- 底本
- Anonymus, In Aristotelis artem rhetoricam commentarium. Commentaria in Aristotelem Graeca XXI.2, ed. H. Rabe, Berlin: Reimer 1896, pp. 1-262. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4026.tlg001.humanitext-grc1:243.20-245.13
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注解者阐释了亚里士多德《修辞学》卷三第16章(1417a2–15),论述了叙述中旁述(交织进自身的德性或对方的恶德)的运用、原告与被告的不同叙述策略、对无可争议事项的紧凑处理,并借“阿尔基诺斯的自白”和法伊罗斯的例证讨论了叙述的简炼与性格表现。
77v] παραστῆσαι, ἃ πέπονθας, ἡλίκα ἂν καὶ βούλει δεῖξαι, ἤτοι μεγάλα· τῷ δὲ ἐναντίῳ ἤτοι τῷ ἀντιδίκῳ συμφέρει ἐν τῇ διηγήσει ἐκεῖνα μόνα λέγειν ἐν τῷ διηγεῖσθαι, δι’ ὅσων δείξει ἢ ὅτι οὐ γέγονε παρ’ αὐτοῦ τὸ ἀδίκημα τόδε ἢ ὅτι, εἰ γέγονεν, ἀλλ’ οὐκ ἔβλαψεν ἢ ὅτι οὐ μέγα ἐστὶ τὸ γεγονός. [1417 a 2] παραδιηγεῖσθαι δὲ δεῖ ἤτοι δεῖ δὲ ἐν τῇ διηγήσει παρεμφαίνειν καὶ σά τινα πλεονεκτήματα, ὅσα δεικνύουσι τὴν σὴν ἀρετήν· ἐν οἷς γὰρ διηγῇ, τί πέπονθας παρὰ τοῦδε ἢ τί ἐποίησεν ὁ δεῖνα, δεῖ συμπαρεμπλέκειν καὶ σὰ πλεονεκτήματα, οἷον ‘ἐκεῖνος μὲν ἐποίησε τάδε, ἐγὼ δὲ ἐνουθέτουν αὐτὸν τὰ δίκαια λέγων μὴ καταλεῖψαι τὰ τέκνα’· τοῦτο ἡ συμπαρεμπλοκὴ τῆς σῆς ἀρετῆς. ἢ ἐν οἷς διηγῇ τὸ πρᾶγμα, δεῖ συμπαρεμπλέκειν καὶ παραδεικνύειν ἐν τῇ διηγήσει τὴν κακίαν τὴν ἑτέραν ἤτοι τοῦ ἀντιδικοῦντος. [a 5] ὁ δὲ ἀπεκρίθη ὅτι ‘ἐὰν καταλείψω τὰ τέκνα, οὗ ἂν παρέλθω, ἕτερα ποιήσω ἀντὶ [f. 77v] † γυναικῶν σῳζομένων’· ὁ Ἡρόδοτος τοῦτό φησι πρὸς τοὺς Αἰγυπτίους, οἳ πολιορκίας οὔσης ἔφυγον συμπαραλαβόντες καὶ τὰς γυναῖκας, τὰ δὲ τέκνα ἐάσαντες λέγοντες ‘οὗ ἂν ἀπέλθωμεν, τέκνα ἕτερα ποιήσομεν’. ἢ ἐν τῇ διηγήσει δεῖ παραδιηγεῖσθαι καὶ παρασυμπλέκειν, ὅσα ἡδέα δοκοῦσι τοῖς δικασταῖς, ἵνα ἐκ τούτου προσεκτικώτεροι γένωνται. [a 7] ὁ δὲ ἀπολογούμενος δεῖ ποιεῖν τὴν διήγησιν ἐλάττονα· αἱ δὲ ἀμφισβητήσεις γίνονται ἢ ἐν τῷ σὲ μὲν λέγειν τὸ πρᾶγμα γενέσθαι, τὸν δὲ ἀντίδικον λέγειν μὴ γενέσθαι, ἢ ἐν τῷ σὲ μὲν λέγειν εἶναι βλαβερὸν τὸ γεγονός, τὸν δὲ ἀντίδικον λέγειν μὴ εἶναι βλαβερὸν ἢ λέγειν μὴ εἶναι τηλικοῦτον ἤτοι μέγα βλαβερόν. [a 10] ὥστε περὶ τὸ ὁμολογούμενον οὐ διατριπτέον ἤτοι οὐ δεῖ διηγεῖσθαι τὰ ὁμολογούμενα ἢ, εἰ δεῖ διηγεῖσθαι αὐτά, ἀλλὰ συνεπτυγμένως.1 εἰ δὲ τὸ ὁμολογούμενον ἐκεῖνο συντείνει καὶ συμβάλλεται εἰς ἐκεῖνο ἤτοι εἰς τὴν τοῦ ἀμφισβητουμένου παράστασιν, τότε