← 佚名

亚里士多德《修辞学》佚名评注

§234.20-236.12

展示性与审议性演说中的绪论用法

注解者阐释亚里士多德《修辞学》卷三第14章(1415b26–1416a2),讨论展示性与审议性演说中绪论的作用。在展示性演说中,借助苏格拉底的名言说明赞美对象时应兼顾赞颂听众自身以吸引注意力;在审议性演说中,由于论题为人熟知,绪论本性上较为简短,但仍用于清除中伤或放大与缩小事项。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.1.14#5

[b 26] ἐπειδὴ εὖ λέγεται καὶ περὶ τοῦ Ὀδυσσέως εὐχομένου πρὸς τῷ τέλει τοῦ ζʹ πρὸς τὴν Ἀθηνᾶν ‘δός μοι ἐλθεῖν ἐς Φαίακας ἢ φίλον ἢ καὶ ἐλεεινόν’ ἤτοι ἄξιον ἐλέους, ὁρᾷς, πῶς καὶ οὗτος ἠπίστατο τὴν εὔνοιαν συνισταμένην ἔκ τε τῆς φιλίας καὶ τῆς ἐλεεινότητος καὶ διὰ τοῦτο καὶ αὐτὸς παρακαλεῖ φίλος φανῆναι τοῖς Φαίαξιν ἢ ἐλεεινός, ὡς ἂν εὖνοι οὗτοι φανεῖεν πρὸς αὐτόν. [b 27] τούτων οὖν τῶν δύο ἤτοι τῆς φιλίας καὶ τῆς ἐλεεινότητος δεῖ στοχάζεσθαι ἕκαστος,1 ὡς ἂν ἢ φίλος φανῇ τοῖσδε ἢ ἐλέους ἄξιος, εἴ γε βούλεται εὔνους φανῆναι αὐτοῖς. ἐν δὲ τοῖς ἐπιδεικτικοῖς δεῖ τὸν ῥήτορα σπουδάζειν ποιεῖν τὸν ἀκροατὴν ἐξ ὧν λέγει οἴεσθαι συνεπαινεῖσθαι τῷ ἐγκωμιαζομένῳ ἢ αὐτὸν ἢ τὸ γένος αὐτοῦ ἢ τὰ ἐπιτηδεύματα αὐτοῦ, ἤτοι ἵνα οἱ πρὸς τὸν Ἰσοκράτην ἔπαινοι, εἴ γε αὐτὸν ἐγκωμιάζεις, προσαρμόζωσι καὶ τοῖς ἀκροαταῖς ἢ τῷ γένει αὐτῶν, ὡς οἴεσθαι τοὺς ἀκροατὰς ἢ αὐτοὺς ἐπαινεῖσθαι ἢ τοὺς προγόνους αὐτῶν ἐκ τοῦ τὸν Ἰσοκράτην ἐπαινεῖσθαι· οὕτω γὰρ μᾶλλον προσέξουσι τοῖς παρὰ σοῦ λεγομένοις· [f. 74v] [b 30] ὃ γὰρ Πλάτων λέγει ἐν τῷ Μενεξένῳ ὡς ἀπὸ Σωκράτους, ἀληθές, ὡς οὐ χαλεπὸν τοὺς Ἀθηναίους ἐπαινεῖσθαι παρὰ τοῖς Ἀθηναίοις· ἐπεὶ γὰρ καὶ οἱ ἀκροαταὶ Ἀθηναῖοι, ὁ δὲ τοῦ Ἀθηναίου [f. 75r] ἔπαινος τοῦ ἑνὸς πρὸς πάντας τοὺς Ἀθηναίους ἀνατρέχει, ἀνάγκη προσεκτικοὺς εἶναι τοὺς ἀκροατὰς τοῖς λεγομένοις παρὰ τοῦ ῥήτορος. δύσκολον δέ ἐστι τὸ τοὺς Ἀθηναίους ἐπαινεῖν παρὰ Λακεδαιμονίοις· ἐπεὶ γὰρ οἱ Λακεδαιμόνιοι ἐχθροὶ τῶν Ἀθηναίων, οὐ προσέξουσι τοῖς λεγομένοις ὑπὲρ Ἀθηναίων. [b 32] τὰ δὲ τοῦ δημηγορικοῦ ἴδια καὶ προοίμια λαμβάνονται ἐκ τῶν τοῦ δικανικοῦ λόγου προοιμίων· τὰ δὲ τοῦ δημηγορικοῦ προοίμια συγκρινόμενα ὅσον πρὸς τὰ τοῦ δικανικοῦ προοίμιά εἰσι φύσει ἥκιστα ἤτοι μικρά, κἂν καὶ ἐξ αὐτῶν λαμβάνωνται. διὰ τοῦτο δὲ τὰ προοίμια τῶν δημηγορικῶν εἰσι μικρά, διότι οἱ δημηγοροῦντες λέγουσι περὶ τοιούτου πράγματος, ὃ πάντες ἴσασι, καὶ διὰ τὸ εἶναι τὸ πρᾶγμα πασίδηλον οὐ δεῖται προοιμίων μεγάλων· ἀλλ’ ὁ ἐν τοῖς δημηγορικοῖς λόγοις ἀνάγκη προοιμιάζεσθαι,23 ἢ δι’ ἑαυτόν, ὡς ἂν ἀπορρίψῃ τὴν διαβολὴν ἀφ’ ἑαυτοῦ, εἴ γε ἀντίδικος ἔφθη κατηγορῆσαι αὐτοῦ, καὶ δείξῃ ἑαυτὸν ἀγαθόν, ἢ διὰ τοὺς ἀντιλέγοντας ἤτοι ἢ προοιμιάζεται, ὡς ἂν παρακινήσῃ τοὺς ἀκροατὰς εἰς ὀργὴν κατὰ τῶν ἀντιδίκων, ἢ ἐὰν οἱ ἀκροαταὶ οὐχ ὑπολαμβάνωσι τὸ πρᾶγμα, περὶ οὗ ὁ λόγος, τοιοῦτον, ἡλίκον βούλει δεῖξαι αὐτό· ὃ γὰρ μέγα κακὸν βούλει δεῖξαι αὐτό, καὶ ταῦτα τῶν ἀκροατῶν ὑπολαμβανόντων αὐτὸ ἔλαττον, καὶ τότε δεῖ σε προοιμιάζεσθαι καὶ δεικνύειν ἐν τῷ προοιμίῳ, ὡς μέγα τὸ κακόν ἐστι, περὶ οὗ ὁ λόγος· ἢ εἰ νομίζουσιν οἱ ἀκροαταὶ τὸ κακὸν μεῖζον, σὺ δὲ ὑπολαμβάνεις αὐτὸ ἔλαττον, δεῖ σε ἐν τῷ προοιμίῳ δεικνύειν αὐτό, περὶ οὗ ὁ λόγος· ἢ εἰ νομίζει τὸ ἀγαθόν, περὶ οὗ ὁ λόγος, μικρόν, δεῖ σε δεικνύειν αὐτὸ ἐν τῷ προοιμίῳ, ὅτι μέγα ἐστίν. [b 36] ἀλλ’ ἢ μεῖζον δεικνύειν σε δεῖ ἐν τῷ προοιμίῳ τὸ ἀγαθὸν ἢ τὸ κακόν, περὶ οὗ ὁ λόγος, ἢ ἔλαττον· διὸ ἢ διαβάλλειν δεῖ σε τὸν κατήγορον ἐν προοιμίῳ ἢ ἀπολύεσθαι δεῖ ἤτοι ἀπολύειν ἑαυτὸν τῆς κατηγορίας, ἣν ἔφθασε κατηγορῆσαί σε ὁ ἀντίδικος. καὶ ἢ αὐξῆσαι τὸ πρᾶγμα, περὶ οὗ ὁ λόγος, ἢ μειῶσαι ἐν τῷ προοιμίῳ, εἴτε κακόν ἐστιν ἐκεῖνο εἴτε ἀγαθόν, περὶ οὗ ὁ λόγος. ἀπολύεσθαι μέμψεως ἢ διαβολῆς. δεῖται δὲ προοιμίου ὁ ῥήτωρ ἕνεκεν τούτων ἤτοι ἕνεκεν τοῦ διαβάλλειν τὸν ἀντίδικον ἢ ἀπολύεσθαι ἑαυτὸν τῆς μέμψεως ἢ αὐξῆσαι [f. 75r] ἢ μειῶσαι· [b 38] ἢ χάριν κόσμου γίνονται τὰ προοίμια, ἵνα μὴ ὁ λόγος ἀκέφαλος ᾖ, ὅτι, ἐὰν μὴ ἔχῃ ὁ λόγος προοίμιον, ἐστὶν αὐτοκαύδαλος ἤτοι ὡς μονότονον, ἤτοι ὡς μονόξυλον· τὰ γὰρ κοντάρια, ὅσα ἔχουσι τὸ ἄκρον, ἔνθα τὸ ξίφος ἐστί, παρωξυσμένον φύσει, τοῦτο λέγεται αὐτοκαύδαλον· πολλάκις γὰρ ἐξ ἐπιτεχνήσεως παροξύνουσιν αὐτὸ καὶ τιθέασιν ἄνω ξύλα καὶ ἡλοῦσιν αὐτὸ ξυλοπυρίας καὶ τότε τιθέασι τὸ ξίφος. σχόλιον· τουτέστιν, ἐὰν μὴ ἔχῃ ὁ λόγος προοίμιον, αὐτοκαύδαλα φαίνονται, τουτέστι μονότονα· ἢ αὐτοκαύδαλον λέγεται τὸ λιτὸν καὶ χωρὶς προοιμίων. [1416 a 2] οὐδὲν προεξαγκωνίσας ἤτοι προοιμιασάμενος, ἐκ μεταφορᾶς τῶν παλαίειν μελλόντων, οἳ τοὺς ἀγκῶνας αὑτῶν πρότερον προομαλίζουσιν.

