← 佚名

亚里士多德《修辞学》佚名评注

§236.13-237.23

消除中伤与自我辩护的论题

基于亚里士多德《修辞学》卷三第15章,注解者阐释了用于消除中伤与偏见的绪论技法,以及围绕事实有无、危害程度、意向与必然性等展开的各种辩护论题。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.1.15#1

15. Ὀφείλεις δὲ προοιμιάζεσθαι ἐξ ἐκείνων, ἐξ ὧν ἄν τις ἀπολύσῃ ἑαυτὸν δυσχεροῦς ὑπολήψεως, οἷον ἐὰν οἱ ἀκροαταὶ ἔχωσι φαύλην περὶ σοῦ ὑπόληψιν καὶ ἡγοῦνταί σε μοχθηρὸν καὶ ἀεὶ θέλοντα συκοφαντεῖν καὶ διασύρειν, ὃν ἂν βούλῃ. [a 5] ἔχουσι δὲ ταύτην περὶ σοῦ τὴν ὑπόληψιν, εἴτε εἰπόντος τινὸς κατὰ σοῦ καὶ κατηγορήσαντος σου, εἴτε καὶ μή τινος κατηγορήσαντός σου, ἀλλ’ ἐξ ὧν ποιεῖς κρίνουσί σε φαῦλον. τοῦτο δεῖ σε ἔχειν καθ’ ὅλου παράγγελμα τὸ σπουδάζειν ἀπορρίπτειν καὶ ἀποσκευάζειν ἀφ’ ἑαυτοῦ, ἣν ἔχουσιν οἱ ἀκροαταὶ φαύλην ὑπόληψιν περὶ σοῦ, εἴτε κατεῖπέ τίς σου, ὡς εἴρηται, εἴτε καὶ μή. [a 6] ἄλλος τόπος τὸ εἰ πρόκειταί τι ὅτι ἔστιν, ἀμφισβητεῖται δὲ καὶ ἀμφιβάλλεται τὸ εἰ ἔστιν ἢ οὐκ ἔστιν, ὡς ὁμολογούμενον ὅτι ἔστι, δεῖ σε ἀπαντᾶν1 καὶ ἐνίστασθαι καὶ δεικνύειν, ὅτι οὐκ ἔστιν ἢ ὅτι τοῦτο τὸ γενόμενον οὐ βλαβερόν ἐστι τούτῳ, καθ’ οὗ λέγεται, ἢ ὅτι οὐ πέπρακται τούτῳ τῷ ἀνθρώπῳ ἤ, εἰ καὶ ἐγένετο, ἀλλ’ οὖν οὐκ ἔστι τηλικοῦτον τὸ κακὸν ἢ τὸ ἀδίκημα, οἷον ὑμεῖς φατε τοῦτο εἶναι καὶ ὅσον, ἢ οὐκ ἔχον μέγεθος ἤτοι ἢ οὐ μέγα κακόν ἐστι τὸ πραχθὲν τοῦτο. [a 9] [f. 75v] περὶ γὰρ τῶν τοιούτων, ἤτοι εἰ δίκαιόν ἐστιν εἴτε καὶ ἄδικον, εἴτε μέγα εἴτε μικρόν, γίνεται ἀμφισβήτησις· οἷον ὁ Ἰφικράτης κατηγορήθη παρὰ τοῦ Ναυσικράτους, ὅτι ἐποίησε τόδε, καὶ ἔφη μὲν ὁ Ἰφικράτης ποιῆσαι, ὃ ἔλεγεν ὁ Ναυσικράτης, καὶ εἶπε βλάψαι, οὐ μὴν δὲ ἀδικῆσαι. καὶ βλάψαι μέν ἐστιν, ὅταν γένηται ἡ βλάβη κατὰ τύχην καὶ ἀπροαιρέτως, ἀδικῆσαι δέ ἐστιν, ὅταν καὶ ἑκουσίως τοῦτο ποιήσῃ καὶ σκοπὸν [f. 75v] θήσει τὸ ἁρπάσαι καὶ ἀδικῆσαι. [a 11] ἢ ἀντικαταλλάττεσθαι ἤτοι ἀνταμείβεσθαι τὸν ἀδικοῦντα ἤτοι ‘ἠδίκησέ με ὁ δεῖνά ποτε καὶ διὰ τοῦτο ἀντηδίκησα καὶ ἐγὼ αὐτόν’. ἢ καὶ οὕτως ‘εἰ καὶ βλαβερὸν ἐστιν, ὃ ἐποίησεν, ἀλλ’ ὠφέλιμον’. ἢ ὁμολογεῖν, ὅτι τοῦτο, ὃ ἐποίησεν, [a 13] ἁμάρτημά ἐστιν ἢ ἀτύχημα ἢ ἀναγκαῖον. Σοφοκλῆς, οὐχὶ ὁ ποιητὴς ἀλλ’ ἕτερός τις, κατηγορήθη παρά τινος, ὅτι ἵσταται καὶ τρέμει εἰς τὸ δικαστήριον ἐξεπίτηδες, ἵνα δόξῃ γέρων καὶ διὰ τοῦτο κινήσῃ εἰς ἔλεον τὸ δικαστήριον, καὶ εἶπεν ὅτι ‘τρέμω ἱστάμενος ἐν δικαστηρίῳ, οὐχ ἵνα δόξω γέρων, ὡς ὁ διαβάλλων ἔφη, ἀλλ’ ἐξ ἀνάγκης, διότι εἰμὶ ὀγδοήκοντα ἐτῶν· οὐχὶ ἑκὼν δὲ ἐγενόμην ὀγδοήκοντα ἐτῶν’. ἀτύχημά ἐστιν ἡ κατὰ τύχην βλάβη, ἁμάρτημα δέ ἐστιν ἡ κατὰ προαίρεσιν βλάβη. [a 17] καὶ ἀντικαταλλάττεσθαι τὸ οὗ ἕνεκα ταῦτα πάντα ποιεῖν,2 ὅτι, εἰ σκοπὸν ἔχων τὸ κρατῆσαι τὰς Ἀθήνας ληΐζομαι τὴν περίχωρον πᾶσαν, εἴ μοι γένηται τὸ κρατῆσαι τὰς Ἀθήνας, ἐάσω τὸ ληΐζειν· ἀντικαταλλάττω γὰρ καὶ θέλω λαβεῖν τὰς Ἀθήνας, οὗ χάριν ληΐζομαι, ἀντὶ τῶν πρὸς τοῦτο ἀγόντων ἤτοι τοῦ ληΐζειν καὶ τῶν ἕνεκα τοῦ τέλους γινομένων. [a 17] ἢ ὅτι οὐ βλάψαι ἠβουλόμην ἀλλὰ τόδε ἤτοι ὠφελῆσαι, κἂν συνέβη γενέσθαι τὸ ἐναντίον, καὶ οὐ τοῦτο ἐποίησεν, ὃ διεβάλλετο ποιῆσαι, ἀλλ’ ἕτερον, συνέβη δὲ αὐτὸν βλαβῆναι ἐκ τούτου· δίκαιον δὲ ἦν ἐμὲ μισεῖν, εἰ ἐποίουν τοῦτο, ὅπως τοῦτο γένηται ἤτοι ὅπως αὐτὸς βλαβῇ.