δεῖ διηγεῖσθαι τὰ ὁμολογούμενα· ἤ, εἰ δεῖ διηγεῖσθαι αὐτὰ πλατυτέρως, οὐ χρήσιμον. τὰ δὲ ἀμφισβητούμενά εἰσι ταῦτα, οἷον ὅτι οὐκ ἄδικον ἢ ὅτι οὐ βλαβερὸν ἢ οὐ μέγα, οἷον εἰ ὁμολογεῖ ὁ ἀπολογούμενος, ὅτι πέπρακται ἐκεῖνο παρ’ αὐτοῦ, ὃ κατηγορεῖται ποιῆσαι, ἀλλ’ ἐνίσταται, ὅτι οὐκ ἄδικον, τοῦ ἀντιδίκου λέγοντος αὐτὸ εἶναι ἄδικον. [a 12] ἔτι δεῖ τὸν κατήγορον λέγειν τὰ πεπραγμένα τῷ ἀπολογουμένῳ ἐκεῖνα, ὅσα πραττόμενα οὐχὶ οἶκτον φέρουσιν ἢ δείνωσιν2 ἤτοι ὅσα μὴ μόνον κινοῦσι τοὺς ἀκροατὰς καὶ τοὺς δικαστὰς εἰς οἶκτον καὶ ἔλεον τοῦ ἀδικηθέντος, ἀλλὰ καὶ εἰς δείνωσιν ἤτοι ἀγανάκτησιν κατὰ τοῦ ἀδικήσαντος. [a 13] παράδειγμα τοῦ εἶναι τὴν διήγησιν συνεπτυγμένην ὁ ἀπόλογος τοῦ Ἀλκίνου· ἐν γὰρ τῷ ἀπολόγῳ τοῦ Ἀλκίνου ἐστὶν ἡ διήγησις συνεπτυγμένη ὡς περὶ πραγμάτων οὖσα ὁμολογουμένων.3 ἡ Πηνελόπη ᾐτιᾶτο παρὰ τοῦ Ὀδυσσέως τοῦ ἀνδρὸς αὐτῆς ὡς τοὺς μνηστῆρας συναθροίσασα ἐν τῇ οἰκίᾳ αὑτοῦ τοὺς καταδαπανήσαντας τὴν περιουσίαν αὐτοῦ, ὁ δὲ Ἀλκίνους ἐποίησεν ἀπόλογον πρὸς τὸν Ὀδυσσέα λόγῳ τῆς Πηνελόπης ὅτι ‘οὐ διὰ τὸ μέλλειν με ἐπαρεῖν τινα ἀπ’ αὐτῶν ἄνδρα τούτους αὐτὴ συνήθροισα, ἀλλ’ οὗτοι ἀκούοντες τὴν ἐμὴν ἀρετὴν ἀπὸ ἄλλων καὶ ἄλλων χωρῶν συνηθροίσθησαν, ὡς ἂν αὐτὴν θεάσωνται’. τὸν γοῦν ἀπόλογον ἅπαντα ἐν ἑξήκοντα στίχοις συνεπέρανεν· εἰ γοῦν ὁ ἀπόλογος ἐν ἑξήκοντα στίχοις συνεπεράνθη, λοιπὸν καὶ ἡ διήγησις πάνυ βραχυτάτη ἦν. εὗρον καὶ σχόλιον τοιοῦτον· ὁ Ἀλκίνου ἀπόλογος ἤτοι ἡ Ἀλκίνου παραδιήγησις πρὸς τὴν Πηνελόπην· [f. 77v] ἐν γὰρ τῇ διηγήσει συμπαρέπλεξε καὶ τὴν ἀρετὴν τῆς Πηνελόπης. ἢ καὶ οὕτως· δεῖ τὸν κατήγορον λέγειν, ὅσα οὐ φέρουσιν οἶκτον, καὶ τὸν ἀπολογούμενον πάλιν λέγειν, ὅσα οὐ φέρουσι δείνωσιν ἤτοι ἀγανάκτησιν κατ’ αὐτοῦ. [a 14] ὡς ὁ Φάυλλος (ῥήτωρ δὲ ἦν οὗτος) τὸν κύκλον ἤτοι ἀφηγούμενος τὰ ἐκτὸς τοῦ πράγματος ἔλεγε ταῦτα συνεπτυγμένως. κύκλος δὲ λέγονται τὰ ἐκτὸς τοῦ πράγματος. εὗρον σχόλιον καὶ εἰς τοῦτο τοιοῦτον, ὅτι κύκλοι εἰσὶν οἱ στίχοι, ἢ ὅτι ἀνακυκλοῦσι τὴν ὑπόθεσιν. [a 15] ὡς ὁ ἐν τῷ Οἰνεῖ πρόλογος τοῦ Εὐριπίδου τοιοῦτός ἐστιν ἤτοι συντετμημένος. ἠθικὴ γίνεται ἡ διήγησις, ὅταν εἰς ὅρκον τὸν λόγον ἀνάγωμεν ἢ ὅταν δεινοπαθῶμεν ἐν τῷ μεταξὺ τῆς διηγήσεως καὶ σχετλιάζωμεν· φαίνεται γὰρ τὸ ἦθος μεταξὺ τῆς διηγήσεως τοῦ δεινοπαθοῦντος [f.
