- 底本
- Anonymus, In Aristotelis artem rhetoricam commentarium. Commentaria in Aristotelem Graeca XXI.2, ed. H. Rabe, Berlin: Reimer 1896, pp. 1-262. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4026.tlg001.humanitext-grc1:232.33-234.20
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚里士多德《修辞学》第3卷第14章(1415b4–25)的注文。评注者阐明脱离本题的绪论仅适用于粗鄙的听众,唤起专注是演说所有部分共同的需求,并通过普罗狄柯的“五十德拉克马”与索福克勒斯的《安提戈涅》探讨在论题之外拖延的动机。
ἢ καὶ οὕτως· διὸ δεῖ ἐμποιεῖν καὶ συνιστᾶν καὶ ἀποδεικνύναι, ὅτι ὁ λόγος ἐστὶ περὶ τοιούτων ἤτοι μεγάλων καὶ θαυμαστῶν. [b 4] δεῖ δὲ μὴ λανθάνειν, ὅτι πάντα τὰ τοιαῦτα, ἤτοι τὸ δεικνύναι, ὅτι ὁ λόγος περὶ μεγάλων ἐστὶν ἢ ἡδέων ἢ θαυμαστῶν, ἐν τῷ προοιμίῳ, ἔξω τοῦ λόγου ἤτοι τῆς προκειμένης [f. 74r] ὑποθέσεώς ἐστι καὶ ὅτι τοιαῦτα προοίμια τὰ ἔξω τοῦ πράγματος λεγόμενα τότε ἁρμόζουσιν, ὅτε φαύλους καὶ χωρικοὺς τοὺς ἀκροατὰς ἔχομεν καὶ ἀκούοντας ἤτοι ἀποδεχομένους ἀκούειν τὰ ἔξω τοῦ πράγματος καὶ τῆς ὑποθέσεως· [b 6] ἐπεὶ ἐὰν μὴ τοιοῦτος ᾖ ὁ ἀκροατὴς ἤτοι χωρικὸς ἀλλὰ σοφός, οὐ χρείαν ἔχει προοιμίου ἀλλ’ ἄρχεται ἀπ’ αὐτοῦ τοῦ πράγματος γράφειν· εἰ δὲ καὶ προοιμιάζεται, τοσοῦτον προοιμιάζεται, ὅσον ἐν τῷ προοιμίῳ εἰπεῖν καὶ παρεμφῆναι κεφαλαιωδῶς καὶ παχυμερῶς καὶ συντόμως τὸ πρᾶγμα ἤτοι τὴν ὑπόθεσιν, περὶ ἧς ἢ συμβουλεύει ἢ δικάζεται, ἵνα μὴ ὁ λόγος ἀκέφαλος ᾖ ἀλλ’ ἔχῃ κεφαλὴν ὥσπερ τὸ σῶμα. [b 9] ἔτι τὸ πειρᾶσθαι προσεκτικοὺς ποιεῖν τοὺς ἀκροατὰς οὐκ ἔστιν ἴδιον τῶν προοιμίων μόνων, ἀλλὰ κοινόν ἐστι πάντων τῶν μερῶν τοῦ [f. 74v] λόγου· εἰ γὰρ δέει, καὶ ἐπὶ τῆς διηγήσεως πειρασόμεθα προσεκτικοὺς ποιεῖν τοὺς ἀκροατὰς καὶ ἐπὶ τῶν ἀγώνων καὶ ἐπὶ τῶν ἐπιλόγων· καὶ ἁπλῶς πανταχοῦ δεῖ διυπνίζειν αὐτοὺς καὶ προσέχειν παρασκευάζειν, ἔνθα ἂν νοήσωμεν αὐτοὺς κατοκλάσαντάς τε καὶ ῥᾳθυμήσαντας· [b 10] πανταχοῦ γὰρ ἤτοι ἐν τοῖς ἄλλοις μέρεσι τοῦ λόγου ἤτοι ἐν τῇ διηγήσει καὶ ἐν τοῖς ἀγῶσιν ἀνιᾶσι μᾶλλον καὶ ἐνδιδόασι καὶ καταρραθυμοῦσιν οἱ ἀκροαταὶ παρ’ ὃ ἀρχόμενοι1 ἤτοι παρ’ ὃ ἐν τῷ προοιμίῳ· ἐξ ἀρχῆς γὰρ μᾶλλον πρόθυμοί εἰσιν εἰς τὸ ἀκροᾶσθαι. ὥστε ἐν τοῖς ἄλλοις μέρεσι τοῦ λόγου, ἔνθα καὶ οἱ ἀκροαταὶ καταρραθυμοῦσι, δεῖ τοὺς ἀκροατὰς διεγείρειν