15. 你应当从那些能使人洗刷自身不利看法的事项中制作绪论;例如,如果听众对你持有恶劣的看法,认为你品行不良,并且总是企图对你所想要的人进行诬告和诋毁。 他们对你抱有这种看法,要么是因为有人说了对你不利的话并控告了你,要么甚至并不是有人控告了你,而是从你的所作所为中判定你卑劣。你应当将此作为一条普遍的教条:努力从自己身上抛弃并洗刷掉听众对你所抱有的恶劣看法,正如所说的那样,无论是否有人控告了你。 另一个论题是:如果某件事被提出为实有,而它究竟存在还是不存在尚有争议和怀疑,那么面对被作为公认实有而提出的事项,你必须予以迎面辩驳并提出异议,指出它并不存在,或者发生的事情对被指控者来说并无害处,或者并非此人所为,或者即便确实发生了,但祸患或罪过绝非像你们所说的那般重大或严重,或者说它缺乏规模,即所做的这件事绝非大恶。 因为关于这类事情——即无论是公正还是不公正,重大还是微小——会产生争议。例如伊菲克拉底受到瑙西克拉底的控告,称他做了某事;伊菲克拉底声明自己确实做了瑙西克拉底所说的事,并承认造成了损害,但绝不承认犯下了不义。造成损害是指损害出于偶然且非出自故意而发生,而犯下不义则是指某人既是出于自愿做出此事,又将抢夺与不义作为自己的目的。 或者通过交换,即回报施害者;也就是:“某人曾对我行不义,因此我也对他反击了不义。”或者也可以这样:“即便他所做的事有害,但同时也是有益的。”或者承认他所做的这件事是过失、偶发不幸或出于必然。索福克勒斯——不是那位诗人,而是另一个人——受到某人的控告,称他故意在法庭上站着发抖,以便显得年老并因此打动法庭产生怜悯;他说道:“我在法庭上站着发抖,并非如中伤者所说的是为了显得年老,而是出于必然,因为我已有八十岁;而我并非自愿成为八十岁的。”偶发不幸是出于偶然的损害,而过失则是出于选择的损害。 又如通过替换做这所有事情的目的本身;即“如果我是以夺取雅典为目的而掠夺其全部周边地区,那么一旦夺取雅典对我成为现实,我就会停止掠夺;因为我所交换并想要取得的,正是为了它而进行掠夺的雅典,以替代导向这一目的的手段,即掠夺以及为了目的而发生的那些事情”。 或者表明“我本不希望造成损害,而是希望做这事” ——即带来益处——即便结果恰好相反;并且他并未做那件被中伤所说做过的事,而是做了另一件事,而对方恰好因此受到了损害:“如果我是为了促成此事、即为了使他自己受害而做这事,那么怨恨我便是正当的。”

语法注2 条
  1. 3.1.15ἄλλος τόπος τὸ εἰ πρόκειταί τι ὅτι ἔστιν, ἀμφισβητεῖται δὲ καὶ ἀμφιβάλλεται τὸ εἰ ἔστιν ἢ οὐκ ἔστιν, ὡς ὁμολογούμενον ὅτι ἔστι, δεῖ σε ἀπαντᾶν

    破格句(倒错构造):中性单数冠词 τὸ 本作为 ἄλλος τόπος 的表语引出不定式短语,但在条件从句 εἰ πρόκειται ... 和插入从句的打断下,转为由主句 δεῖ σε ἀπαντᾶν 承接。短语 ὡς ὁμολογούμενον ὅτι ἔστι 作状语修饰 ἀπαντᾶν,意为“面对被当作公认实有而提出的事项”。

  2. 3.1.15καὶ ἀντικαταλλάττεσθαι τὸ οὗ ἕνεκα ταῦτα πάντα ποιεῖν

    动词 ἀντικαταλλάττεσθαι 意为“替代”、“交换”。中性冠词 τὸ 将关系代词从句 οὗ ἕνεκα ταῦτα πάντα ποιεῖν 名词化,指“做这一切的终极目的(本身)”作为宾语,表示以最终目标替代手段来进行辩护的修辞论题。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4026.tlg001.humanitext-grc1:236.13-237.23