← 佚名

亚里士多德《修辞学》佚名评注

§240.9-241.31

演示性演说中的叙述方式与赞扬的分类

注解者阐释了亚里士多德《修辞术》卷三第16章(1416b16-35)中关于演示性演说的叙述方法(不可连贯叙述全部行为,而应逐一陈述并穿插扩充)、叙述众所周知之人(阿喀琉斯)与未知之人(克里提阿斯)的区别,以及赞扬(针对品质)与颂词(针对具体功绩)的定义划分。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.1.16#1

16. Διήγησις ἐν μὲν τοῖς ἐπιδεικτικοῖς οὐκ ἔστιν ἐφεξῆς ἤτοι συνημμένη καὶ κατὰ τάξιν, ἤτοι οὐκ ἔστι πρῶτον διηγήσασθαι πάσας † τε, ὅσας πράξεις ἐποίησεν, ἤτοι ὡς ἀνδρεῖος ὅσας ἐποίησε καὶ ὅσας ὡς σώφρων καὶ ὅσας ὡς φρόνιμος, εἶτα χωρῆσαι εἰς αὔξησιν τῶν τοιούτων πράξεων, ὡς δεῖξαι αὐτὰς ἢ μείζους ἢ φαύλας, ἀλλὰ κεκερματισμένως, ὡς πρῶτον εἰπεῖν, ἃς πράξεις ἐποίησεν ὡς φρόνιμος, εἶτα χωρῆσαι εἰς αὔξησιν αὐτῶν καὶ οὕτω μίαν ἑκάστην λέγειν καὶ εὐθὺς αὐξάνειν αὐτήν. ἢ τὸ [b 16] ἐφεξῆς κατὰ τάξιν ἤτοι τὸ λέγειν πρῶτον, ἣν πρῶτον ἐποίησε, καὶ τοῦ καιροῦ, καθ’ ὃν ταύτην ἐποίησεν, εἶτα λέγειν, ἣν μετὰ ταῦτα ἐποίησε, καὶ μνημονεύειν τοῦ καιροῦ, ἐν ᾧ αὕτη ἐγένετο, καὶ μὴ λέγειν αὐτὰς χύδην καὶ ὡς ἔτυχεν, ἀλλὰ τὴν μὲν πρώτην εἰπεῖν πρῶτον καὶ δευτέρως τὴν δευτέραν. ἐξ ὧν ὁ λόγος· ὁ γὰρ λόγος ἐκ τῶν πράξεων σύγκειται. [b 18] τὸ μὲν ἄτεχνον ἤτοι τὸ διηγεῖσθαι τὰς πράξεις αὐτοῦ ἐγκωμιαζομένου οὐχὶ τεχνικόν ἐστι· τί γὰρ ἡ τέχνη ἢ ὁ λέγων ῥήτωρ συμβάλλεται εἰς τὸ διηγήσασθαι τὰς πράξεις; αὗται γὰρ αἱ πράξεις ψιλαὶ λέγονται· τὸ δὲ ἤτοι τὸ ἐπαυξῆσαι τὰς πράξεις καὶ ἀποδεῖξαι αὐτὰς μείζους ἐκ τῆς ῥητορικῆς τέχνης ἔχομεν καὶ τὸ ἀποδεῖξαι, ὅτι οὕτως μὲν ἐγένετο ἢ οὐκ εἰκὸς πιστευθῆναι, ὅτι ἐγένετο. [b 20] τοῦτο δέ, ὃ οὐ δίδωσιν ἡ τέχνη, ἐστὶ τὸ ἀποδεῖξαι,1 ἢ ὅτι ἔστι καὶ ἐγένετο ἥδε ἡ πρᾶξις καὶ οὐκ ἄπιστόν ἐστιν, ὅτι ἐγένετο, κἂν δοκῇ τισιν ἄπιστον, ἢ ὅτι ποιόν ἐστι, δεικνύει, ἤτοι ἆρά γε ἀγαθή ἐστιν ἥδε ἡ πρᾶξις ἢ φαύλη, ἢ δεικνύει, ὁπόσον ἐστὶ τὸ πραχθέν, μέγα ἢ μικρόν, ἢ καὶ ἅπαντα δείκνυσιν, ὅτι οὐκ ἄπιστόν ἐστι τόδε γενέσθαι καὶ ὅτι καλόν ἐστι καὶ ὅτι μέγα ἐστί· ἢ τἀναντία δείκνυσιν, ἤτοι ὅτι ἄπιστον καὶ ὅτι κακὸν καὶ ὅτι μικρόν. [b 21] διὰ τοῦτο δὲ οὐ δεῖ πάντα διηγεῖσθαι ἐφεξῆς ἤτοι συνημμένως, ἤτοι οὐ δεῖ λέγειν τὰς ἀνδρικὰς πράξεις καὶ ὅσα ὡς δίκαιος ἔπραξε καὶ ὅσα ὡς σώφρων καὶ ὅσα ὡς σοφός, εἶτα ἀνακεφαλαιοῦσθαι καὶ αὔξειν τὰς ἀνδρικὰς πράξεις, εἶτα ὅσα ὡς δίκαιος ἔπραξε δεικνύειν μέλλει καὶ ὅσα ὡς σώφρων· [b 22] τὸ γὰρ δεικνύναι οὕτως καὶ αὔξειν ἤτοι [f. 76v] ὕστερον δυσμνημόνευτον γίνεται τοῖς ἀκροαταῖς· εἰ γὰρ πάντα, ὅσα ἐποίησε, διηγήσομαι συνημμένως, εἶτα μέλλω ἀνακεφαλαιώσασθαι καὶ αὔξησιν ἑνὸς ἑκάστου ὧν εἶπον ἐν τῇ διηγήσει ποιήσασθαι, οὐκέτι οἱ ἀκροαταὶ ἐπὶ μνήμης ἕξουσιν, ὅσα εἶπον ἐν τῇ διηγήσει, ἵνα ἀκολούθως ἕπωνται καὶ τῇ τούτων αὐξήσει. ἐκ τούτων μὲν οὖν τῶν ἐπιχειρημάτων δειχθήσεται ἀνδρεῖος, ἐξ ἄλλων δὲ σοφός. [b 24] καὶ ἁπλούστερος ὁ λόγος οὗτός ἐστιν ἤτοι τὸ ἀποδεικνύειν, ὅτι ἀνδρεῖός ἐστι, καὶ εὐθὺς χωρεῖν εἰς αὔξησιν τούτου, εἶτα δεικνύειν αὐτὸν σοφὸν καὶ εὐθὺς εἰς αὔξησιν χωρεῖν αὐτοῦ, ἤτοι ῥᾴδιόν ἐστι τὸ μὴ ἐφεξῆς διηγεῖσθαι· ἐκεῖνος δὲ ὁ λόγος ὁ ἀφηγούμενος πάσας τὰς πράξεις αὐτοῦ, οἷον ὅτι δίκαιός ἐστι καὶ ὅτι σοφὸς καὶ ὅτι σώφρων, εἶτα χωρῶν εἰς αὔξησιν ἑνὸς ἑκάστου αὐτῶν ποικίλος ἐστὶ καὶ οὐ λιτὸς καὶ ἔτι δυσμνημόνευτος τοῖς ἀκροαταῖς. [b 25] δεῖ δέ, ἐν οἷς διηγῇ, ἀναμιμνῄσκειν τοὺς γνωρίμους ὅτι ‘οὐ ταῦτα διηγοῦμαι, ἃ ὑμεῖς γινώσκετε’. διὸ οἱ πολλοὶ γινώσκοντες ταῦτα οὐδὲ δέονται διηγήσεως, ἵνα αὐτοῖς ταῦτα παραστήσῃ· οἷον εἰ θέλεις ἐπαινεῖν τὸν Ἀχιλλέα, λέγε ‘ἴσασι μὲν τὰς πράξεις αὐτοῦ πάντες, ἀλλὰ δεῖ χρῆσθαι αὐταῖς’ ἤτοι διηγεῖσθαι δεῖ πάλιν αὐτάς, κἂν πάντες αὐτὰς ἴσασιν, ἵνα χρῶνται αὐταῖς· τὸν γὰρ Ἀχιλλέα πάντες γινώσκουσι καὶ τὰς πράξεις αὐτοῦ. [b 28] τὸν δὲ Κριτίαν, ἐπεὶ ἀγνοοῦσιν, εἰ θέλεις ἐπαινεῖν αὐτόν, δεῖ διηγεῖσθαι τὰς πράξεις αὐτοῦ, ἵνα πάντας αὐτὰς ἀναδιδάξῃς. [1367 b 26] Ὁ μὲν ἔπαινος ἐστι τοῦ τῶν ἕξεων μεγέθους, οἷον ὁ δεῖνα ἀνδρικώτατος· τὸ δὲ ἐγκώμιον τῶν ἔργων ἤτοι τῶν ἀποτελεσμάτων· ὁ γὰρ ἔπαινος λόγος ἐστὶν ἐμφανίζων τὸ μέγεθος τῆς ἀρετῆς ἤτοι τῆς ἕξεως. [1367 b 27] δεῖ οὖν τὰς πράξεις δεικνύναι, [f. 77r] ὡς μεγάλαι, ἃς δι’ ὅλης τῆς ζωῆς αὑτοῦ ἔπραξε. τὸ δὲ ἐγκώμιον ἐστι τῶν ἔργων τῶν νῦν πραχθέντων παρ’ αὐτοῦ καὶ προσεχῶς. ἢ, εἰ βούλει, νόησον πράξεις τὰς ἐνεργείας καὶ τὰ ἔργα αὐτοῦ καὶ λάβε ‘τὸ δέ, τὸ ἐγκώμιον’, τὸ δὲ ἀντὶ τοῦ γάρ.2

