- 底本
- Anonymus, In Aristotelis artem rhetoricam commentarium. Commentaria in Aristotelem Graeca XXI.2, ed. H. Rabe, Berlin: Reimer 1896, pp. 1-262. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4026.tlg001.humanitext-grc1:23.15-24.34
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注解者阐释了亚里士多德《修辞学》第一卷第六章(1362b37–1363a16)的内容,整理并分析了关于共同祸患促成联合、中道与过度、耗费巨大劳苦的目的、受众人或敌人称赞以及引诗诠释等善的论题。
[b 37] ὅθεν λέγεται, ὡς τὰ κακὰ συνάγει τοὺς ἀνθρώπους· ὁ πόλεμος γὰρ ὁ κροτηθεὶς παρὰ τοῦ Ξέρξου Λακεδαιμονίους καὶ Ἀθηναίους συνῆξε καὶ ἥνωσε τοὺς πρώην πάντῃ διεστηκότας καὶ ἀντιμαχομένους ἀλλήλοις στερρότερον. συνάγει δὲ αὐτούς, ὅταν ᾖ τὸ κακὸν βλαβερὸν ἀμφοῖν. [1363 a 1] καὶ οὗ μή ἐστιν ὑπερβολή, τοῦτο ἀγαθόν, ὡς ἡ σωφροσύνη μὲν ἀγαθόν (οὐκ ἔστι γὰρ αὐτῆς ὑπερβολή), ἡ δ’ ἐγκράτεια οὐδαμοῦ (ἔστι γὰρ αὐτῆς ὑπερβολή, ἡ σωφροσύνη). [a 2] ὃ δ’ ἂν ᾖ μεῖζον ἢ δεῖ, κακόν. τὸ γὰρ φωτίζεσθαι ἀγαθόν· ἀλλ’ ἡ ὑπερβάλλουσα τοῦ φωτὸς αἴγλη τυφλοῖ πολλάκις τὸν ὀφθαλμόν, ὥσπερ ἡνίκα χιόνος οὔσης καθαρῶς ὁ ἥλιος λάμψει, ἢ ἡνίκα ἀνατέλλει, εἰ ἀντωπήσῃ τις. οὕτω μὲν ὁ φιλόσοφος. μή ποτε δὲ εἷς ὁ τόπος ἐστὶ λέγων,1 ὡς, ὃ μὲν οὐκ ἔχει ὑπερβολήν, ἤτοι ὅπερ ἐκφεύγει τὴν ὑπερβολήν, ἔστι δὲ μέσον, ἐπαινεῖται, ὃ δέ ἐστι μεῖζον ἢ δεῖ, ἤτοι ὅπερ συντρέχει τῇ ὑπερβολῇ, τῆς μεσότητος ἀπολαθόν, κακόν· τὸ γὰρ θερμαίνεσθαι μέχρι τινὸς ἀγαθόν, οὐχ ὑπερβαλλόντως, καὶ τὸ φαρμακεύεσθαι μέχρι τινός, οὐ μὴν ὑπερβαλλόντως, καὶ τὸ πονεῖν μέσως τοῦ ὑπερβαλλόντως κρεῖττον καὶ μεῖζον, καὶ τὸ ἔχειν μέγεθος σώματος οὐχ οἷον τὸ τῶν πολυσαρκούντων καὶ ἄκρως ἐπιμηκίστων ἀγαθόν. [a 2] καὶ ἐκεῖνο, οὗ χάριν ἐδαπανήθη πολλά, ἀγαθόν ἐστιν, οἷον τοῦ πορθῆσαι τὴν Ἴλιον χάριν ἐδαπανήθη πολλά· ἀγαθὸν οὖν ἐκεῖνο· τέλος γὰρ τῶν πολλῶν ἐκείνων ἀναλωμάτων ἡ ἅλωσις, πᾶν δὲ τὸ παρά τινων ὡς τέλος διωκόμενον ἀγαθὸν ἐκείνοις ἢ κυρίως ἢ φαινόμενον. [a 5] ὅθεν ταῦτ’ εἴρηται “κὰδ δέ κεν εὐχωλὴν Πριάμῳ,” ἤγουν ‘εἰ μὴ τὸ τέλος ἕξομεν, δι’ ὃ τοσαῦτα πεπονήκαμεν, εὖχος γένοιτο τῷ Πριάμῳ’, καὶ ‘αἰσχρὸν τοσοῦτον μὲν καιρὸν μένειν ἡμᾶς