← 佚名

亚里士多德《修辞学》佚名评注

§250.8-251.29

例证与省略三段论的运用及其限制

本节注解针对亚里士多德《修辞学》第3卷第17章,阐释了如何根据脱离主题的言论推断虚伪,审议演说与司法演说中例证与省略三段论的分工,警告不得连续堆叠省略三段论或对显然之事妄作证明,并说明在激发情感或塑造品格时应当避免使用省略三段论。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.1.17#2

[b 36] δεῖ δὲ ὁρᾶν καὶ εἴ τι ψεύδεται καὶ ἐκτὸς τοῦ πράγματος καὶ τῆς ὑποθέσεως λέγει ἢ ὁ κατήγορος ἢ ὁ ἀπολογούμενος· εἰ γὰρ ἐκτὸς τῆς ὑποθέσεως λέγει, τεκμαιρόμεθα, ὅτι καὶ περὶ τῶν ἄλλων ψεύδεται ἤτοι τοῦ δικαίου καὶ τοῦ ἀδίκου καὶ τοῦ ὠφελίμου καὶ τοῦ βλαβεροῦ καὶ τοῦ μεγάλου καὶ τοῦ μικροῦ· ψεύδεται γάρ, κἂν δίκαιον λέγῃ τὸ γεγονὸς ἢ τὸ ἐσόμενον· εἴτε ἄδικον καὶ βλαβερὸν λέγει αὐτό, ψεύδεται. [1418 a 1] εἰ καὶ ἐν τοῖς δημηγορικοῖς χρώμεθα τοῖς ἐνθυμήμασιν, ἀλλὰ μᾶλλον χρώμεθα τοῖς [f. 79v] παραδείγμασι, διότι τῇ δημηγορικῇ οἰκειότερα μᾶλλον τὰ παραδείγματα· ἐκ γὰρ τῶν προγεγονότων τεκμηριούμεθα καὶ τὴν τῶν ἐσομένων ἀπόβασιν. τὰ δὲ ἐνθυμήματα οἰκειότερα πάλιν εἰσὶ τῷ δικανικῷ εἴδει καὶ διὰ τοῦτο ἐν αὐτῷ πλείονα λαμβάνομεν τὰ ἐνθυμήματα παρὰ τὰ παραδείγματα. [a 2] ἡ μὲν γὰρ ἡ δημηγορικὴ καταγίνεται περὶ τὸ μέλλον καὶ διὰ τοῦτο δεῖ ἐκ τῶν γενομένων φέρειν παραδείγματα, ἡ δὲ ἤτοι ἡ δικανικὴ καταγίνεται περὶ τὰ ὄντα παρ’ ὃ τὰ μὴ ὄντα,1 ὧντινων μᾶλλον τῶν ὄντων ἐστὶν ἀπόδειξις καὶ ἀνάγκη ἤτοι ἀναγκαστικὸς συλλογισμός· τὸ γὰρ γεγονὸς ἔχει τὴν ἀνάγκην ἤτοι τὴν ἀπόδειξιν. εὗρον σχόλιον· [a 4] οὗ μᾶλλον ἤτοι τοῦ μέλλοντος. καὶ ἀνάγκη ἤτοι τὸ ἐκ τῶν γεγονότων παράδειγμα. [a 5] οὐ δεῖ δὲ ἐφεξῆς καὶ συνημμένως λέγειν ἐνθυμήματα, ἀλλὰ διακόπτειν καὶ μεταξὺ λέγειν καὶ παραδείγματα, ὥστε ἀναμιγνύναι καὶ τοῖς ἐνθυμήμασι παραδείγματα· εἰ δὲ μή, ἤτοι εἰ μὴ ἀναμιγνύεις αὐτοῖς καὶ παραδείγματα καὶ διακοπὴν ποιεῖς τῶν ἐνθυμημάτων, ἀλλὰ συνημμένως λέγεις ἐνθυμήματα, τὰ ἐνθυμήματα συνημμένως λεγόμενα καταβλάπτουσιν ἀλλήλους· ὁ γὰρ ἀκροατὴς τῇ πυκνότητι τῶν ἐνθυμημάτων ἀποκάμνει καὶ ἔκτοτε οὐ προσέχει τοῖς λεγομένοις· δεῖ γὰρ καὶ ἐνταῦθα ἤτοι ἐπὶ τοῦ δικανικοῦ λέγειν παραδείγματα, πλὴν