← 佚名

亚里士多德《修辞学》佚名评注

§241.31-243.20

德性的外在确证与叙述长度的适度

注释家征引《修辞学》第一卷第九章的内容,解释门第、抚育等外在要素及行为如何作为德性的确证,说明建议与赞扬、颂词如何通过措辞转换而相互转化;随后转向第三卷第十六章,借助揉面师傅的逸话阐明叙述既不应仓促冗长亦不应过于短小,而当取中道与适度。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.1.16#2

εὗρον καὶ σχόλιον τοιοῦτον· οἷον ὅτι ἐποίησεν ἔργα ἀνδρεῖα βαρβάρους τροπωσάμενος καὶ νίκας πολλὰς συστησάμενος. [1367 b 29] τὰ δὲ κύκλῳ ἤτοι τὰ ἐκτὸς τοῦ πράγματος, οἷον εὐγένειαν, ἀνατροφήν, παιδείαν, λάβε εἰς πίστιν καὶ ἀπόδειξιν τῶν [f. 77r] τοιούτων ἔργων, ὅτι μεγάλα εἰσίν· εἰκὸς γὰρ ἀγαθοὺς εἶναι τοὺς ἐξ ἀγαθῶν γεννηθέντας καὶ τὸν οὕτω τραφέντα ἀγαθῶς τοιοῦτον εἶναι ἤτοι ἐπιτελεστὴν τοιούτων ἔργων μεγάλων· διὸ καὶ ἐγκωμιάζομεν τοὺς πράξαντας νῦν τόδε τὸ ἔργον. τὰ δὲ ἔργα καὶ τὰ ἀποτελέσματα λαμβάνομεν ὡς σημεῖα τῶν πράξεων· ἐπεὶ γὰρ τόδε τὸ ἔργον μέγα ἐστὶ τοῦ Ἀλεξάνδρου, λοιπὸν καὶ πᾶσαι αἱ πράξεις αὐτοῦ μεγάλαι εἰσὶν αἱ δι’ ὅλης τῆς ζωῆς αὐτοῦ πραχθεῖσαι. [1367 b 33] ἐπεί, εἰ πιστεύοιμεν καὶ γνωρίζοιμέν τινα, ὅτι τοιοῦτός ἐστιν ἤτοι ἀγαθὸς ἢ ἀνδρεῖος, ἐπαινοῖμεν αὐτὸν1 ὡς τοιάνδε ἕξιν ἔχοντα καὶ μὴ πεπραχότα, ἤτοι εἰ καὶ μὴ γινώσκομεν αὐτόν, ὅτι ἀνδρικήν τινα ἐποίησε πρᾶξιν, ἢ εἰ καὶ μὴ ἔπραξέ ποτε ἀνδρικόν τι. ὁ μακαρισμὸς δὲ καὶ ὁ εὐδαιμονισμὸς ταὐτὰ μέν εἰσιν ἑαυτοῖς ἤτοι ἀλλήλοις, οὐ ταὐτὰ δέ εἰσι τούτοις ἤτοι τῷ ἐγκωμίῳ καὶ τῷ ἐπαίνῳ, ἀλλ’ ὥσπερ ἡ εὐδαιμονία περιέχει τὴν ἀρετήν, οὕτω καὶ ὁ εὐδαιμονισμὸς περιέχει ταῦτα ἤτοι τὸν ἔπαινον καὶ τὰ ἐγκώμια· ὁ γὰρ ἔπαινος τῆς ἀρετῆς ἐστιν. ἐπεὶ δὲ τὴν ἀρετὴν περιέχει ἡ εὐδαιμονία, λοιπὸν ἄρα καὶ ἡ εὐδαιμονία περιέχει τὸν ἔπαινον καὶ τὸ ἐγκώμιον. ὁ ἔπαινος δὲ καὶ αἱ συμβουλαὶ ἔχουσί τι κοινὸν εἶδος· ἃ γάρ τις συμβουλεύων ὑπόθοιτο καὶ συμβουλεύσοι τινὶ ὥστε ποιῆσαι αὐτά, ταῦτα μεταθεὶς καὶ ἀλλοιώσας τῇ λέξει ἐγκώμια γίνεται. [1368 a 1] ἐπεὶ οὖν ἔχομεν, τίνα δεῖ πράττειν τὸν ἐπαινούμενον καὶ ποδαπὸν δεῖ εἶναι τὸν ἐπαινούμενον ἤτοι ἀγαθόν, ταῦτα ὁ λέγων ὡς ὑποθήκας ἤτοι ὡς παραινέσεις δεῖ αὐτὰ μετατιθέναι2 καὶ μεταστρέφειν κατὰ τὴν λέξιν, εἴ γε βούλοιτο ποιῆσαι αὐτὰ ὡς παραινέσεις· οἷον ὑποθήκη ἐστίν, εἴ τις λέγει, ὅτι οὐ δεῖ μέγα