← 佚名

亚里士多德《修辞学》佚名评注

§237.23-239.2

驳斥中伤与反击告发者的论题

注疏者根据亚里士多德《修辞学》第3卷第15章(1416a20-36),解释了消除中伤的诸多论题,包括指责中伤者本人或其亲属卷入同类罪过、反击中伤者、强调中伤本身的危害,以及利用血缘等标记作为判定敌友的依据。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.1.15#2

[a 20] ἄλλος τόπος, εἰ ὁ διαβάλλων ἐμπεριείληπται καὶ αὐτὸς ἐμπίπτει εἰς τὴν διαβολὴν ἐκείνην, ἣν διαβάλλει τὸν ἀντίδικον, ἤτοι κατηγόρησα τοῦ δεῖνος ὡς μοιχοῦ, εἶτα ἠνοχοποιήθην καὶ αὐτὸς ἐπὶ μοιχείᾳ. ἢ νῦν ἢ πάλαι ἤ τις τῶν ἐγγὺς ἤτοι τῶν συγγενῶν, ἤτοι ἢ αὐτὸς μὲν οὐχ ὡς μοιχὸς ἥλω, ἀλλά τις τῶν συγγενῶν αὐτοῦ. [a 21] ἢ ἐὰν ἄλλοι ἐμπεριλαμβάνωνται τῇ κατηγορίᾳ ταύτῃ τῆς μοιχείας, οὓς ὁμολογοῦσιν εἶναι μὴ ἐνόχους ἀλλ’ ἐπὶ ὑπολήψει ἀγαθούς, οἷον εἰ ὁ μοιχὸς καθαρός, καὶ ὁ δεῖνα ἄρα καὶ ὁ δεῖνα μοιχοὶ ὄντες καθαροὶ εἰσιν· ἀλλὰ μὴν ἀκάθαρτοί εἰσι· καὶ λοιπὸν ἄρα οὐδὲ ὁ μοιχὸς καθαρός ἐστιν. [a 24] ἄλλος τόπος· ἐν τῷ προοιμίῳ δεικνύειν ὀφείλεις ὅτι ‘οὗτος ὁ κατηγορῶν ἐμοῦ νῦν καὶ ἄλλους διέβαλεν, οὐχὶ ἐμὲ μόνον’· ἢ ἄλλος αὐτὸν διέβαλεν ὡς φαῦλον καὶ ὑβριστήν· ἢ καὶ ὁ δεῖνα καὶ ὁ δεῖνα, οἳ πεφήνασιν οὐκ ἔνοχοι ἤτοι οὐκ ἠνοχοποιήθησάν ποτε ἐπί τινι ἐγκλήματι, ἄνευ διαβολῆς εἶναι ὑπολαμβάνονται καὶ ἀδιάβλητοι [f. 75v] ὡς ἐπιεικεῖς, ἀλλ’ ὕστερον ἐφάνησαν φαῦλοι, ὡς καὶ αὐτὸς ὁ νῦν κατηγορῶν μου, εἰ καὶ οὐδέποτε κατηγορήθη, ἀλλ’ ἐγὼ νῦν δείξω αὐτὸν φαῦλον καὶ βδελυκτόν. [a 26] ἄλλος τόπος, προοίμιον ἐκ τοῦ διαβάλλειν τὸν φθάσαντα σε διαβαλεῖν· οἷον ἄτοπόν ἐστιν, εἰ αὐτὸς ἄπιστος ὢν οἱ λόγοι αὐτοῦ πιστοὶ ἔσονται. ἄλλος τόπος ὅτι ‘οὐκ ἐγὼ μέλλω τοῦτον δεῖξαι φαῦλον, ἀλλὰ πάλαι κατηγορήθη καὶ ἐγένετο κρίσις καὶ ἀπόφασις τῶν δικαστῶν, ὅτι φαῦλός ἐστιν.’ [a 29] ὁ Ὑγιαίνων ὄνομα κύριον. ἐν τῇ ἀντιδόσει ἤτοι ἐν τῷ λόγῳ τῷ λεγομένῳ ἀντιδόσει. ὅστις, ὁ Ὑγιαίνων, ἐποίησεν ἤτοι ποιητικῶς εἶπε κελεύων πάντας ἐπιορκεῖν1 ἐν τῷ λέγειν ‘ἡ μὲν γλῶσσά μου ὤμοσεν, ἡ δὲ φρήν μου καὶ ὁ νοῦς μου ἀνώμοτά ἐστιν’ ἤτοι οὐ συγκατατιθέμενος τοῖς λεγομένοις παρὰ τῆς γλώσσης μου, καὶ ἐπεὶ οὐ κατετίθετο, λοιπὸν οὐκ ἐπιώρκητο ὁ Εὐριπίδης ἐν τῷ Ἱππολύτου δράματι. [a 31] ἔφη γὰρ ὁ Εὐριπίδης αὐτὸν ἀδικεῖν ἤτοι τὸν ἕλκοντα τὸν Εὐριπίδην εἰς τὰ δικαστήρια, καὶ ταῦτα [f. 76r] τοῦ νόμου κελεύοντος κρίνεσθαί με ἐν τοῖς Διονυσιακοῖς ἀγῶσιν.2 ἐκεῖ γὰρ ἐν τοῖς Διονυσιακοῖς ἀγῶσιν ἔλεγε δεῖν κριθῆναι καὶ λόγους δοῦναι, εἰ βούλεται κατηγορεῖν ὁ Ὑγιαίνων. τὰ Διονύσια πανήγυρις ἦν· καὶ ἦσαν δίκαι τινὲς λυόμεναι παρὰ τοῖς Διονυσίοις μόνοις, οὐ μὴν δὲ καὶ ἐν τοῖς ἄλλοις δικαστηρίοις ἐκρίνοντο αἱ δίκαι αὗται. [a 34] ἐκ τοῦ κατηγορεῖν τῆς διαβολῆς καὶ δεικνύναι, ἡλίκον κακὸν ἡ διαβολή, καὶ ὅτι ἡ διαβολὴ ποιεῖ κρίσεις ἄλλας ἤτοι διαστρέφει τοὺς δικαστὰς καὶ οὐκ ἐᾷ αὐτοὺς κρίσιν καὶ ἀπόφασιν ἀληθῆ ἐκφέρειν, ἀλλὰ ἄλλας κρίσεις παρὰ τὰς ἀληθεῖς ἤτοι διεστραμμένας ἀποφαίνονται, καὶ ὅτι ἡ διαβολὴ πείθει μὴ πιστεύειν τῷ πράγματι καὶ τῇ ἀληθείᾳ. [a 36] κοινὸς δὲ τόπος ἀμφοῖν ἁρμόζων καὶ τῷ κατηγόρῳ καὶ τῷ ἀπολογουμένῳ τὸ λέγειν σύμβολα καὶ σημεῖα, δι’ ὧν ἂν δεικνύῃ, ὅτι ὁ δεῖνα φαῦλός ἐστιν ἢ φίλος ἢ ἐχθρός, ὡς ὁ Ὀδυσσεὺς κατηγορῶν τοῦ Τεύκρου ἔφη αὐτὸν οἰκεῖον εἶναι καὶ συγγενῆ τῷ Πριάμῳ (ἡ γὰρ Ἡσιόνη, ἡ μήτηρ τοῦ Τεύκρου, ἀδελφὴ ἦν τοῦ Πριάμου) καὶ διὰ τοῦτο εἰκὸς αὐτὸν προδοῦναι τοὺς Ἕλληνας· ὁ δέ, ὁ ἀπολογούμενος ὑπὲρ τοῦ Τεύκρου, εἴπῃ, ὅτι οὐκ εἰκὸς αὐτὸν προδοῦναι· ὁ γὰρ Τελαμών, ὁ πατὴρ τοῦ Τεύκρου, ἐχθρὸς ἦν τῷ Πριάμῳ (ὁ γὰρ Αἴας ἐξ ἑτέρας ἦν μητρός)· καὶ ὅτι οὐ κατεῖπε τῶν κατασκόπων ἤτοι τοῦ Διομήδους καὶ τοῦ Ὀδυσσέως.

