- 底本
- Anonymus, In Aristotelis artem rhetoricam commentarium. Commentaria in Aristotelem Graeca XXI.2, ed. H. Rabe, Berlin: Reimer 1896, pp. 1-262. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4026.tlg001.humanitext-grc1:246.34-248.28
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
本节基于亚里士多德《修辞学》第3卷第16章(1417a36–b20),阐释了如何在叙述中不露痕迹地融入愤怒与悲戚等情念的表征,并探讨了审议演说中叙述的有限作用以及讲述令人难以置信之事时的修辞技巧。
[a 36] ἔτι τὸν διηγούμενον δεῖ λέγειν ἐκ τῶν παθητικῶν ἤτοι σχετλιάζειν καὶ ὀμνύειν μεταξὺ τῆς διηγήσεως καὶ τὰ ἑπόμενα πάθη αὐτῶν.1 ἢ καὶ οὕτως· καὶ τὰ ἑπόμενα τῷ πάθει ἤτοι τῷ θυμῷ [f. 77r] καὶ τῇ ἐπιθυμίᾳ. καὶ ἃ πάντες ἴσασιν ἤτοι τὰ κοινὰ καὶ τὰ προσόντα ἴδια ἢ αὐτῷ ἢ ἐκείνῳ τῷ ἀντιδίκῳ. ταῦτ’ εἶπεν [a 38] ‘ὁ δὲ ᾤχετο ὑποβλέψας με ἄγριον καὶ μανικόν’· τὸ γοῦν ἄγριον ὑποβλέπειν ἑπόμενόν ἐστι τῷ θυμουμένῳ. ὅτι ὁ Κρατύλος ἦν διασίζων καὶ τρίζων τοὺς ὀδόντας. ἢ τὸ [b 1] διασίζων ἀντὶ τοῦ λέγειν σι σι ἐκ μεταφορᾶς τοῦ πεπυρακτωμένου σιδήρου τοῦ ἐν τῷ ὕδατι βληθέντος, τουτέστι κατασιγάζων ἦν τὸν λαόν. καὶ διασείων ἐν ταῖν χεροῖν· ἐκράτει γὰρ αὐτοὺς καὶ ἔσειεν. πιθανὰ γοῦν εἰσι ταῦτα, διότι ταῦτα, ἃ ἴσασι πάντες, ἐν τῷ ἰδεῖν γίνονται σύμβολα καὶ σημεῖα ἐκείνων ὧν οὐκ ἴσασι παθῶν· τὸ γὰρ τρίζειν τοὺς ὀδόντας σημεῖόν ἐστι πάθους ἀφανοῦς ἤτοι τοῦ θυμοῦ. [b 5] ἡ γρηῢς κατέσχε καὶ περιεκάλυψε τὰ πρόσωπα· ἡ γραῦς, ἡ Ἀντίκλεια ἡ μαῖα, νίπτουσα τοὺς πόδας τοῦ Ὀδυσσέως εἶδε τὴν οὐλὴν καὶ ἔγνω, ὅτι ὁ Ὀδυσσεύς ἐστι, καὶ δακρύσασα περιεκάλυψε τὰ πρόσωπα· οἱ γὰρ ἀρχόμενοι δακρύειν ἐπιλαμβάνονται τῶν ὀφθαλμῶν ἤτοι ἐπικαλύπτουσι τοὺς ὀφθαλμούς. [b 7] καὶ εὐθὺς καὶ διηγούμενος εἰσάγαγε καὶ σεαυτὸν ποιόν τινα ἤτοι ἐλεεινολογούμενον καὶ σχετλιάζοντα, ἵνα οἱ ἀκροαταὶ θεωρῶσι καὶ νοῶσι καὶ τὸν ἀντίδικον, ὅτι τοιοῦτός ἐστιν ἄδικος, οἷον αὐτὸν παριστᾷς· ἐκ γὰρ τοῦ σχετλιάζειν δοκεῖς τοῖς ἀκροαταῖς ἀληθὴς ἐν τῷ λέγειν τὸν ἀντίδικον τοιοῦτον ἤτοι ἄδικον. εὗρον καὶ σχόλιον τοιοῦτον· ἵνα ὡς τοιοῦτον θεωρῶσιν ἤγουν ἐπὶ ποιόν τινα ἤτοι ὀργιζόμενον. [b 8] λεληθότως δὲ ποίει τόν τε σχετλιασμὸν καὶ τὴν ἐλεεινολογίαν, ἵνα μὴ δόξῃς τοῖς ἀκροαταῖς ἐξεπίτηδες ἐλεεινολογεῖσθαι καὶ διὰ τοῦτο ἄπιστος δοκῇς εἶναι αὐτοῖς. [a 15] ὁ δὲ ἐν Οἰνεῖ πρόλογος παρὰ τῷ Εὐριπίδῃ ἐστὶ τοιοῦτον· ‘‘ὦ γῆς πατρῴας χαῖρε φίλτατον πέδον Καλυδῶνος, ἔνθεν αἷμα συγγενὲς φυγὼν Τυδεύς, τόκος μὲν Οἰνέως, πατὴρ δ’ ἐμός, ᾤκησεν Ἄργος, παῖδα δ’ Ἀδράστου λαβὼν συνῆψε γένναν.’’ [b 8] ὅτι δὲ ῥᾴδιον δεινοπαθεῖν μεταξὺ τῆς διηγήσεως καὶ λανθάνειν τοὺς ἀκροατὰς καὶ ἐκ τούτου πιστὸν συμβαίνει νομίζεσθαί σε καὶ ἀληθῆ, δεῖ ὁρᾶν τοῦτ’ ἐκ τῶν ἀπαγγελλόντων καὶ διηγουμένων τι· περὶ ὧν γὰρ μηδὲν ἴσμεν, ἐπιλαμβάνομεν ὑπόληψίν τινα καὶ γνῶσιν αὐτῶν [f. 77v] ἐκ τοῦ ἀκούειν τοῦ λέγοντος ταῦτα † δεινοπαθοῦντά τε καὶ σχετλιαζόμενον. [b 10] πανταχοῦ δὲ δεῖ διηγεῖσθαι, καὶ ἐν προοιμίοις καὶ ἐν διηγήσεσι καὶ ἀγῶσι καὶ ἐν ἐπιλόγοις· ἀλλ’ οὐ μόνον ἐν ἀρχῇ ἤτοι ἐν τῷ προοιμίῳ μόνῳ, ἀλλ’ ἐν πᾶσι τοῖς μέρεσι τοῦ λόγου διηγητέον, ἔνθα χρεία αὐτῆς τῆς διηγήσεώς ἐστιν. [b 11] ἐν δὲ τῇ δημηγορίᾳ ἤτοι τῷ συμβουλευτικῷ εἴδει οὐδαμῶς ἐστι διήγησις, διότι ἡ διήγησις τῶν γενομένων ἐστίν, οὐ τῶν μελλόντων· ἐν δὲ τῷ συμβουλευτικῷ εἴδει, εἰ μέλλεις διηγήσασθαί τι, τῶν γεγενημένων ἔσται διήγησις ἤτοι γεγενημένα τινὰ διηγοῦ, ἵνα ἐκείνων τῶν γεγενημένων ἀναμιμνησκόμενοι καὶ πρὸς ταῦτα ἀφορῶντες βέλτιον βουλευσώμεθα καὶ περὶ τῶν μελλόντων, οἷον ‘ἐπεὶ τόδε συνέβη γενέσθαι ἐκ τοῦ ποιῆσαι τὸν δεῖνα τόδε, λοιπὸν προσεκτέον, μή πως καὶ ἐφ’ ἡμῖν συμβῇ τοιοῦτον, εἰ τόδε ποιήσομεν’ ἤγουν θέλομεν ἀναμιμνήσκεσθαι τῶν γενομένων. διαβάλλοντες τὰ γεγονότα ἢ ἐπαινοῦντες, οἷον ‘ἐπεὶ συνέβη τόδε τὸ τρόπαιον γενέσθαι ἐκ τοῦ ποιῆσαι τόδε, καὶ ἡμεῖς λοιπόν, εἰ ποιήσομεν τὸ αὐτό, νικήσομεν.’ [b 15] ἀλλὰ τότε, ὅτε διαβάλλει τὰ γενόμενα ὁ συμβουλεύων, οὐ ποιεῖ ἔργον συμβούλου ἀλλὰ λοιδόρου καὶ ψέγοντος, ὥσπερ, εἰ ἐπαινεῖ τὰ γεγονότα, ποιεῖ ἔργον ἐπαινοῦντος καὶ ἐγκωμιάζοντος καὶ οὐχὶ συμβούλου. ἐὰν δὲ ᾖ ἄπιστον τὸ διηγούμενον, δεῖ ὑπισχνεῖσθαι εἰπεῖν τὴν αἰτίαν, δι’ ἣν ἄπιστον δοκεῖ, καὶ διατάττειν καὶ διακοσμεῖν τὸ διηγούμενον ἐκεῖνο, οἷς βούλονται οἱ ἀκροαταί,2 ἵνα ἐκ τοῦ λέγειν, ὅσα βούλονται οἱ ἀκροαταί, ἀληθὴς δοκῇς καὶ ἀποδεχόμενος τοῖς ἀκροαταῖς· λέγεις γὰρ τὰ θυμήρη αὐτοῖς. [b 18] ὁ Καρκίνος τραγικὸς ποιητής. ἐν τῷ Οἰδίποδι ἤτοι τῷ δράματί τις ἐζήτει τὸν υἱὸν αὐτοῦ καὶ ἐπυνθάνετο καὶ ἠρώτα περὶ αὐτοῦ τὴν Ἰοκάστην, ἡ δὲ ὑπισχνεῖτο ἀεὶ εἰπεῖν. καὶ ὁ Αἵμων δρᾶμά ἐστι· καὶ ὑπισχνεῖται οὗτος ἀεὶ εἰπεῖν πρὸς τὸν ἐρωτῶντα. [f. 79r]
