← 佚名

亚里士多德《修辞学》佚名评注

§248.29-250.8

四种争点中的证明与各演说门类的运用

注解者阐释了亚里士多德《修辞学》第3卷第17章(1417b21–1418a1),论述了在四种争点(事实、正义、大小、利害)中提出证明的方法,说明了为何唯独在事实之争中无法以无知规避卑劣的指责,并考察了法庭、展示与审议三种演说门类中证明与增扬的运用。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.1.17#1

17. Τὰς δὲ πίστεις ἤτοι τὰς ὑποδείξεις δεῖ εἶναι ἀποδεικτικὰς ἤτοι συλλογιστικάς. ἐπεὶ καὶ περὶ τεττάρων ἐστὶν ἡ ἀμφισβήτησις — ἢ ὅτι γέγονεν ἢ οὐ γέγονεν ἀμφισβητοῦμεν ἢ ὅτι δίκαιόν ἐστιν ἢ ἄδικον ἢ μέγα ἢ μικρὸν καὶ ἢ βλαβερὸν ἢ οὐ βλαβερόν — ἐπεὶ γοῦν περὶ τεττάρων ἀμφισβητοῦμεν, δεῖ τὸν ῥήτορα ἀποδεικνύναι φέροντα τὰς ἀποδείξεις καὶ δεικνύοντα περὶ τὸ ἀμφισβητούμενον καὶ ἀμφιβαλλόμενον· οἷον ὅτι οὐ γέγονε, δεῖ σε δεικνύειν τοῦ κατηγόρου λέγοντος, ὅτι γέγονε παρὰ σοῦ, ἐν τῇ κρίσει ἤτοι τῷ δικαστηρίῳ, εἶτα φέρειν τὴν ἀπόδειξιν τούτου τοῦ ὅτι οὐκ ἔβλαψε,1 κἂν ἐγένετο. [b 25] καὶ ὅτι οὐ τοσόνδε ἤτοι [f. 79r] μέγα ἐστὶ τὸ γενόμενον, οἷον σὺ φῄς. ἢ ὡσαύτως δεικνύειν, ὅτι δικαίως ἐγένετο καὶ δίκαιόν ἐστι. καὶ ἐὰν ᾖ ἡ ἀμφισβήτησις καὶ ἀμφιβολία περὶ τοῦ εἴτε ἐγένετο εἴτε μὴ τοῦτο, ὀφείλεις ἀποδεικνύειν ἢ ὅτι ἐγένετο ἢ καὶ οὐκ ἐγένετο. [b 27] μὴ λανθανέτω δέ, ὅτι ἐν ταύτῃ τῇ ἀμφισβητήσει τῇ περὶ τοῦ εἰ ἐγένετο ἢ μὴ ἐγένετο ἀναγκαῖόν ἐστι τὸν ἕτερον φαίνεσθαι πονηρὸν ἤτοι ἢ τὸν λέγοντα γενέσθαι τὸ πρᾶγμα, κἂν οὐκ ἐγένετο, ἢ τὸν λέγοντα μὴ γενέσθαι, εἴ που ἐγένετο· εἰ γὰρ ὅτι ἐγένετο ἀποδειχθῇ, ὁ λέγων ὅτι οὐκ ἐγένετο πονηρός ἐστι καὶ οὐκ ἔχει προβαλέσθαι αἰτίαν τοῦ φυγεῖν τὸ δοκεῖν πονηρὸς τὴν ἄγνοιαν, ἤτοι ‘ἔλεγον, ὅτι οὐκ ἐγένετο, διότι ἠγνόουν, εἰ ἐγένετο’. [b 29] αὐτῶν δὲ ἀμφισβητούντων περὶ τοῦ δικαίου, ἤτοι εἴτε δίκαιόν ἐστι τὸ λεγόμενον εἴτε καὶ μή, οὐκ ἔστι τὸν ἕτερον ἀπ’ αὐτῶν, οἷος ἂν φανείη ψευδόμενος, φαίνεσθαι πονηρόν·2 εἰ γὰρ λέγει, ὅτι δίκαιόν ἐστιν, εἶτα φανῇ ἄδικον, 〈οὐ〉 φαίνεται