ἐπὶ ξένης, ἀποτυχεῖν δὲ τοῦ τέλους, δι’ ὃ τοσούτοις μόχθοις καὶ πολέμοις ἐπατταλεύθημεν’. [a 6] καὶ ἡ παροιμία τὸ ἐπὶ θύραις τὴν ὑδρίαν.2 τοῦτο ἐκ τοῦ ἐναντίου κατασκευαστικὸν τοῦ ὅτι μέγα τὸ ἀγαθὸν τὸ τέλος ἐκεῖνο, δι’ ὃ πολλὰ πονήσομεν. ὡς καὶ ὁ μέγας φησὶ Γρηγόριος τὸ καὶ τοῦτον πολλοῖς ἱδρῶσι συντελεσθέντα καὶ πόνοις, εἴη † δὲ εἰπεῖν ὅτι καὶ τῶν πόνων ἄξιον. εἰ γὰρ τὸ ἐπὶ θύραις ἔχειν τι καὶ πρόχειρον ἤτοι τὴν ὑδρίαν οὐ μέγα ὡς ἐφ’ ἡμῖν ὄν, ὅτε βουλόμεθα, πάντως τὸ μὴ ῥᾳδίως κτώμενον μέγα, τὸ μαργαρίτας ὑφαιρεῖν ἔνδον κειμένους μυρίων οἴκων. [a 8] καὶ οὗ πάντες ἐφίενται, τοῦτ’ ἀγαθὸν ἦν· ὑγείας γὰρ καὶ φρονήσεως καὶ τοῦ ὑπατεύειν πάντες ἐφίενται. [a 10] καὶ τὸ ἐπαινετὸν ἀγαθόν, ὡς ἡ φρόνησις καὶ ἡ γνῶσις τῆς φιλοσοφίας, ταὐτὸν δὲ εἰπεῖν πάντων τῶν ὄντων, ἐπαινετόν. καὶ πάλιν ἀγαθόν, ὃ οἱ ἐχθροὶ ἐπαινοῦσιν, ὡς τοὺς Ῥωμαίους οἱ Ἰσμαηλῖται ἐπαινοῦσιν ὡς ἀνδρείους· ὥστε τὸ καὶ παρὰ τῶν ἐχθρῶν ἐπαινούμενον ἀγαθόν ἐστιν, ὁποία καὶ ἡ ἀρετή τινος· αἰδεῖται γὰρ ἀνδρὸς ἀρετὴν καὶ πολέμιος. [a 12] καὶ ὃ οἱ κακῶς πεπονθότες ἐπαινοῦσιν, ἀγαθόν, ὥσπερ οἱ Τρῶες τὸ τῆς Ἑλένης κάλλος καὶ τὸν Ἀγαμέμνονα “ὦ μάκαρ Ἀτρεΐδη, μοιρηγενές, ὀλβιόδαιμον” καὶ τὸ “βασιλῆϊ γὰρ ἀνδρὶ ἔοικε”. [a 12] διὰ γὰρ τὸ εἶναι φανερὸν τὸ ἀγαθὸν ὁμολογοῦσι καὶ οἱ ἐχθροί, ὥσπερ φαῦλοί εἰσιν, οὓς οἱ φίλοι ψέγουσιν·3 εἰ γὰρ ἀγαθοί, οὓς οἱ ἐχθροὶ ἐπαινοῦσι, φαῦλοι πάντως, οὓς οἱ φίλοι ψέγουσι. γράφεται δὲ καὶ οὕτως· φαῦλοί εἰσιν, οὓς οἱ φαῦλοι 〈οὐ〉 ψέγουσιν· εἰ γὰρ φαῦλοί εἰσιν, οὓς οὐ ψέγουσιν οἱ φαῦλοι (οἱ γὰρ κλέπται τοὺς κλέπτοντας ὡς ὁμοίους οὐ ψέγουσιν οὐδ’ οἱ λῃσταὶ τοῖς ὁμοίοις ἐπιμέμφονται, ἀλλ’ ἐπαινοῦσι), καλῶς ἄρα ὑπέλαβον λελοιδορῆσθαι Κορίνθιοι ποιήσαντος τοῦ Σιμωνίδου [a 16] “Κορινθίοις δ’ οὐ μέμφεται τὸ Ἴλιον”. φαῦλοι γὰρ οἱ Ἰλιεῖς· καὶ ἐπειδὴ οὐκ ἐμέμφοντο τοῖς Κορινθίοις, συναναφαίνεται κἀκείνους φαύλους εἶναι· φαῦλοι γάρ εἰσιν, οὓς οἱ φαῦλοι οὐ ψέγουσιν. οὐκοῦν καὶ οἱ Ἰλιεῖς, ἐπεὶ φαῦλοι ἦσαν, οὐκ ἐμέμφοντο δὲ τοῖς Κορινθίοις, φαύλους ἐκείνους ἡμῖν ὑπονοεῖσθαι δεδώκασιν.