“此外,叙述者应当从情感性的事物出发而言说”,即在叙述之间发泄愤慨并起誓,“以及伴随它们的情感”。或者也可以这样[解释]:“以及伴随情念的事物”,即伴随愤怒和欲望的事物。“以及众人皆知的事物”,即共同的事物,以及属于他自己或那个诉讼对手的特有特征。 他说了这些话,即:“‘而他凶狠而狂暴地斜眼瞪了我一眼便走开了’”。因为凶狠地斜视是伴随着发怒者的。 即“克拉底鲁嘘嘘作声并咬牙切齿”。或者“嘘嘘作声”代替了说“嘘、嘘”,这是从投入水中的烧红铁块借喻而来的,也就是说他正在使民众肃静。“而且用两手猛挥”;因为他抓住并摇晃他们。这些确实是具有说服力的,因为众人看见并知道的这些事物,成了他们所不知晓的那些情念的符征和表征;因为咬牙切齿是看不见的情念即愤怒的表征。 “老妪按住并遮住了脸庞”;老妪即乳母安提克勒亚在给奥德修斯洗脚时看到了伤疤,认出他是奥德修斯,便哭泣着遮住了脸庞;因为开始哭泣的人都会按住眼睛,也就是遮住双眼。 “而且在叙述的同时立刻把自己表现为某种人物”,即表现为哀诉并愤慨之人,“以便听众也将诉讼对手看作并理解为”如你所描绘的那样是不公不义之人;因为通过愤慨,听众会觉得你在指出对手是这样的人即不正之人时是真实的。我还找到了这样一条评注:“以便他们将[对手]看作是这样的人”,即关于某种人物,即处于愤怒中的人。 “但要不知不觉地表达愤慨和哀诉”,免得你在听众眼中显得是故意哀诉,并因此在他们看来不可信。 欧里庇得斯在《俄纽斯》中的开场白是这样的:“‘向你致敬,我父邦至亲爱的卡吕冬土地,当年俄纽斯之子、我的父亲堤丢斯逃避亲族之血,从此地流亡,定居于阿尔戈斯,娶了阿德剌斯托斯的女儿繁衍后代。’” 在叙述之间表达愤慨并瞒过听众是容易的,且由此使得你被认为可信而真实,“必须从那些报告并叙述某事的人身上看出这一点”;因为关于我们一无所知的事物,我们从听那个愤慨哀叹着说出这些话的人那里,获得了关于它们的某种推定与认知。 “而且应当在各处进行叙述”,不仅在引子中,而且在叙述部、争辩部以及结语部中;即不仅在开头,即不仅在引子中,而且在演说的所有部分中,凡需要叙述本身之处,都应当进行叙述。 “但在民众演说中”,即在审议演说门类中,“完全没有叙述”,因为叙述属于过去发生之事,而不属于未来的事;但在审议演说门类中,如果你将要叙述某事,那将是对过去发生之事的叙述;也就是说叙述过去的某些事件,以便我们回忆起那些过去的事件并着眼于它们,就能对未来的事情也做出更好的审议,例如:“既然由于某人做了此事而发生了这事,今后我们必须当心,如果我们做此事,免得这样的事也发生在我们身上”,即我们意在回忆起过去之事。通过谴责过去的事或赞扬它们,例如:“既然通过做此事建立了这处战利品纪念碑,今后如果我们也做同样的事,我们也将获胜。” 但是,当审议者谴责过去的事件时,他所做的不是顾问的工作,而是谩骂者和斥责者的工作,正如他如果赞扬过去的事件,所做的就是赞颂者和称扬者的工作,而不是顾问的工作。“如果叙述的内容令人难以置信”,就应当许诺讲出它显得难以置信的理由,并按照“听众所希望的方式来安排和组织”被叙述的事件,以便通过讲述听众所希望听到的一切,使你显得真实并被听众所接纳;因为你说的是合乎他们心意的话。 卡耳喀诺斯是一位悲剧诗人。“在《俄狄浦斯》中”,即在这部戏剧中,有人寻找他的儿子,向伊俄卡斯忒探问并询问关于他的事,而她总是许诺要说。而《海蒙》也是一部戏剧;他也总是向提问者许诺要说。
- 3.1.16τὰ ἑπόμενα πάθη αὐτῶν
关于代词 αὐτῶν(它们/他们的)的指代对象,语法上既可以指前文的 τῶν παθητικῶν(情感性表达),也可以指叙述涉及的人物。注解者紧接着以 ἢ καὶ οὕτως(或者也可以这样)提出,将其转述为单数与格的 τὰ ἑπόμενα τῷ πάθει(伴随情念的事物),从而提供了一种将外在表征直接联系到具体的个别情念(如愤怒或欲望)的替代性解读。
- 3.1.16οἷς βούλονται οἱ ἀκροαταί
关系代词 οἷς 属于关系词同化(attractio relativi)结构,其先行词 τούτοις(按照/凭借那些事物)被省略,而关系代词从原本应有的宾格 ἃ(他们所愿之事)同化为与格。它作为不定词 διατάττειν καὶ διακοσμεῖν(安排与组织)的手段或准则与格起作用,紧随其后的宾格重述 ὅσα βούλονται οἱ ἀκροαταί(听众所愿的一切)印证了这一语法结构。
