς προκειμένης ἐστὶν ὑποθέσεως. ἐν τῷ Πανηγυρικῷ ἤτοι τῷ Παναθηναϊκῷ. [a 31] ὁ Χάρης στρατηγὸς καὶ ῥήτωρ ἦν. ἐν δὲ τοῖς ἐπιδεικτικοῖς ἤτοι πανηγυρικοῖς δεῖ ἐπεισοδιοῦν ἤτοι ἔξω τοῦ προκειμένου ἐπεισάγειν πάρεργά τινα καὶ μὴ χρησιμεύοντα εἰς τὴν ὑπόθεσιν· ὁ γὰρ Ἰσοκράτης, ἐν οἷς ἐπαινεῖ τὸν Ἀχιλλέα ἢ ἄλλον τινά, εἰσάγει τινὰ μηδ’ ὅλως χρησιμεύοντα εἰς τὸν τοῦ Ἀχιλλέως ἔπαινον. [a 34] ὁ Γοργίας ἔλεγεν ὅτι ‘εἰ βούλομαι, οὐδέποτε ὑπολείψει με ὁ λόγος· ἀεὶ γὰρ ἂν παρενείρω ἄλλα καὶ ἄλλα ἐκτὸς τῆς ὑποθέσεως καὶ μὴ χρησιμεύοντα εἰς τὴν ὑπόθεσιν’.
当说话者的品格显出是善良与真实之时,言辞便成为具有品格的;因为证明既不应当具有品格,也不应当具有抉择;但在具有品格的言辞中,我们展现出我们自己的抉择乃是选取善良与真实之事、且憎恶邪恶的。 “但格言在叙述中和论证中”,即在证明中,“也都应当使用;因为在论证中和在叙述中使用格言,都会使言辞具有品格。” “我给予了”,即或许借给了地米斯托克利,“而且明明知道不应当信任他”,即他不想把这些还给我。但如果是动情地表达,即如果我打算激起情感,就应当这样陈述这条格言: “‘我虽然知道不应当信任他,却还是借给了他,但我并不后悔’,即哪怕他不打算还给我,我也未曾后悔;‘因为对他而言剩下的是利益,对我而言剩下的则是正义;因为我保持了对他的友谊,正因如此见他匮乏才借给了他’”;因为他显明了自己爱护朋友的志向;由此,“我明明知道却依然给予了”这一说法也被称为格言,因为在其中隐约显出了借出者的心志与抉择是善良的。 因为审议演说关涉未来,而未来是隐晦不明的,正因如此审议演说更为困难;而司法演说则是容易的,因为它是关涉已发生之事,已发生之事对众人是显而易见的、可知的,甚至对预言者而言也是已知的。他这样说是为了嘲讽他们;他也嘲笑埃庇米尼得斯,说他所作的预言不是关于将要发生之事,而是关于已经发生之事;一个人知道已经发生的事情又有什么困难呢? “而且法律是前提”,即在司法演说中被视作公认之事而被采纳。“如果有人把法律作为始点,就更容易找到证明”;因为始点一旦找到,从此出发找到证明也更容易。而且诉讼者在寻找证明时没有很多拖延,无论是指向对方(即如果你想证明对方是盗贼或庙宇窃贼),还是关于自己(即或者如果你想证明自己善良,而不是原告所说的那种人),或者使言辞动情也是容易的;因为如果始点得以确立,此后无论是寻找证明还是使言辞动情,都更容易。 “但在所有的类型中”,即审议的、司法的、节庆的类型中,“使言辞动情”,即悲叹申诉,“是最少的”,即绝不出现,“除非离开本题”,即除非走出争题与案情之外而打算拖延。我找到了这样一条评注:“‘但最少’,即在所有的类型中,唯独这司法类型绝无拖延。” “因此陷入穷途者”,即没有材料和众多论证由头的人,“应当做这件事”,即离开本题,即在争题之外流连拖延,“这正是雅典的演说家们和伊索克拉底所做的事”;因为在他提供建议之处进行控告,乃是在当下的争题之外。在《泛希腊集会辞》中,或者说在《泛雅典娜节辞》中。 卡瑞斯是一位将军兼演说家。“而在示范性演说中”,即节庆演说中,“应当插入插话”,即在当下事项之外引入某些附带的、对争题无用的事;因为伊索克拉底在赞美阿喀琉斯或其他人时,引入了对阿喀琉斯的赞美全然无用的事情。 高尔吉亚曾说:“只要我愿意,言辞绝不会对我匮乏;因为我总能将争题之外、对争题无用的其他事情接二连三地穿插进去。”
- 3.1.17καὶ ταῦτα εἰδώς
惯用副词性宾格短语 καὶ ταῦτα(“而且……哪怕是……”、“明明知道……”)修饰分词 εἰδώς,强调了让步意味(“尽管知道不应当信任他,却依然借给了他”)。
- 3.1.17ἀλλ’ ἥκιστα
针对亚里士多德原文省略的句法(1418a28: ἀλλ’ ἥκιστα πάντων),注解者给出了两种解读。在正文中,他补入系动词 ἐστίν 与表语属格(πάντων τῶν εἰδῶν ἐστιν),并以带冠词不定式(τὸ ποιεῖν τὸν λόγον παθητικὸν)为主语,理解为“使言辞动情在所有类型中最少出现”;而在所引用的古注(εὗρον σχόλιον)中,则承接前文补入谓语动词 ἔχει διατριβάς,并补入主语 τοῦτο τὸ εἶδος τὸ δικανικὸν,理解为“唯独这司法类型在所有类型中最少具有拖延”。