ἐκεῖ ἐπὶ τοῦ συμβουλευτικοῦ πλείονα. [a 7] ὅτι δὲ μέτρον ἐστὶ καὶ ποσὸν τῶν ἐνθυμημάτων, πόσα δεῖ λέγειν καὶ ἐξίστασθαι αὐτῶν καὶ οὐχὶ [f. 79v] ἀμέτρως δεῖ λέγειν αὐτά, δηλοῖ καὶ Ὅμηρος ἐν οἷς παρεισάγει τὸν Ἀλκίνοον λέγοντα πρὸς τὸν Ὀδυσσέα ‘ἐπεὶ τόσ’ εἶπας, ὅσα ἂν πεπνυμένος ἀνήρ’· οὐκ εἶπε τοιαῦτα, ἀλλὰ τοσαῦτα, δηλῶν ἐκ τοῦ τοσαῦτα, ὅτι μέτρον ἔστι τῶν λόγων καὶ τῶν ἐνθυμημάτων· τῇ γὰρ ἀμετρίᾳ ὁ μωρὸς καὶ ὁ ἄτεχνος χρᾶται· ἔστι γὰρ ὅρος καὶ μέτρον τοῦ ποσοῦ τῶν ἐνθυμημάτων καὶ οὐχὶ ἀμέτροις δεῖ χρᾶσθαι αὐτοῖς. [a 9] οὐ δεῖ δὲ ἐνθυμήματα καὶ ἀποδείξεις ζητεῖν περὶ πάντων· εἰ δὲ παντὸς προτεθέντος ζητεῖς ἀποδείξεις, συμβήσεται τὸ ἀποδεικνύειν τὰ γνώριμα καὶ τὰ φανερὰ ἐξ ἀγνώστων καὶ ἀδήλων, ὅπερ ποιοῦσί τινες τῶν φιλοσόφων, οἵτινες συλλογίζονται τὰ γνωριμώτερα παρὰ τὰς προτάσεις,2 ἐξ ὧν λέγουσι καὶ ἀποδεικνύουσιν, ἤτοι συμβαίνει τὸ προτάσεις λαμβάνειν ἀγνωστοτέρας τοῦ προκειμένου προβλήματος. [a 12] καὶ ὅταν ποιῇς πάθος ἤτοι κινεῖς τοὺς ἀκροατὰς εἰς ὀργὴν ἢ εἰς ἐπιθυμίαν ἢ αὐτὸς θυμοῦσαι ἢ ἐπιθυμῇς, μὴ λέγε ἐνθυμήματα. πάθος λέγει τὸν θυμὸν καὶ τὴν ἐπιθυμίαν· εἰ γὰρ δυνατόν ἐστι, τὸ ἐνθύμημα ἐκκρούει τὸ πάθος ἤτοι γαῦνον ποιήσει καὶ ἔκλυτον αὐτὸ ἐν τῷ τοὺς ἀκροατὰς ἢ σὲ τὸν κατεχόμενον πάθει τινὶ ἤτοι θυμῷ ἢ λύπῃ ἢ φόβῳ προσέχειν τῷ ἐνθυμήματι δεινῷ ὄντι καὶ ἐπιλαθέσθαι τοῦ πάθους· ἢ εἰ τὸ πάθος κατέχει ἰσχυρῶς ἢ σὲ 〈ἢ〉 τοὺς ἀκροατὰς ἰσχυρὸν ὄν, πάντως προσέξουσι πάντες τῷ πάθει καὶ ὅλοι τούτου γενόμενοι, τῷ δὲ ἐνθυμήματι καὶ † προσέξουσιν ὅλως, ἀλλ’ ἔσται τὸ ἐνθύμημα μάτην ῥηθέν· [a 14] καὶ γὰρ ἐάν εἰσι δύο κινήσεις ἢ ἐνέργειαι δύο, οἷον εἰ ὁρᾷ τις καὶ ἀκούει ἢ εἰ ἐνεργεῖ κατ’ ἄλλην αἴσθησιν, ἡ δραστικωτέρα κίνησις καὶ ἐνέργεια ἐκκρούει τὴν ἑτέραν ἐνέργειαν καὶ ἀμαυροῖ, ὡς ἐν τῷ Περὶ ψυχῆς φησι, καὶ ἢ ἀφανίζουσιν ἀλλήλας, εἰ ἡ μία τῶν ἐνεργειῶν ἐστι δραστικωτέρα, ἢ ἀσθενεῖς ποιοῦσιν ἀλλήλας, εἰ ἰσοδύναμοί εἰσι. [a 15] καὶ εἰ μέλλεις ποιῆσαι τὸν λόγον ἠθικόν, οὐ δεῖ ἐνθυμηματίζειν.