πονηρός· προβάλλεται γὰρ τὴν ἄγνοιαν· ‘ἠγνόουν γάρ, φησίν, εἰ ἄδικόν ἐστι τὸ γενόμενον, καὶ διὰ τοῦτο ἠμφισβήτουν’. ὁμοίως καὶ εἴ τινες ἀμφισβητοῖεν περὶ τοῦ εἴτε μικρόν ἐστιν εἴτε μέγα ἢ βλαβερὸν ἢ οὐ τοιοῦτον, οὐ φαίνεται ὁ ἕτερος πονηρός· προβάλλεται γὰρ τὴν ἄγνοιαν· ‘ἠγνόουν γάρ, φησίν, εἰ βλαβερόν ἐστι τὸ γενόμενον ἢ εἰ μέγα’. [b 30] ὥστ’ ἐν τούτῳ ἤτοι τῇ ἀμφισβητήσει τῇ περὶ τοῦ εἰ γέγονεν ἢ μὴ χρηστέον τῷ δεικνύειν τὸν ἕτερον πονηρόν· οὐ γὰρ ἔχει προβαλέσθαι τὴν ἄγνοιαν· ἐν δὲ τοῖς ἄλλοις ἤτοι τῇ ἀμφισβητήσει τῇ περὶ τοῦ εἰ δίκαιον ἢ μὴ ἢ μέγα ἢ μὴ ἢ βλαβερὸν ἢ μὴ οὐ χρηστέον τῷ δεικνύειν τὸν ἕτερον πονηρόν· λέξει γὰρ ἐκεῖνος ὡς ‘ἠγνόουν’ καὶ ἐκ τούτου φεύγει τὸ δοκεῖν πονηρός. εὗρον καὶ σχόλιον τοιοῦτον· ὅτι ἐν ταύτῃ τῇ ἀμφισβητήσει τῇ εἰ γέγονε τὸν ἕτερον εἶναι πονηρὸν ἤτοι τὸν ἀρνούμενον. [b 29] αἰτία πρόφασις τοῦ ἀμφισβητεῖν. [b 19] ὁ Αἵμων ὁ Σοφοκλέους, οἷον “πάτερ, σός εἰμι καὶ σύ μοι γνώμας ἔχων χρηστὰς ἐπορθοῖς, αἷς ἔγωγ’ ἐφέψομαι· ἐμοὶ γὰρ οὐδεὶς ἀξίως ἔσται γάμος μείζων φέρεσθαι σοῦ καλῶς ἡγουμένου.”3 [b 30] ἐν δὲ τοῖς ἐπιδεικτικοῖς τὸ πολὺ ἤτοι ὡς ἐπὶ τὸ πολὺ ἡ αὔξησίς ἐστιν, ὅτι ὠφέλιμόν ἐστι τόδε ἢ ὅτι καλόν· τὰ γὰρ πράγματα δεῖ πιστεύεσθαι ἤτοι ὡς ὁμολογούμενα λαμβάνειν, δεικνύειν δὲ ἢ ὅτι ὠφέλιμά εἰσιν ἢ ὅτι καλά. εἰ δὲ καὶ τὰ πράγματά εἰσιν ἄπιστα (τοῦτο δὲ γίνεται ὀλιγάκις), τοῦτό τε δεῖ ποιεῖν καὶ ἀποδείξεις αὐτῶν, ἢ ἐὰν [f. 79r] ἄλλος ἔχῃ αἰτίαν, ἤτοι εἰ σώφρων εἶ· τοῦ δὲ εἶναί σε σώφρονά ἐστιν αἴτιος ἕτερος ὁ ἀνάγων σε, ὃς περικλείων σε πείθει καὶ ἄκοντα σωφρονεῖν. εὗρον σχόλιον εἰς τοῦτο· οἷον εἰ ἄλλος ἐστὶν ὁ ποιῶν καὶ οὐχὶ ὁ λεγόμενος. [b 35] ἐν δὲ τοῖς δημηγορικοῖς περὶ μέλλοντός ἐστιν ἡ ἀμφισβήτησις. ἢ ὅτι οὐκ ἔσται, ἀμφισβητεῖ τις, ἢ ἔσται μέν, ἀλλ’ ἄδικα εἰσιν, ἢ οὐ τηλικαῦτα ἤτοι μεγάλα.