εἰς τὸ προσέχειν, ἔνθα μάλιστα πάντες προσέχουσιν. [b 12] ὥστε ὅπου ἂν ᾖ ὁ καιρὸς τοῦ διεγείρειν τοὺς ἀκροατὰς εἰς τὸ προσέχειν καὶ ἴδῃς καὶ αὐτοὺς ἐπινυστάζοντας, διυπνιστέον αὐτοὺς καὶ λεκτέον ‘καί μοι προσέχετε τὸν νοῦν· ὃ γὰρ μέλλω ἐρεῖν, οὐκ ἔστιν ἐμὸν ἤτοι οὐκ ἀφορῶν ἐστι πρὸς ἐμὴν μόνην ὠφέλειαν ἀλλὰ καὶ ὑμετέραν· ἐρῶ γὰρ ὑμῖν τοιοῦτον δεινὸν ἢ θαυμαστόν, οἷον οὐδέποτε ἠκηκόειτε’. [b 16] ἡ πεντηκοντάδραχμος εἶδός ἐστι βοτάνης,2 ὃ προσφερόμενοι οἱ ἄνθρωποι διατελοῦσιν· ἔλεγεν οὖν ὁ Πρόδικος, ὅτι, ὅτε νυστάζουσιν οἱ ἀκροαταί, δεῖ παρεμβάλλειν αὐτοῖς ἀπὸ τῆς πεντηκονταδράχμου καὶ προσφέρειν, ὡς ἂν διατελῶσι διυπνιζόμενοι ὑπ’ αὐτῆς καὶ διεγειρόμενοι εἰς τὸ προσέχειν. εὗρον δὲ σχόλιον εἰς τὴν πεντηκοντάδραχμον τοιοῦτον· ‘ἀναμνήσθητε, ὅτι λαμβάνετε πεντήκοντα δραχμάς’. [b 17] ὅτι δὲ τὰ τοιαῦτα προοίμια τὰ παρασκευάζοντα τοὺς ἀκροατὰς προσέχειν πρὸς ἀκροατάς εἰσι καὶ γίνονται, οὐχ ᾗπερ ἐστὶν ὁ ἀκροατὴς ἤτοι οὐχὶ καθ’ ὃ σοφὸν [f. 74v] ἀκροατήν,3 ἀλλὰ πρὸς ἰδιώτην ἀκροατήν, δῆλον· πάντες γὰρ ἐν τῷ προοιμίῳ ἢ διαβάλλουσι τὸν κατήγορον ἢ διαλύουσι τὸν ἐπικείμενον φόβον τοῖς ἀκροαταῖς, οἷον Σοφοκλῆς λέγει τῇ Ἀντιγόνῃ [b 20] ‘ἄναξ, ἐρῶ μὲν οὐχὶ τοιοῦτον ὑπὸ σπουδῆς ὄν’ ἤτοι ἄξιον ὂν σπουδῆς, μονονουχὶ λέγων ὡς ‘οὐ δεῖ σε θροηθῆναι· οὐδὲ γὰρ ὃ μέλλω ἐρεῖν φοβερόν ἐστιν·’ ὁ δέ φησι ‘περισσόν ἐστι τὸ φροιμιάζεσθαί σε· τί γάρ’, φησίν, ‘ὀργίζῃ;’ ὁ ἄγγελος λέγει πρὸς τὸν Κρέοντα ὡς τῆς Ἀντιγόνης θαψάσης τὸ σῶμα τοῦ Πολυνείκους τοῦ ἀδελφοῦ αὐτῆς ‘‘δύσπνους ἱκάνω κοῦφον ἐξάρας πόδα.’’ [b 22] καὶ οἱ ἔχοντες τὸ πρᾶγμα, περὶ οὗ λέγουσιν, ὡς ἔστι πονηρόν, ἡγοῦνται βέλτιον διατρίβειν ἐν τοῖς ἔξω τοῦ πράγματος καὶ τῆς ὑποθέσεως παρ’ ὃ χωρῆσαι4 εἰς αὐτὸ τὸ πρᾶγμα καὶ εἰς αὐτὴν τὴν ὑπόθεσιν· [b 23] διὸ οἱ δοῦλοι κρατηθέντες εἰς κλοπὴν οὐ λέγουσιν ἃ ἐρωτῶνται καὶ ἀποκρίνονται ἀλλὰ τὰ κύκλῳ ἤτοι τὰ ἐκτὸς τοῦ πράγματος καὶ τῆς ὑποθέσεως καὶ προοιμιάζονται ἤτοι πολλὰ λέγουσιν ἐκτὸς τοῦ πράγματος καὶ τῆς ὑποθέσεως. [b 25] ἡ γὰρ εὔνοια γίνεται ἢ ἀπὸ φιλίας ἢ ἀπὸ δυστυχίας·· ἢ γὰρ κτᾶταί τίς τινα εὔνουν ἐν τῷ εἶναι φίλος αὐτῷ ἢ ἐν τῷ εἶναι ἐλεεινὸς καὶ ἐλέους ἄξιος.
