← 佚名

亚里士多德《修辞学》佚名评注

§245.13-246.33

叙述中性格的展现与不可信之事的理由陈述

本节注疏亚里士多德《修辞学》卷三第16章(1417a16–36),阐明如何通过显明道德抉择、誓言与愤慨使叙述具有性格,并讨论在陈述不可信之事时附加理由及自我辩解的方法。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.1.16#4

77r] καὶ σχετλιάζοντος ἀληθὲς καὶ διὰ τοῦτο ὡς ἀληθεῖ πιστεύουσιν αὐτῷ· ὁ γὰρ ὅρκος καὶ ὁ σχετλιασμὸς τοῦ ἀληθινοῦ καὶ ἐνδιαθέτου λόγου εἰσί. [a 17] τί ποιεῖ τὸ ἦθος ἤγουν ὁ ὅρκος καὶ ἡ σχετλίασις. ἓν μὲν δὴ ποιεῖ τὸ ἦθος λέγοντα ἀληθὲς τὸ δηλοῦν τὴν οἰκείαν προαίρεσιν, ὅτι ἀγαθή ἐστι καὶ μισοῦσα τὰ κακὰ καὶ τὰ ἄδικα· αὕτη δὲ γίνεται ἡ προαίρεσις δήλη ἐκ τοῦ σχετλιάζειν καὶ ὀμνύειν. ποιὸν δὲ ἤτοι ἀγαθὸν καὶ ἀληθὲς δεικνύεται τὸ ἦθος τοῦ λέγοντος τῷ εἶναι αὐτὴν τὴν προαίρεσιν ποίαν1 ἤτοι ἀγαθὴν καὶ τὰ δίκαια αἱρουμένην. [a 18] ἡ δὲ προαίρεσις ποία δείκνυται ἤτοι ἀγαθὴ ἢ φαύλη ἐν τῷ τέλει ἤτοι ἐν τῇ πράξει καὶ ἀπὸ τῶν πράξεων καὶ τῶν ἔργων τῶν προαιρετῶν ἤτοι ὧν ποιεῖ. διὰ τοῦτο οἱ λόγοι ἤτοι † οἱ μαθηματικοὶ ἤτοι οἱ γεωμετρικοὶ συλλογισμοὶ καὶ αἰτίαι ἤθη οὐκ ἔχουσι, διότι οὐδὲ προαίρεσιν ἔχουσιν· οὐκ ἔχουσι δὲ προαίρεσιν, διότι τὸ οὗ ἕνεκα ἤτοι τὸ προαιρετὸν οὐκ ἔχουσιν· ἔνθα γὰρ προαιρετὸν οὐκ ἔστιν, οὐδὲ προαίρεσις, ἔνθα δὲ προαίρεσις οὐκ ἔστιν, οὐδὲ ἦθος. [a 20] ἀλλ’ οἱ Σωκρατικοὶ λόγοι εἰσὶν ἠθικοί· οὗτος γὰρ μᾶλλον τοῦ ἤθους ἐφρόντιζε καὶ περὶ αὐτὰ ἠσχολεῖτο μᾶλλον, ἔλαττον δὲ ἐφρόντιζε τοῦ ἀποδεικτικοῦ λόγου, ὡς ἐν τοῖς Μετὰ τὰ φυσικά φησι· περὶ τούτων γὰρ λέγουσιν οἱ Σωκρατικοὶ ἤτοι περὶ ἠθικῶν διδάσκουσιν. [a 21] ἀλλὰ ἠθικά εἰσι καὶ λέγονται καὶ ὅσα ἕπονται τῷ ἤθει ἑκάστου· τὸ γὰρ λέγειν, ὅτι οὗτος ἅμα λέγων πρὸς ἐμὲ ταῦτα ἐβάδιζε, δηλοῖ θρασύτητα καὶ ἀγροικίαν καὶ φαυλότητα τοῦ ἤθους, καθ’ ὅσον περιπατῶν ἐποίει τοὺς λόγους· ἀτάκτου γὰρ ἤθους τοῦτο σημεῖον. [a 23] καὶ οὐχ ἕπονται τῷ ἤθει καὶ ἐμφαντικὰ ἤθους εἰσίν,2 ὅσα λέγει τις ἀπὸ διανοίας, καὶ ὅσα λέγει τις ἀναπλάττων ταῦτα [f. 77r] ἐν τῇ οἰκείᾳ διανοίᾳ, κἂν μὴ ὑπόστασιν ἔχωσιν, οἷον οὐ τὸ ἀναπλάττειν ἐν τῇ διανοίᾳ καὶ φαντάζεσθαι, ὅτι τραγέλαφός ἐστιν, δεικνύει αὐτὸν ἤθους ψευδοῦς, ὥσπερ οἱ νῦν λέγουσιν, ἀλλ’ ὅσα ἀπὸ προαιρέσεως ποιεῖ καὶ λέγει, ταῦτα καὶ δεικνύουσι τὸ ἦθος τοῦ λέγοντος ἢ τοῦ ποιοῦντος ἀγαθόν, εἰ ἐκ προαιρέσεως ἀγαθῆς ποιεῖ τι ἢ λέγει, ἢ κακὸν καὶ φαῦλον, εἰ ἐκ προαιρέσεως φαύλης. [a 24] ἐγὼ δὲ ἐβουλόμην καὶ προειλόμην ἤτοι ᾑρετισάμην τοῦτο· εἰ δὲ μὴ ὀναίμην καὶ ὠφεληθείην ἐκ τούτου τοῦ προαιρεθέντος ἐμοί, βέλτιον· τὸ μὲν γὰρ τὸ προαιρεῖσθαι τὸ ὠφέλιμον ἐμφαντικόν ἐστι τοῦ φρονίμου· ὁ γὰρ φρόνιμος ἀεὶ προαιρεῖται ἐκεῖνο, ἐξ οὗ ἂν ὠφεληθῇ· τὸ δὲ ἤτοι τὸ προαιρεῖσθαι τὸ συμφέρον, κἂν ἐξ αὐτοῦ οὐκ ὠφελῆται ὁ τοῦτο προαιρεθείς, ἐστὶν ἀγαθοῦ ἤθους σημεῖον· ὁ γὰρ ἀγαθὸς ἀνὴρ αἱρεῖται οὐ τὸ ὠφέλιμον ἀλλὰ τὸ συμφέρον πᾶσι, κἂν καὶ αὐτὸς ἐξ αὐτοῦ οὐκ ὠφεληθῆναι μέλλῃ. [a 26] ὁρᾷς, ὅπως φρονίμου ἤθους σημεῖόν ἐστι τὸ προαιρεῖσθαι τὸ ὠφέλιμον ἤτοι ὅπερ ὠφελεῖ αὑτόν, κἂν βλάπτῃ ἄλλους, ἀγαθοῦ δὲ ἤθους σημεῖόν ἐστι τὸ προαιρεῖσθαι τὸ συμφέρον πολλῶν, καὶ ὃ διηγεῖται, κἂν ἐξ αὐτοῦ αὐτὸς οὐκ ὠφελῆται· ἀγαθοῦ δέ ἐστι τὸ διώκειν τὸ καλὸν ἤτοι τὸ συμφέρον. [a 27] ἂν δ’ ἄπιστον ᾖ, ὃ λέγεται, τότε χρὴ λέγειν καὶ τὴν αἰτίαν, δι’ ἣν δοκεῖ ἄπιστον. ἡ Ἀντιγόνη μᾶλλον ἐκήδετο τοῦ ἀδελφοῦ παρὰ τοῦ ἀνδρὸς ἤτοι τοῦ Αἵμονος τοῦ υἱοῦ τοῦ Κρέοντος· εἶτα λέγει καὶ τὴν αἰτίαν, δι’ ἣν ἐκήδετο τοῦ ἀδελφοῦ μᾶλλον παρὰ τοῦ ἀνδρὸς καὶ τῶν τέκνων· ἄπιστον γάρ ἐστι τὸ κήδεσθαι τοῦ ἀδελφοῦ μᾶλλον παρὰ τοῦ ἀνδρός· [a 30] τὰ μὲν γὰρ γενέσθαι, ἤτοι ὁ ἀνὴρ καὶ τὰ τέκνα, εἰ συμβῇ φθαρῆναι· ἐπάρῃ γὰρ ἄλλον ἄνδρα καὶ ποιήσει ἄλλα τέκνα· τοῦ δὲ πατρὸς καὶ τῆς μητρὸς τελευτησάντων πῶς ἂν γένηται ἕτερος ἀδελφός, εἰ τύχῃ θανεῖν ὁ ἀδελφός; τὸ [a 33] βλάστοι ἀντὶ τοῦ γένοιτο. εἰ δὲ μὴ ἔχεις αἰτίαν εἰπεῖν, δι’ ἣν δοκεῖ ἄπιστον τὸ λεγόμενον, λέγε ὅτι ‘οὐκ ἀγνοῶ, ὅτι λέγω ἄπιστα, ἀλλὰ φύσει τοιοῦτός εἰμι ὥστε λέγειν τὸ ἀληθὲς καὶ μὴ πολυπραγμονεῖν, εἴτε ἄπιστον δόξει τοῖς ἀκροαταῖς εἴτε πιστόν’· οἱ γὰρ ἄνθρωποι ἀπιστοῦσι καὶ οὐ πιστεύουσί τινα ἄνθρωπον ποιεῖν, ἀλλ’ ὅτι ἑκών, ἀλλ’ ἢ μόνον τὸ συμφέρον ἑαυτῷ,3 κἂν ἄλλους βλάπτῃ.