φρονεῖν ἐπὶ τοῖς κατὰ τύχην γενομένοις ἀλλ’ ἐν τοῖς πραχθεῖσι δι’ ἑαυτόν, ἤτοι ἀλλ’ ἐφ’ οἷς αὐτὸς ἔπραξε καὶ ὧν αὐτὸς αἴτιος καὶ οὐχ ἡ τύχη. ὡδὶ δὲ ἂν εἴποις μεταθεὶς τὴν λέξιν, οἷον ἀντὶ τοῦ ‘οὐ δεῖ’ ἐὰν εἴπῃς ‘δεῖ’, γενήσεται ἐγκώμιον, οἷον εἰ εἴπῃς ‘μέγα φρονῶν οὐ τοῖς διὰ τύχην ὑπάρχουσιν ἀλλὰ τοῖς δι’ ἑαυτόν’. [1368 a 7] ὥστε ὅταν βουληθῇς ἐπαινέσαι τὸν Ἀλέξανδρον, ὅρα, τί ἂν ὑπόθοιο καὶ συμβουλεύσαις τῷ Ἀλεξάνδρῳ, εἴ γε ἔμελλες αὐτῷ συμβουλεύσασθαι, καὶ ταῦτα λαβών, ἃ ὡς παραινέσεις ἂν εἶπας πρὸς αὐτόν, μεταθεὶς μικρόν τι τὴν λέξιν ποιήσεις ἐγκώμιον· καὶ πάλιν, ὅταν ὑποθῇς ἤτοι μέλλῃς παραινέσαι, ὅρα, τί ἂν ἐπαινέσειας ἤτοι τί ἂν ἐπῄνεσας αὐτόν, καὶ τοῦτο λαβὼν μεταρρύθμισον τὴν λέξιν μικρὸν καὶ ποιήσεις ὑποθήκην. [1368 a 8] ἡ δὲ λέξις ἡ ἐν τῇ ὑποθήκῃ καὶ τῷ ἐπαίνῳ ἐστὶν ἀντικειμένη, ὅταν τὸ μὲν ἤτοι ἐπὶ τῆς παραινέσεως κωλύῃ λέγων ‘οὐ δεῖ μέγα φρονεῖν’, τὸ [f. 77r] δὲ ἤτοι ἐπὶ τοῦ ἐπαίνου οὐ κωλύῃ λέγων ‘δεῖ μέγα φρονεῖν’, ἀλλ’ ὅτι οὐ μέγα ἐφρόνει ἐκεῖνος· ἀντίκειται δὲ ἡ λέξις ἡ κωλύειν3 λέγουσα, ὃ ἐπαινεῖ καὶ οὐ κωλύεις †, καὶ ἡ μὴ κωλύειν. [1416 b 29] Τινὲς δὲ λέγουσιν, ὅτι δεῖ εἶναι τὴν διήγησιν ταχεῖαν καὶ σύντομον, ὥσπερ ὁ εἰπὼν πρὸς τὸν μάττοντα ἐρωτήσαντα· ἐμάλασσε δὲ ζύμην καὶ ἠρώτησε ‘πότερον δεῖ μάττειν τὴν ζύμην, ἵνα ποιήσωμεν ταύτην σκληρὰν ἢ μαλακήν;’ ἔφη ‘τί δέ; ἀδύνατόν ἐστι τὸ εὖ;’ ἤτοι τὸ μέσον ἤτοι τὸ ποιῆσαι αὐτὴν μήτε μαλακὴν μήτε σκληρὰν ἀλλὰ μέσην. καὶ ἐνταῦθα ἐπὶ τῆς διηγήσεως ὁμοίως· [b 32] δεῖ γὰρ μὴ διηγεῖσθαι μακρῶς ἤτοι ταχέως, ὥσπερ οὐδὲ μακρῶς προοιμιάζεσθαι, οὐδὲ τὰς πίστεις ἤτοι τὰς ἀποδείξεις λέγειν μακράς· οὐδὲ γὰρ τὸ εὖ ἤτοι τὸ μέσον θεωρεῖται ἢ ἐν τῷ ταχὺ καὶ μακρῶς διηγεῖσθαι ἢ ἐν τῷ συντόμως, ἀλλ’ ἐν τῷ μήτε μακρῶς καὶ ταχέως διηγεῖσθαι μήτε συντόμως· τοῦτο γὰρ δηλοῖ τὸ μετρίως ἤτοι τὸ μέσως· [b 35] τοῦτο δέ ἐστιν, ἤτοι τὸ μετρίως καὶ μέσως διηγεῖσθαι, ἀλλ’ ἐν τῷ λέγειν διηγούμενος ἐκεῖνα μόνα, ὅσα δηλοῦσι καὶ παριστῶσι τὸ πρᾶγμα, ἢ ἐκεῖνα, δι’ ὅσων ἄν τις ἀκροατὴς ὢν ὑπολάβῃ γενέσθαι τὸ πρᾶγμα παρὰ τοῦ ἀντιδικοῦντός μοι ἢ βεβλαφέναι καὶ βλάψαι με, ἢ τηλικαῦτα [f.