[b 37] 由此人们说,恶事使人联合;因为由薛西斯挑起的战争,将从前彻底分裂且彼此剧烈交战的斯巴达人与雅典人聚集并联合起来。而在恶事对双方都有害时,恶事便使他们联合。[1363 a 1] 凡无过度的事物,这便是善,正如节制是善(因为不存在它的过度),而自制则绝非如此(因为存在它的过度,即节制)。[a 2] 但凡大于应当程度的事物则是恶。因为被光照耀是善;但光芒过度的炫耀往往使眼睛失明,正如在有雪时太阳明朗地照射,或在日出时若有人直视那样。哲学家是这样说的。然而,是否该论题实质上是一个,即声称:凡不具有过度的、即避开过度而处于中道的事物,受人称赞;而凡大于应当程度的、即错过中道而落入过度的事物,则是恶;因为温热至某种程度是善,过度则非善;服药至某种程度是善,绝非过度;适度劳作胜于且大于过度劳作;拥有身体的魁梧而不似那些过于丰腴和极度高挑者的体形,也是善。[a 2] 凡为之花费了诸多事物的事物也是善,正如为攻陷伊利昂而花费了诸多事物;因此那是一件善事;因为那诸多耗费的目的便是攻陷,而凡被某些人作为目的追求的事物,对他们而言无论在严格意义上还是在显象上都是善。[a 5] 由此有这些话:“这会成为普里阿摩斯的夸耀”,即“如果我们得不到我们为之承受了如此多劳苦的目的,这便成了普里阿摩斯的夸耀”,以及“我们在这般长久的时间里滞留异乡,却未能达到我们为之被钉在如此多艰难与战争之中的目的,乃是可耻的”。[a 6] 谚语“在门边的水罐”也是如此。这是从相反者出发来确立我们为之付出诸多劳苦的那个目的之善乃是伟大的。正如大格列高利也说,这一事物也是历经诸多汗水与劳苦才完成的,亦可说是配得上这些劳苦的。因为如果把某物即水罐置于门边且触手可及,由于在我们希望时全凭我们自己便算不得伟大,那么不易获得之物,如夺取藏在万户深宅之内的珍珠,必定是伟大的。[a 8] 凡众人都渴求的事物,这原是善;因为众人都渴求健康、明智与担任执政官。[a 10] 受称赞的事物也是善,正如明智与哲学的知识——即可以说关于一切存在者的知识——是受称赞的。再者,敌人所称赞的事物也是善,正如伊斯玛仪人称赞罗马人勇敢;因此即使被敌人称赞的事物也是善,正如某人的美德也是如此;因为即便是仇敌也敬畏男人的美德。[a 12] 遭受苦难之人所称赞的事物也是善,正如特洛伊人称赞海伦的美貌与阿伽门农:“啊,受祝福的阿特柔斯之子,生于命运之人,受神眷顾者”,以及“因为他宛如王者的男子”。[a 12] 因为由于善是明显的,连敌人也表示承认,正如朋友所责备的人是劣俗的;因为若敌人称赞的人是善人,朋友责备的人便必定是劣俗之人。此外也有这样写的:凡劣俗者[不]责备的人是劣俗的;因为若劣俗者不责备的人是劣俗的(因为贼因彼此同类而不责备偷窃者,强盗亦不怪罪同类,反而加以称赞),那么当西摩尼得斯写出[a 16]“伊利昂并不责怪科林斯人”时,科林斯人认为自己受到了辱骂,乃是非常恰当的。因为伊利昂人是劣俗的;既然他们不责怪科林斯人,便一同显出科林斯人也是劣俗的;因为凡劣俗者不责备的人是劣俗的。因此伊利昂人既然是劣俗的且不责怪科林斯人,便也使我们有理由怀疑他们〔科林斯人〕是劣俗的。
- 1.0.6μή ποτε δὲ εἷς ὁ τόπος ἐστὶ λέγων
μήποτε 与现在时直陈式(ἐστί)连用,表示注疏者自身委婉的推测或建议(“或许……是”)。此处用以引出注疏者的见解:前述两个论题(无过度者、大于应有程度者)是否可以整合为一个关于中道的单一论题。
- 1.0.6καὶ ἡ παροιμία τὸ ἐπὶ θύραις τὴν ὑδρίαν
谚语的名词化引用,中性冠词 τό 修饰一个省略了动词不定词(如 συντρίψαι“打破”或 ἀποβαλεῖν“丢弃”)的短语。但本注疏者在下文补入 ἔχειν(“拥有”),将其解作在门边备有水罐,以此作为从相反者论证目的之重大的例证。
- 1.0.6φαῦλοί εἰσιν, οὓς οἱ φαῦλοι 〈οὐ〉 ψέγουσιν
注疏者对亚里士多德正文(1363a14–15: οὓς οἱ φίλοι ψέγουσιν,“朋友所责备的人”)提出的异文或转述(γράφεται δὲ καὶ οὕτως)。为了与下文盗贼不怪同类以及西摩尼得斯诗句(伊利昂人不怪罪科林斯人)的阐释相吻合,此处补入否定词 〈οὐ〉,读作“劣俗者[不]责备的人是劣俗的”。