……并且愤慨抱怨者的[品格]显得真实,因此人们把他当作讲真话者而信任他;因为誓言和抱怨属于真实的、发自内心的言论。 “什么造成品格”,即誓言与抱怨。“其一固然”使言说者的品格显为真实的,是“表明自己的抉择”,即它是善的,憎恶邪恶与不正之事的;而这种抉择从抱怨和发誓中变得明晰。“而且是何种”,即何等良善且真实的品格,显明为说话者的品格,“在于抉择本身是何种”,即在于它是良善的并选择正义之事。 而抉择是何种,即良善还是恶劣,是“在目的中”,即在行动中,从被抉择的行动和作为即他所做的事情中显明出来的。“因此诸论说”,即数学的论说,即几何学的推论与原因说明,“没有品格,因为它们甚至没有抉择”;而它们没有抉择,是因为它们没有“为了何者”,即没有被抉择的目的物;因为凡是没有被抉择之物的地方,就没有抉择;凡是没有抉择的地方,也就没有品格。 “但苏格拉底式的对话”是具有品格的;因为他更多地关注品格,并更多地从事于这些事,而较少关注证明性的论辩,正如他在《形而上学》中所说的那样;“因为苏格拉底式的对话谈论这些事”,即教导关于伦理的事项。 但凡是“伴随着各人品格”的事物,也是“具有品格的”,并且被如此称呼;因为说“这人一边对我讲这些话,一边同时走着”,显明了品格的傲慢、粗鄙与卑劣,因为他是边走边发表言论的;因为这是放肆无规矩的品格的表征。 而且,凡是人“出于思想”所说的话,以及人在自己思想中构想出来——即便它们没有实在本体——所说的话,“并不伴随品格,也不是品格的显示”;例如,在思想中构想并想象有鹿野山羊,并不像“如今的人们所说的那样”表明他是虚假品格的人,“而是”凡出于“抉择”所做所说的事,这些才显明说话者或行事者的品格:如果他是出于善的抉择而行事或言说,就显明其品格是良善的;如果出于恶劣的抉择,就显明是邪恶且卑劣的。 “‘但我曾经希望,并且预先抉择了’,即选取了这件事;‘即便我不能从中获利’、不能从我所抉择的这件事得到益处,‘但这样更好’。”因为抉择有益之物是明智者的显示;因为明智者总是抉择使自己能获益之事;“而另一者”,即抉择公认有利之事,即便做出此抉择的人自己并未从中获益,也是良善品格的表征;因为善人选取的不是对自己有益之物,而是对所有人有利之事,即便他自己并不将从中获益。 你看,抉择有益之事即有利于自己之事(即便损害他人)如何是明智品格的表征,而抉择有利于众人之事(正如他所叙述的,即便他自己并未从中获益)如何是良善品格的表征;“追求高贵之事”,即追求有益之事,“属于善人”。 “如果不可信”,如果所说的话不可信,那么就必须“也附上理由”,说明为何显得不可信。安提戈涅关心兄弟甚于关心丈夫,即克瑞翁之子海蒙;随后她也说明了她关心兄弟甚于丈夫和孩子的理由;因为关心兄弟甚于丈夫是令人难以置信的。 “因为前者还可以再生出来”,即丈夫和孩子们,哪怕不幸丧生;因为她可以再嫁另一个丈夫,再生别的孩子;但当父亲和母亲已经去世时,如果兄弟碰巧死去,又怎么可能再有另一个兄弟呢?这里的“生出”代替了“生成”。“如果你没有理由”陈述为何所言之事显得不可信,就说“‘我并非不知道自己说的是难以置信之事,但我生性如此’,只会讲真话而不去瞻前顾后,‘无论[听众]觉得它不可信还是可信’”;因为人们心存疑虑,不相信有任何人会自愿去做除对自己有利之外的事,哪怕这会损害他人。