我也发现了一条如下的注记:例如,通过击溃蛮族并建立多次胜利,他成就了勇敢的事迹。 “周遭的事物”,即事物之外的方面,如门第、抚育、教育,你当取来用于对此类功绩是重大的予以确信和论证;因为出身良善者是善的,而如此良好受育者也是这样的人,即此类大作为的成就者,这是合乎情理的;因此我们也称颂如今作了这件功绩的人。我们把功绩和成果当作行为的标志;因为既然亚历山大的这一功绩是重大的,那么他一生中所行的全部行为随之也是重大的。 因为,如果我们确信并认识某人是这样的人,即善的或勇敢的,即使他并未付诸行动,即即便我们并不知道他做过任何勇敢的行为,或者即便他从未做过勇敢的事,我们也会称赞他是具有这种品质的人。祝福与道福彼此固然是同一的,但与这些即颂词和赞扬并不是同一的,而是正如幸福包容德性一样,道福也包容这些,即赞扬与颂词;因为赞扬是针对德性的。既然德性为幸福所包容,那么幸福随之也就包容了赞扬与颂词。赞扬与建议具有某种共同的类型;因为一个人在提出建议时所建议并劝告某人去行的事情,在措辞上加以调换和变通之后,就变成了颂词。 因此,既然我们掌握了受赞扬者应当做什么、受赞扬者应当是何种人,即应当是善的,那么发言者如果要将它们作为劝诫,就必须把它们作为建议即劝告,在措辞上予以调换和转换;例如,如果有人说不应当因运气造成的偶发之事而自傲,而应当对因自己而做成的事自傲,即应当对自己所做且自己而非运气作为原因的事自傲,这就是建议。而如果你转换措辞这样说,例如把“不应当”换成“应当”,就会成为颂词,比如你说“不因运气带来的所有物而自负,而是因出于自身之事自负”。 所以,当你想要赞赏亚历山大时,就看如果你要向亚历山大提出建议,你会向他建议并劝告什么,取来这些你作为劝诫会对他说的话,稍加调换措辞,你就会写出颂词;反过来,当你提出建议即打算劝诫时,看你会赞赏他什么,或者曾赞赏他什么,取来这个稍加变动措辞,你就会做出建议。 建议与赞赏中的措辞是相对的,因为前者即在劝告中予以阻止,说“不应当自傲”,而后者即在赞赏中并不予以阻止,说“应当自傲”,而是说那个人并未自傲;阻止的措辞与不阻止的措辞是相对立的。 有些人说叙述应当迅速而紧凑,正如回答那位发问的面包工的人一样;当时面包工正在揉面团,问道:“揉面团应当使它硬呢,还是软呢?”他说:“怎么,做到‘适度’是不可能的吗?”也就是中道,即揉得既不软也不硬而是居中。在这里谈到叙述时也是如此;因为不应当冗长地即仓促地叙述,正如不应当冗长地作绪论,也不应当冗长地陈述证据即论证一样;因为“良好”即中道,既不在于迅速冗长地叙述,也不在于紧凑短小地叙述,而在于既不冗长仓促地叙述,也不过于紧凑地叙述;因为这正是“适度地”即“适中地”的意思;而这,即适度且适中地叙述,在于叙述时仅陈述那些表明并呈现事件的事情,或者听众据之能够认定事情是由我的诉讼对手造成的、或者他已经损害并伤害了我的事情,抑或是如此重大之事……

语法注3 条
  1. 3.1.16ἐπεί, εἰ πιστεύοιμεν καὶ γνωρίζοιμέν τινα, ὅτι τοιοῦτός ἐστιν ἤτοι ἀγαθὸς ἢ ἀνδρεῖος, ἐπαινοῖμεν αὐτὸν

    在连词 ἐπεί 引导的因果从句中嵌套了一个祈愿语气的假定条件句(εἰ πιστεύοιμεν... ἐπαινοῖμεν)。主句动词 ἐπαινοῖμεν 虽然省去了小辞 ἄν,但这属于后期及拜占庭希腊语中祈愿语气条件句结论从句省略 ἄν 的典型潜势表达。

  2. 3.1.16ταῦτα ὁ λέγων ὡς ὑποθήκας ἤτοι ὡς παραινέσεις δεῖ αὐτὰ μετατιθέναι

    句首出现了主格分词短语 ὁ λέγων,而后文却转入了带有无人称动词 δεῖ 和宾格代词 αὐτά 的不定式结构(δεῖ αὐτὰ μετατιθέναι),形成了句法破格(或悬空主格),其实质含义为“发言者必须转换这些内容”。

  3. 3.1.16ἀντίκειται δὲ ἡ λέξις ἡ κωλύειν λέγουσα, ὃ ἐπαινεῖ καὶ οὐ κωλύεις †, καὶ ἡ μὴ κωλύειν

    主语由两个并列部分构成:ἡ λέξις ἡ κωλύειν λέγουσα 以及 καὶ ἡ μὴ κωλύειν[λέγουσα],动词 ἀντίκειται 则依就近原则使用单数。尽管中间的关系从句存在文本讹误(带匕首标记),其核心句法骨架仍为“主张阻止的措辞与不主张阻止的措辞互相对立”这一二元对比结构。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4026.tlg001.humanitext-grc1:241.31-243.20