“还应当观察控告者或辩护者是否在某方面撒谎,并言及案情与争题之外的事”;因为如果他在争题之外立论,我们便推断他在其他事情上也同样在撒谎,即关于正义与不正义、有益与有害、重大与微小之事;因为即使他说已经发生或将要发生的事是正义的,他是在撒谎;或者如果他说它是不正义和有害的,他也是在撒谎。 “即使在审议演说中我们使用省略三段论,但也更多地使用例证”,因为例证对于审议演说更为契合;因为根据以往发生的事情,我们也能推断将要发生的事情的结果。而省略三段论则更契合司法演说这一类型,正因如此,我们在司法演说中所采纳的省略三段论多于例证。 “因为审议演说关涉未来,正因如此应当从已发生的事情中引出例证;而司法演说则关涉存在之事(与不存在之事相对立),尤其对于这些存在之事才有证明和必然性”,即必然的推论;因为已经发生的事情具有必然性,即证明。我找到了一条评注: “尤其对于哪些”指的是对于未来的事情;“而必然性”指的是由已发生之事构成的例证。 “但不应当连续且不间断地陈述省略三段论,而应当加以切断,并在中间也陈述例证,以使例证与省略三段论相互混合;否则”,即如果你不把例证与它们混合起来,不对省略三段论进行切断,而是连续地陈述省略三段论,那么连续陈述的省略三段论就会彼此削弱;因为听众会因省略三段论的密集而感到倦怠,此后便不再注意所说的话;因为在此处,即在司法演说中,也应当陈述例证,只是在彼处,即在审议演说中陈述得更多。 “至于省略三段论是有尺度和数量的,应当说多少以及何时应当停止陈述,而不应无节制地陈述它们,荷马在引入阿尔喀诺俄斯对奥德修斯说话时也表明了这一点:‘既然你所说的话,正是一个明智之人所愿说的那么多’”;他没有说“那样的话”,而是说“那么多”,通过“那么多”表明言论和省略三段论是有尺度的;因为无节制乃是愚昧与无技巧之人所为;因为省略三段论的数量有界限和尺度,不应当无节制地使用它们。 “但不应当对所有事情都寻求省略三段论和证明”;因为如果对提出的每一件事都寻求证明,就会导致用未知和不明之物来证明已知和显明之物,这正是一些哲学家所做的事,他们推论出比他们用以立论和证明的前提更为已知的事情;也就是说,导致采纳了比手头的论题更为未知的前提。 “当你激起情感时”,即促动听众陷入愤怒或欲望,或者你自己感到愤怒或产生欲望时,“不要陈述省略三段论”。他所说的情感是指愤怒和欲望;因为若是可能的话,省略三段论会排挤情感,也就是使情感变得松弛无力,这是由于受某种情感(即愤怒、悲伤或恐惧)所支配的听众或你自己,将注意力转向强有力的省略三段论而忘却了情感;或者,如果情感强有力地控制着你或听众,由于情感极为强烈,众人就将完全注意情感并全神贯注于此,而对省略三段论则全然不予理会,省略三段论也就成了徒劳之词;“因为如果有两种运动或两种现实活动”,例如一个人既看又听,或者按照另一种感觉进行活动,“更为强烈的运动和活动就会排挤并掩盖另一活动,正如他在《论灵魂》中所说的那样”,并且如果其中一种活动更为强烈,它们就会消灭彼此,如果它们势均力敌,就会削弱彼此。 “如果你打算使言辞具有品格,也不应当使用省略三段论”。

语法注2 条
  1. 3.1.17παρ’ ὃ τὰ μὴ ὄντα

    介词 παρά 支配关系代名词宾格 ὅ,在此表示对比或比较(“与不存在之事相对照” / “相较于非存在”),与前文的 τὰ ὄντα(“存在之事/已成事实”)形成对立。

  2. 3.1.17τὰ γνωριμώτερα παρὰ τὰς προτάσεις

    比较级 γνωριμώτερα 后面接介词短语 παρὰ τὰς προτάσεις(“比前提更……”),用以指明比较的基准。随后的解释句(即采纳了比手头论题更为未知的前提)进一步确认了此处指结论本比前提更显然、却倒过来用更晦涩的前提去推论的倒错论证方式。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4026.tlg001.humanitext-grc1:250.8-251.29