- 底本
- Anonymus, In Aristotelis artem rhetoricam commentarium. Commentaria in Aristotelem Graeca XXI.2, ed. H. Rabe, Berlin: Reimer 1896, pp. 1-262. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4026.tlg001.humanitext-grc1:239.2-240.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注解者阐释了亚里士多德《修辞学》1416b4–12,分析了先稍作称赞而后长篇谴责的巧妙中伤技巧,以及控辩双方均可通过为同一行为赋予不同动机来利用的通用论题,并以狄奥墨得斯与奥德修斯同行为例进行了说明。
[b 4] ἄλλος [f. 76r] τὸ διαβάλλοντα ἐπαινοῦντα μικρὸν μακρῶς ψέξαι,1 ἤτοι ἐὰν μέλλῃς διαβαλεῖν τινα, μὴ εἴπῃς ὅλα τὰ πρὸς διαβολὴν αὐτοῦ συντείνοντα, ἀλλὰ πρῶτον ἐπαίνεσαι μικρόν τι αὐτόν, εἶτα χώρησαι εἰς μακρὰν διαβολὴν αὐτοῦ καὶ ψέξαι μεγάλως, ἵνα μὴ ἐκ τοῦ διαβάλλειν αὐτὸν μόνον δόξῃς ἐχθρὸς αὐτοῦ εἶναι· καὶ εἴ τι μέγα ἀγαθὸν ἔχει, δεῖ αὐτὸ συντόμως εἰπεῖν καὶ μικρὸν ἐν αὐτῷ ἐνδιατρῖψαι· ἢ δεῖ σε πρῶτον εἰπεῖν πολλὰ ἀγαθὰ αὐτοῦ καὶ κατορθώματα μὴ συντείνοντα εἰς τὴν ὑπόθεσιν, εἶτα ψέξαι ἕν τι αὐτοῦ, ὅπερ φέρει καὶ συντείνει εἰς τὸ πρᾶγμα ἤτοι εἰς τὴν ὑπόθεσιν ἤτοι εἰς τὸ δεῖξαι αὐτὸν κακόν· μὴ συντείνοντα εἰς τὴν ὑπόθεσιν, ἤτοι ἵνα μὴ ἐκ τῶν ἀγαθῶν αὐτοῦ, ὧν λέγεις, δείκνυται, ὅτι μοιχὸς οὐκ ἔστιν, εἴ γε ἐγκαλεῖται. [b 1] σύμβολον δέ ἐστι τοῦ εἶναι τὸν Τεῦκρον προδότην τῶν Ἑλλήνων τὸ εἶναι τὴν Ἡσιόνην, τὴν μητέρα αὑτοῦ, ἀδελφὴν τοῦ Πριάμου. [b 6] τοιοῦτοι δέ εἰσιν οἱ τεχνικώτεροι ῥήτορες οἱ τεχνικῶς ἐπιχειροῦντες εἰς τὸ διαβάλλειν ἐκ τοῦ πρῶτον λέγειν τὸν ῥήτορα, εἴ τι ἀγαθὸν ἔχει ὁ διαβαλλόμενος μὴ συντεῖνον εἰς τὸ ἀνατρέψαι τὸ ὃ ἐγκαλεῖται ἔγκλημα, εἶτα λέγειν καὶ κακόν τι, δι’ οὗ δέδεικται, ὡς τοιοῦτός ἐστιν, οἷος ἐγκαλεῖται. ἀδικώτατοι δὲ λέγονται οἱ τοιοῦτοι ῥήτορες οἱ οὕτω μεταχειριζόμενοι τὴν διαβολὴν ὡς συστρέφοντες καὶ συνταράττοντες τὴν ἀλήθειαν ἐκ τοῦ οὕτως τεχνικῶς ἐπιχειρεῖν διαβάλλειν. [b 7] ἐν τοῖς ἀγαθοῖς γάρ, ἤτοι ἀπὸ τοῦ λέγειν γὰρ πρῶτον τὰ ἐνόντα τῷ διαβαλλομένῳ ἀγαθά, εἶτα τὰ φαῦλα, πειρῶνται βλάπτειν τὴν ἀλήθειαν συμπαραμιγνύντες αὐτὰ τὰ ἀγαθὰ τοῖς κακοῖς καὶ μὴ λέγοντες μόνα τὰ ἐνόντα αὐτοῖς φαῦλα· ἐντεῦθεν γὰρ καὶ οἱ δικασταὶ διαστρέφονται καὶ οἴονται αὐτὸν ἀληθῆ εἶναι καὶ διὰ τοῦτο πιστεύουσι καὶ αὐτῷ. [b 8] ὁ δὲ τοιοῦτος τόπος κοινός ἐστι καὶ τῷ διαβάλλοντι καὶ τῷ ἀπολυομένῳ ἤτοι τῷ ἀπολογουμένῳ καὶ ἐκβάλλοντι ἑαυτὸν τῆς διαβολῆς, ἐπεὶ καὶ ἐνδέχεται καὶ ἐγχωρεῖ τὸ αὐτὸ καὶ ἓν πρᾶγμα γενέσθαι διὰ πλείονα τὰ αἴτια, ὧν (τῶν αἰτίων) τὰ μέν