正如在《奥德赛》第六卷之末,关于奥德修斯向雅典娜祈祷时所说得极好的一样:“请允准我来到费阿克斯人那里,或是作为朋友,或是作为可怜之人”——即可怜悯之人——你看到,他也是如何深知好感是由友谊与可怜两方面构成的,并因此他也恳请自己显现为费阿克斯人的朋友或可怜之人,以便他们显现为对他怀有善意之人。 因此,每个人都必须以这两者,即友谊与可怜为目标,以便显现为他们的朋友或值得怜悯之人,只要他确想显现为对他们怀有善意之人。但在展示性言论中,修辞学家必须努力通过自己所言之词,使听众认为在被颂扬者受到赞颂的同时,自己本身、或自己的家族、或自己的生活风尚也一同受到了赞美;也就是说,以便对伊索克拉底的赞辞——若是你正在赞美他——也适用于听众或他们的家族,从而使听众认为,因着伊索克拉底受到赞颂,他们自己或其祖先也受到了赞美;因为这样他们将对你所说的话更加专注。 因为柏拉图在《美涅克塞努斯》中假借苏格拉底之口所说的是真实的:在雅典人当中赞美雅典人并非难事;因为听众也是雅典人,而对单一一位雅典人的赞美上溯归于全体雅典人,所以听众必然对修辞学家所言之事保持专注。但在拉栖代梦人当中赞美雅典人却是困难的;因为拉栖代梦人是雅典人的仇敌,他们不会对为雅典人所陈述的话语保持专注。 至于审议演说所特有的内容和绪论,则是取自审判演说的绪论。但审议演说的绪论与审判演说的绪论相比,即便也是取自它们,按其本性而言也是极微的,即简短的。审议演说的绪论之所以简短,是因为从事审议演说的人所论述的是众所周知之事,且由于事情对所有人都是显然的,因而不需要庞大的绪论。但在审议演说中有必要制作绪论,要么是由于自身,以便洗刷自身的中伤——若是有诉讼对手先发制人控告了他——并表明自己是良善的;要么是由于反对者,即制作绪论以激起听众对诉讼对手的愤怒;要么是若听众并没有把言论所关涉的事项理解为你所希望表明的那般大小。因为对于你希望表明为大恶、而听众却理解为较小的事项,在此时你也必须制作绪论,并在绪论中表明言论所关涉的祸患是何等重大;或者,若是听众认为祸患较大而你却理解为较小,你就必须在绪论中表明言论所关涉的那件事;或者,若是他们认为言论所关涉的善事微小,你就必须在绪论中表明它是重大的。 而是必须在绪论中表明,言论所关涉的善事或恶事要么更大要么更小。因此,你必须在绪论中要么中伤控告者,要么自我解脱,即洗刷诉讼对手先发制人对你所作的控告。并且必须在绪论中要么放大、要么缩小言论所关涉的事项,无论言论所关涉的是恶事还是善事。免除责备或中伤。修辞学家之所以需要绪论,就是为了这些缘故,即为了中伤诉讼对手,或是为了洗刷自身的责备,或是为了放大或缩小。 或者,绪论是出于修饰的目的而设立的,以使言论不至于无头;因为如果言论没有绪论,它便是粗制现成的,即单调的,即如独木制成的一样。因为凡是带有锋刃的尖端是天然尖锐的标枪,就被称为“自备柄枪”;因为人们往往通过技巧将其削尖,在上方附着木料,钉上木榫,然后再装上锋刃。古注:也就是说,如果言论没有绪论,它们就显得粗制现成,即显得单调;或者,质朴且没有绪论的言论被称为“自备柄的”。 “未曾预先张开双肘”,即未曾制作绪论;这是从即将角力的人那里借用来的比喻,他们会在搏击前预先将双肘向前平展以作准备。