语法注3 条
  1. 3.1.16τῷ εἶναι αὐτὴν τὴν προαίρεσιν ποίαν

    不带介词的与格冠词不定式(τῷ εἶναι)表示手段或原因,带有主格性宾词 αὐτὴν τὴν προαίρεσιν 和谓格性宾词 ποίαν。它补足并阐明了亚里士多德原文中简略的结构 τῷ ποιὰν τὴν προαίρεσιν(1417a17)。

  2. 3.1.16οὐχ ἕπονται τῷ ἤθει καὶ ἐμφαντικὰ ἤθους εἰσίν

    否定词 οὐχ 统辖两个并列的谓词 ἕπονται 和 ἐμφαντικὰ ἤθους εἰσίν(即 οὐχ [ἕπονται ... καὶ ἐμφαντικά εἰσιν]),表明出于思想的言论既不必然伴随品格,也不显明品格,以此解释亚里士多德“不可如同出于思想那样说话”(μὴ ὡς ἀπὸ διανοίας λέγειν)的原则。

  3. 3.1.16οὐ πιστεύουσί τινα ἄνθρωπον ποιεῖν, ἀλλ’ ὅτι ἑκών, ἀλλ’ ἢ μόνον τὸ συμφέρον ἑαυτῷ

    在否定主动词(οὐ πιστεύουσι)统辖下,习语 ἀλλʼ ἤ(“除……之外”)引出宾格宾语(τὸ συμφέρον ἑαυτῷ)。底本中的 ἀλλʼ ὅτι 源于对亚里士多德原文(1417a35: ἄλλο τι ἑκόντα πράττειν πλὴν τὸ συμφέρον)中 ἄλλο τι 的传抄讹误,整体句法为“他们不相信任何人会自愿去做除对自己有利之外的任何事”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4026.tlg001.humanitext-grc1:245.13-246.33