εἰσι φαῦλα2 καὶ λυσιτελοῦντα τῷ διαβάλλοντι, τὰ δέ εἰσιν ἀγαθὰ καὶ λυσιτελοῦντα τῷ ἀπολογουμένῳ. καὶ τὸν μὲν διαβάλλοντα δεῖ κακοηθέστερον ἤτοι κακοήθως ἐκλαμβάνειν πᾶν ἐπὶ τὸ χεῖρον, κἂν ἀγαθὸν ᾖ, τὸν δὲ ἀπολυόμενον ἤτοι τὸν ἀπολογούμενον δεῖ ἐκλαμβάνειν πᾶν ἐπὶ τὸ βέλτιον, κἂν κακὸν ᾖ, [b 12] οἷον ὁ Διομήδης πεμπόμενος κατάσκοπος ἔλαβε σὺν αὐτῷ καὶ τὸν Ὀδυσσέα· καὶ τῷ μὲν ἤτοι τῷ ἀπολογουμένῳ ἐκληπτέον αὐτὸ οὕτως,3 ὅτι ὡς ἄριστον καὶ ὡς ἔκκριτον τῶν ἄλλων αὐτὸν προείλετο λαβεῖν, τῷ δὲ ἤτοι τῷ κατηγόρῳ [f. 76r] τοῦ Ὀδυσσέως οὕτως ἐκληπτέον, ὅτι οὐ διὰ τὸ εἶναι αὐτὸν ἄριστον τῶν ἄλλων προείλετο ἀλλὰ διὰ τὸ εἶναι μᾶλλον ἀσθενῆ καὶ φαῦλον [f. 76v] καὶ μὴ δυνάμενον ἀνταγωνιστεῖν καὶ ἀντιπίπτειν αὐτῷ· ὥστε, ἵνα μὴ ἀντιπίπτῃ αὐτῷ, ἀλλὰ κατὰ πάντα ἐπακολουθῇ τῷ αὐτοῦ θελήματι, διὰ τοῦτο αὐτὸν ἠθέλησε λαβεῖν· εἰ γὰρ ἄλλον ἄριστον ἔλαβεν, οὐκ ἂν κατεδέχετο αὐτοῦ ἀκούειν.
另一个[论题]是中伤者在稍作称赞之后进行长篇的谴责;也就是,如果你打算中伤某人,不要说出有助于中伤他的全部事情,而是先在小事上称赞他一番,然后转向对他的长篇中伤并大加谴责,以免仅仅因为中伤他而显得你是他的敌人;并且如果他有什么重大的善端,应当简要陈述并在其上稍作停留即可;或者你应当先陈述他的许多与案情无关的善端和成就,然后谴责他与事件相关并有助于事件的一件事,即有助于诉讼或有助于证明他是坏人的一件事;“与案情无关”,也就是为了不因你所说的他的善端而显出他并非通奸者——如果他确实被如此指控的话。 透克洛斯是希腊人的背叛者的一个凭据,乃是他的母亲赫西俄涅是普里阿摩斯的姐妹。 更谙熟技巧的演说家便是这样的人,他们巧妙地着手中伤,其方法是演说家先陈述被中伤者所具有的、与推翻他被指控的罪名无关的善端,然后又陈述某个恶端,借此显明他正如被指控的那样。这样运用中伤的演说家被称为最不义之人,因为他们通过如此巧妙地着手中伤而扭曲和扰乱了真相。 因为“在善端之中”,即是指首先通过陈述被中伤者所具有的善端、然后陈述劣端,他们试图通过将善端本身掺入恶端之中且不单陈述存在于他们身上的劣端来损害真相;因为裁判官也由此被扭曲,并认为他所言属实,因此也信任了他。 这样的论题对于中伤者与洗脱嫌疑者——即辩护并使自己摆脱中伤者——双方都是通用的,因为同一件单独的作为完全可能且允许是出于多种原因而发生的,在这些原因之中,有些是劣败且有利于中伤者的,有些则是良善且有利于辩护者的。中伤者应当不怀好意地,即居心不良地,哪怕是善事也一概朝更坏的方向解释,而洗脱嫌疑者,即辩护者,哪怕是坏事也应当一概朝更好的方向解释;例如,狄奥墨得斯被派去作间谍时,带了奥德修斯同行;对于一方,即对于辩护者来说,应当这样解释:他是因为奥德修斯最为卓越、超出他人而选择带上他;但对于另一方,即对于奥德修斯的控告者来说,则应当这样解释:他选择奥德修斯并非因为他是所有人中最卓越的,而是因为他较为孱弱和卑劣,无力与自己竞争和作对;因此,为了不让他与自己作对,而在一切事上顺从自己的意愿,正因如此他才想带上他;因为如果他带了另一位最卓越的人,那人绝不会甘心听从于他。
- 3.1.15τὸ διαβάλλοντα ἐπαινοῦντα μικρὸν μακρῶς ψέξαι
定冠词 τὸ 引出不定式 ψέξαι,其逻辑主语为作宾格的分词 διαβάλλοντα。分词 ἐπαινοῦντα 表示在时间或情态上先于主要动作的先行动作(“稍作称赞之后”),整体构成一个名词性短语,意为“中伤者在稍作称赞之后进行长篇谴责”。
- 3.1.15ὧν (τῶν αἰτίων) τὰ μέν εἰσι φαῦλα
关系代词 ὧν 作为部分属格承接前项 πλείονα τὰ αἴτια,并与后文的 τὰ μέν ... τὰ δέ 构成并列分配结构(“在这些原因中,有些是……,有些是……”)。括号中的 τῶν αἰτίων 是注解者对先行词的补充性解释。
- 3.1.15τῷ μὲν ἤτοι τῷ ἀπολογουμένῳ ἐκληπτέον αὐτὸ οὕτως
动词性形容词 ἐκληπτέον 用于非人称句以表示义务或必要性,带行为主体与格 τῷ μὲν / τῷ ἀπολογουμένῳ(“对于辩护者来说,应当如此解释”)。随后的 ὅτι 从句引出解释的具体内容。