另一个论题是:如果中伤者本人也被卷入,陷入他用来中伤对手的那同一种诽谤中;也就是,“我曾指控某人犯有通奸罪,随后我自己也因通奸罪受到追究”。无论是在如今还是在过去,或者是其亲近之人即亲属之一;也就是说,要么他本人未作为通奸者被捕,而是他的某位亲属被捕。 或者如果有其他人被卷入通奸的这一指控中,而人们承认这些人并无罪责,反倒具有良好的声誉;例如,“如果通奸者是清白的,那么某某和某某作为通奸者便也是清白的;但他们显然是不洁的;因此归根结底,这位通奸者也绝不是清白的”。 另一个论题:在绪论中你应当指出,“如今控告我的这个人也曾中伤过其他人,绝不仅是我一人”;或者别人曾中伤他为卑劣和傲慢之徒;或者某某和某某原本看似没有罪责——即从未因任何指控受到追究——且被视为没有受到中伤并因品行端正而无可指摘,但后来却显露出卑劣,正如如今控告我的这个人本身一样,即便他从未被控告过,但我现在要证明他是卑劣且可憎的。 另一个论题:由中伤那抢先中伤你之人而来的绪论;例如,“如果他本人是不可靠的,他的话语却将是可靠的,这实属荒谬”。另一个论题是:“并非我将要证明此人卑劣,而是他早就遭到指控,并且已有裁判官们的裁决与判决证明他是卑劣的”。 “许癸埃农”是人名。“在财产交换之诉中”,即在被称为财产交换的演说中。此人即许癸埃农曾作诗——即以诗意方式言说——教唆所有人背誓,因为他说“我的舌头虽已起誓,我的心灵与理智却未起誓”——即“并未同意我的舌头所说出的事情”;而既然心灵并未赞同,那么归根结底欧里庇得斯在《希波吕托斯》一剧中并未背誓。 因为欧里庇得斯说他行事不义——即那位将欧里庇得斯拖入法庭的人——况且法律命令我于狄奥尼索斯节竞赛中受审。因为他说,如果许癸埃农想要控告,就应当在那里的狄奥尼索斯节竞赛中接受审判并交代原委。狄奥尼索斯节是一场盛会;并且有些诉讼仅在狄奥尼索斯节中解决,这些诉讼绝不会在其他法庭中受审。 从控告中伤本身并指出中伤是何等巨大的祸害,以及中伤会产生偏离的判决——即扭曲裁判官并使他们无法作出真实判决和裁决,反而宣告偏离真实的判决即被扭曲的判决——并且中伤会诱使人不信任事实与真相。 对双方——既适合控告者也适合辩护者——均适用的共同论题是:陈述凭据与标记,借此表明某人是卑劣者,或是朋友,或是敌人;正如奥德修斯在控告透克洛斯时,说他与普里阿摩斯是亲近之人并有亲属关系(因为透克洛斯的母亲赫西俄涅是普里阿摩斯的姐妹),因此他很有可能会背叛希腊人;而为透克洛斯辩护的人则会说,他不可能背叛;因为透克洛斯的父亲忒拉蒙是普里阿摩斯的仇敌(因为埃阿斯出自另一位母亲);并且因为他并未告发间谍,即狄奥墨得斯与奥德修斯。

语法注2 条
  1. 3.1.15ὅστις, ὁ Ὑγιαίνων, ἐποίησεν ἤτοι ποιητικῶς εἶπε κελεύων πάντας ἐπιορκεῖν

    在由关系代词 ὅστις 引导的从句中,注疏者误将亚里士多德原文(1416a29 ὅς γ' ἐποίησε,实指欧里庇得斯)的关系代词理解为承接前文的 Ὑγιαίνων,并以主格同位语补出 ὁ Ὑγιαίνων,使其在语法上充当主动词 ἐποίησεν(注疏者释为 ποιητικῶς εἶπε)及分词 κελεύων(主格阳性单数)的主语。

  2. 3.1.15καὶ ταῦτα τοῦ νόμου κελεύοντος κρίνεσθαί με ἐν τοῖς Διονυσιακοῖς ἀγῶσιν

    惯用短语 καὶ ταῦτα(“况且”、“在……的情况下”)修饰并强调随后的属格独立结构 τοῦ νόμου κελεύοντος,用以凸显前文 αὐτὸν ἀδικεῖν(他行事不义)的不合理性。此外,从句中出现的代词 με(宾格)是在间接引语中保留了欧里庇得斯本人的直接引语表述(“让我受审”)的混杂结构。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4026.tlg001.humanitext-grc1:237.23-239.2