……在于把你所遭受的事情呈现为你所希望表明的那么大,即重大的;但对于对方即被告而言,在叙述中陈述这些是更有利的:在叙述中仅陈述那些他据之将表明这一不义之事并非由他造成,或者即便造成了但并未构成伤害,抑或发生的事情并不重大的事情。 “而且应当作补充叙述”,即应当在叙述中间接展示某些你自己的长处,凡是显示你的德性的长处;因为在你叙述从这个人遭受了什么、或者某人做了什么时,也应当把自己的长处交织进去,例如“那人固然做了这些事,而我却一直在劝诫他,述说合乎正义之事,叫他不要遗弃孩子”;这就是将你自己的德性交织进去。或者,在你叙述事情时,应当在叙述中交织并展示另一方的恶德,即诉讼对手的恶德。 “而他回答说:‘如果我遗弃孩子,无论我走到哪里,只要女人们保全下来,我就能生别的孩子。’”希罗多德谈到埃及人时曾说过这句话,他们在被围困期间带着妻子逃跑,却把孩子丢下,说:“无论我们逃到哪里,都能生别的孩子。”或者,在叙述中应当补充叙述并交织进那些看来令审判官愉悦的事情,以便使他们因此更加专注。 “而辩解者应当使叙述更为简短”;争端产生于:要么是你方说事情发生了,而诉讼对手说没有发生;要么是你方说发生的事情是有害的,而对手说不是有害的,或者说不是如此重大的,即并非极其有害的。 “因此在无可争议的事上不可逗留”,即不应当叙述无可争议的事;或者,如果必须叙述它们,也只能紧凑地叙述。但如果那件无可争议的事有助于并促进那一方面,即促进对存在争议之事的呈现,那么此时就应当叙述无可争议的事;或者,如果必须更宽泛地叙述它们,则是无用的。而存在争议的事是这些,比如并非不义、或者并非有害、抑或并不重大,例如辩解者承认被指控所做的事确实是他所为,但抗辩称并非不义,而对手则说这是不义的。 此外,控告者应当陈述辩解者所做下的那些在发生时不带来同情或激愤的事情,即那些不仅打动听众和审判官对受冤者产生同情和怜悯,而且打动他们对施害者产生激愤即愤慨的事情。 叙述紧凑的例子是“阿尔基诺斯的自白”;因为在阿尔基诺斯的自白中,叙述是紧凑的,仿佛是关于无可争议的事物的。珀涅罗珀被其丈夫奥德修斯指控,说她把挥霍其财产的求婚人召集在家里,而阿尔基诺斯代表珀涅罗珀向奥德修斯自白道:“我之所以亲自把这些人召集来,并非因为我打算从他们当中择一人为夫,而是他们听闻我的美德,为了能亲眼瞻仰,才从各个地方聚集而来。”无论如何,他在六十行诗中总结了整个自白;既然自白是在六十行中总结的,那么随之其叙述也是极度短小的。我也找到了一条如下的注记:阿尔基诺斯的自白,即阿尔基诺斯对珀涅罗珀的补充叙述;因为在叙述中他也交织进了珀涅罗珀的美德。或者也可以这样理解:控告者应当陈述那些不引起同情的事,而辩解者反过来应当陈述那些不引起针对他的激愤即愤慨的事。 “正如法伊罗斯”(这人是个演说家)“把环形部分”,即在讲述事件之外的事项时,他把这些紧凑地陈述。事件之外的事项被称为环。关于这一点我也找到了一条如下的注记:那些诗行是环,或者是因为它们循环围绕主题。 “正如欧里庇得斯的《俄纽斯》中的开场白是这样的”,即缩减短小的。当我们把论说引向誓言时,或者当我们在叙述的中间愤慨并不平抱怨时,叙述就具有了性格;因为在叙述的中间,愤慨者的品格显露了出来……
- 3.1.16ἀλλὰ συνεπτυγμένως
省略结构,承接前文的 οὐ δεῖ διηγεῖσθαι 补充动词 διηγεῖσθαι;ἀλλά 紧接在否定/条件分句之后,起限制或对比作用(“[即便叙述也]只能紧凑地[叙述]”)。
- 3.1.16οὐχὶ οἶκτον φέρουσιν ἢ δείνωσιν ἤτοι ὅσα μὴ μόνον κινοῦσι τοὺς ἀκροατὰς καὶ τοὺς δικαστὰς εἰς οἶκτον καὶ ἔλεον τοῦ ἀδικηθέντος, ἀλλὰ καὶ εἰς δείνωσιν
注解者在 ἤτοι 之后将否定词 οὐχὶ 与连词 ἤ 的搭配转述为“不仅引起同情……而且引起激愤”(μὴ μόνον... ἀλλὰ καὶ...),并非单纯的二者皆非,而是通过释义强调控告者应当激起对被告的义愤。
- 3.1.16ὡς περὶ πραγμάτων οὖσα ὁμολογουμένων
分词 οὖσα(阴性单数主格)与主语 ἡ διήγησις 一致,ὡς 引出表主观认定或状态的从属成分(“仿佛是关于无可争议之事”),用以说明阿尔基诺斯故事中叙述何以高度紧凑。