语法注3 条
  1. 3.1.14δεῖ στοχάζεσθαι ἕκαστος

    由非人称动词 δεῖ 所统辖的不定式 στοχάζεσθαι 的逻辑主语采用了主格 ἕκαστος,而非预期的宾格(ἕκαστον)。这属于句法不一致(破格/句子断续)或主格独立出现的语法现象。

  2. 3.1.14ἀλλ’ ὁ ἐν τοῖς δημηγορικοῖς λόγοις ἀνάγκη προοιμιάζεσθαι

    短语 ἀλλ’ ὁ ... ἀνάγκη προοιμιάζεσθαι 存在句法脱落或传抄讹误。冠词 ὁ 要么标记一个名词化概念(“在审议演说中作绪论的必要性”),要么讹变为连接副词(如 ὅτε 等),在句意上构成“但在审议演说中必须制作绪论的情况是……”的陈述骨架。

  3. 3.1.14ὃ γὰρ μέγα κακὸν βούλει δεῖξαι αὐτό, καὶ ταῦτα τῶν ἀκροατῶν ὑπολαμβανόντων αὐτὸ ἔλαττον, καὶ τότε δεῖ σε προοιμιάζεσθαι

    这是一个复杂的倒装与代词赘复结构:由关系代词 ὃ 引导的从句内部赘复了代词 αὐτό,在插入了分词独立结构 καὶ ταῦτα... 之后,主句通过含有归结性 καί 的 καὶ τότε δεῖ σε προοιμιάζεσθαι(“在此时你也必须……”)引出。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4026.tlg001.humanitext-grc1:234.20-236.12