“证据”,即展示,“应当是证明性的”,即推论性的。既然争执也是关于四件事的——因为我们要么争执发生过还是没有发生过,要么争执是正义的还是不正义的,或是大的还是小的,以及是有害的还是无害的——既然我们在四件事上发生争执,演说家就应当提出证明,围绕被争执和存疑之事进行说明;例如,在法庭即裁判所中,当原告说是你做了此事时,你应当说明此事没有发生,随后提出证明说明这一点:即使发生过,它也没有造成损害。 “并且所发生的事情并不是那么大”,即并不是如你所说的那样大。或者同样应当说明,它是正当地发生的,因而是正义的。如果争执和疑难在于此事是否发生过,你就应当证明要么是发生过,要么是没有发生过。 “但不可忽略的是,在关于是否发生过的这一争执中,其中一人必然显得卑劣”,即要么是在事情哪怕未发生的情况下硬说发生过的人,要么是在事情如果确曾发生的情况下硬说未曾发生的人;因为如果证明了确实发生过,那个说未曾发生的人就是卑劣的,且不能把无知作为借口提出来,以逃避显得卑劣的指责,即[不能辩解说]:“我说未曾发生,是因为我不知道它是否发生过。” “但当他们就正义之事争执时”,即就所言之事是正义还是不正义争执时,“他们之中那看似说谎的一方,是不可能显得卑劣的”;因为如果他说那是正义的,随后被证明是不正义的,他也并不显得卑劣;因为他会提出无知作为借口:“因为我并不知道,”他说,“所发生之事是否不正义,正因如此我才争执。”同样,如果有人就事情是小还是大、或者是有害还是无害进行争执,另一方也不会显得卑劣;因为他会提出无知作为借口:“因为我并不知道,”他说,“所发生之事是有害还是重大。” “所以在这种情况下”,即在关于是否发生过的争执中,“应当采用指出对方卑劣的做法”;因为他无法提出无知作为借口;“但在其他情况下”,即在关于正义与否、重大与否、有害与否的争执中,则不应当采用指出对方卑劣的做法;因为那个人会说“我并不知道”,由此便逃避了显得卑劣的指责。我还找到了这样一条评注:在关于是否发生过的这一争执中,另一方即否认者是卑劣的。 “原因”就是争执的借口。 索福克勒斯的海蒙,例如:“父亲,我是属于您的;您有着善意的见解引导我,我必遵从;因为只要您引导得当,对我而言绝无任何婚事配被看得比这更重要。” “在展示性演说中,绝大多数”,即通常“都是增扬,指出此事是有益的或美好的”;因为事实必须是被信以为真的,即当作公认之事来接受,而应当指出的则是它们有益还是美好。“即使事实本身难以置信(而这种情况很少发生),也应当这样做并对它们作出证明,或者如果他人负有原因”,也就是说,如果你是节制的,而你之所以节制的原因是管教你的另一个人,他通过把你关起来,使你即使不情愿也得以节制。我对此找到了一条评注:例如,如果行动者是另一个人,而不是所说的那个人。 “在审议演说中,争执是关于未来的事情”。有人争执说它将不会发生,或者虽然会发生,但这些事情是不正义的,或者并非达到那种程度,即并非重大。

语法注3 条
  1. 3.1.17τούτου τοῦ ὅτι οὐκ ἔβλαψε

    带冠词的名词性从句 τοῦ ὅτι οὐκ ἔβλαψε(“没有造成损害这一事实”)作为同位语,附属于属格指示代词 τούτου。

  2. 3.1.17οὐκ ἔστι τὸν ἕτερον ἀπ’ αὐτῶν, οἷος ἂν φανείη ψευδόμενος, φαίνεσθαι πονηρόν

    非人称用法 οὐκ ἔστι(“不可能/并不会发生”)统辖带宾格的主谓不定式结构(主语为 τὸν ἕτερον,不定式为 φαίνεσθαι,表语为 πονηρόν)。插入主语与不定式之间的 οἷος ἂν φανείη ψευδόμενος 是修饰 τὸν ἕτερον 的关系从句,意为“如被判定说谎的那样之人”。

  3. 3.1.17μείζων φέρεσθαι σοῦ καλῶς ἡγουμένου

    引自索福克勒斯《安提戈涅》。比较级 μείζων 之后紧接表示限定/结果的被动语态不定式 φέρεσθαι(“被赢得/被视作更重要”),其后跟着属格独立结构 σοῦ καλῶς ἡγουμένου(“只要您引导得当”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4026.tlg001.humanitext-grc1:248.29-250.8