16. 叙述在演示性演说中不是连续的,即不是连贯且按次序的。也就是说,不应当先叙述他所作的全部行为,即作为勇敢者所作的一切、作为节制者所作的一切以及作为明智者所作的一切,然后转向对这些行为的扩充,以显明它们是更重大的还是卑劣的;而是应当分割开来,先陈述他作为明智者所作的行为,然后转向对这些行为的扩充,如此陈述每一件事并随即对其予以扩充。或者,“连续地”是指按次序,即首先陈述他首先所作的事情连同他做此事的时间,然后陈述他在此之后所作的事情并提及此事发生的时间,而不是杂乱无章、随意陈述,乃是先讲第一件事,再讲第二件事。“言论由之构成”:因为言论是由行为组成的。 “非技术的”是指叙述被称颂者本人的行为并不是出于技术的;因为技术或者发言的演说家对于叙述行为能做出什么贡献呢?因为这些行为是赤裸地被陈述的。但是,扩充行为并证明它们是更重大的,以及证明事情是这样发生的、或者证明其发生是不大可信的,则是我们从修辞技术中获得的。 而技术所不提供的这件事情,就是去证明这一行为确实存在且发生过,并且即便在某些人看来不可信,其发生也并非不可信;或者显明它是何种性质的,即这一行为到底是善的还是恶的;或者显明所作之事有多大,是重大还是微小;或者显明全部这些:此事发生并非不可信,并且是美好的,并且是重大的;或者显明相反的方面,即它是不可信的、恶劣的且微小的。 正因如此,不应当连贯地、即不应当连续地叙述一切;也就是说,不应当先陈述勇敢的行为,以及作为正义者所行的一切、作为节制者所行的一切、作为智慧者所行的一切,然后总括并扩充勇敢的行为,接着打算显明作为正义者所行的一切以及作为节制者所行的一切;因为这样来显明和扩充,即事后再做,对于听众来说是难以记忆的;因为如果我将他所作的一切事情连贯地叙述出来,然后打算总括并对我在叙述中所说的每一件事做出扩充,听众就不会再在记忆中保持我在叙述中所说的一切,从而无法顺畅地跟上对这些事情的扩充。因此,根据这些论据他将被显明为勇敢的,而根据另一些论据将被显明为智慧的。 并且这种言论是更为单纯的,即证明他是勇敢的并随即转向对此的扩充,然后显明他是智慧的并随即转向对他的扩充;也就是说,不连续叙述是容易的。而那种叙述他的一切行为——例如他是正义的、智慧的和节制的——然后转向对其中每一项进行扩充的言论则是繁复的,不简素,而且对于听众来说难以记忆。 但是在你叙述的事情中,应当提醒相识之人:“我并不是在叙述你们已知的事情。”因此,大众由于知晓这些事情,甚至不需要为了向他们陈明这些事情的叙述;例如,如果你想称赞阿喀琉斯,就说:“所有人固然知晓他的事迹,但必须加以运用”;也就是说,即使所有人都知晓它们,也必须再次叙述它们,以便运用它们;因为所有人都认识阿喀琉斯及其事迹。 至于克里提阿斯,既然大家并不了解他,如果你想称赞他,就必须叙述他的事迹,以便向所有人讲授清楚。 “赞扬针对品质的伟大”,例如某人最为勇敢;“而颂词针对功绩”,即成果;因为赞扬是彰显德性、即品质的伟大的言论。 因此应当显明他一生中所行的行为是重大的。而颂词针对的是他现在和最近所作的功绩。或者,如果你愿意,可将行为理解为他的活动与功绩,并取“而……颂词”,将这里的“而”(δέ)理解为替代“因为”(γάρ)。

语法注2 条
  1. 3.1.16τοῦτο δέ, ὃ οὐ δίδωσιν ἡ τέχνη, ἐστὶ τὸ ἀποδεῖξαι

    从句法上看,关系从句 ὃ οὐ δίδωσιν ἡ τέχνη 限定了主语 τοῦτο,表语是不定词短语 ἐστὶ τὸ ἀποδεῖξαι...。尽管此处的否定词 οὐ 可能是受前文 ἄτεχνον 影响而产生的传抄异文,但在结构上整句表述为:修辞技术(原本并不作为现成事实提供的)这一环,在于去论证该行为确实发生过。

  2. 3.1.16καὶ λάβε ‘τὸ δέ, τὸ ἐγκώμιον’, τὸ δὲ ἀντὶ τοῦ γάρ

    这是针对亚里士多德原文中连接词 δέ 功能的语法性指示。注解者指示读者将引文 τὸ δὲ ἐγκώμιον 中的 δέ 视为解释性/原因性连接词 γάρ(“因为”)的代用。λάβε 为祈使语气,用于指引读者的释读。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4026.tlg001.humanitext-grc1:240.9-241.31