或者也是这样[说]:因此必须灌输、建立并论证言论是关乎此类事项,即重大而惊人之事。 但不可忽视的是:所有此类做法,即在绪论中表明言论关乎重大、令人愉快或惊人的事物,都在言论之外,即在摆在面前的论题之外;而且此类在事实之外言说的绪论,仅当我们的听众是卑劣而鄙野之人,且是倾听即接纳听取本题和论题之外的事物之人时,才是适宜的。 因为若是听众并非此类人,即并非鄙野之人而是明智之人,他就不需要绪论,而是直接从事实本身着手撰述;即便他确实制作绪论,也仅制作如此限度的绪论:在绪论中概括地、粗略地且简短地陈述并暗示事实,即他所建议或诉讼的论题,以使言论不至于无头,而是像身体一样拥有头部。 再者,试图使听众保持专注并非仅为绪论所独有,而是为言论的所有各部分所共有;因为若有必要,我们无论在叙述中、在辩证争锋中还是在结语中,都将试图使听众保持专注;总之,无论我们在何处察觉他们泄气和懈怠,就必须在何处唤醒他们,并使他们准备好保持专注。 因为在任何地方,即在言论的其他各部分中,即在叙述和争锋中,听众比起刚开始时,即比起在绪论中,更为松懈、屈服和倦怠;因为在开始时他们对倾听更为热切。因此在言论的其他各部分中,正是在听众倦怠之处,必须唤起听众保持专注,犹如在众人最专注之处一样。 因此,无论在何处有唤起听众保持专注的时机,只要你看到他们打盹,就必须唤醒他们并说道:“请对我集中注意力;因为我将要陈述之事并非属于我个人的,即并非仅关顾我一人的利益,而是也关顾你们的利益;因为我将对你们陈述你们从未听过的如此可怕或惊人的事情。” 所谓“五十德拉克马”是一种草药,人们服用它以维持生命。普罗狄柯因此常说:当听众打瞌睡时,必须向他们投送并提供五十德拉克马草药,以便他们借此被唤醒,并被激发保持专注而维持清醒。不过关于“五十德拉克马”,我也发现了一条这样的古注:“请回想一下,你们正在领取五十德拉克马。” 至于此类使听众准备好保持专注的绪论,乃是针对听众而产生并制定的,并非就听众而言,即并非针对明智的听众,而是针对外行庸常的听众,这一点是显而易见的;因为所有人在绪论中要么中伤控告者,要么消除压在听众心头的恐惧,正如索福克勒斯在《安提戈涅》中所说的那样: “大王,我将要说的并非这般出于急促之事”——即值得急促之事——几乎是在说:“你不必惊慌,因为我将要陈述的也并非可怕之事。”而对方则说:“你作绪论是多余的;因为你究竟为何发怒?”在安提戈涅埋葬了其兄长波吕涅刻斯的尸体之后,信使对克瑞翁说道:“我迈开轻捷之步,气喘吁吁地赶来。” 那些所谈论之事处于劣势境地的人,认为停留在本题和论题之外的事物中,要比进到事实本身和论题本身中更好。 因此,被当场捕获行窃的奴隶并不针对所被质问的事情作答陈述,而是陈述周边之事,即处于事实和论题之外的事,并且制作绪论,即陈述大量脱离事实和论题的话语。 因为好感要么产生于友谊,要么产生于不幸;一个人通过成为对方的朋友,或者通过成为可怜且值得怜悯的人,来使某人对自己怀有善意。
- 3.1.14παρ’ ὃ ἀρχόμενοι
παρά 搭配关系代名词宾格(ὃ),紧随比较级 μᾶλλον 之后,表示比较的标准,意为“相较于……之时”。ἀρχόμενοι 为时间性副词分词(“当他们刚开始时”)。
- 3.1.14ἡ πεντηκοντάδραχμος εἶδός ἐστι βοτάνης
评注者将亚里士多德原文中的阴性省略语(ἡ πεντηκοντάδραχμος,实指五十德拉克马的示范讲座)误解为某种草药(εἶδος βοτάνης)。在句法上虽为直接的主系表结构,但后文的 προσφερόμενοι(服用、摄入)与 διατελοῦσιν 也顺应此药草解读而展开。
- 3.1.14οὐχ ᾗπερ ἐστὶν ὁ ἀκροατὴς ἤτοι οὐχὶ καθ’ ὃ σοφὸν ἀκροατήν
在由关系副词 ᾗπερ(“就……而言”)引导的从句内,主语 ὁ ἀκροατής 的表语补足语(指真正的或明智的听众)被省略;评注者在紧随其后的 ἤτοι 句中通过补充宾格短语 καθ’ ὃ σοφὸν ἀκροατήν 加以意译阐明。
- 3.1.14παρ’ ὃ χωρῆσαι
呼应中性比较级 βέλτιον,παρά + 中性宾格关系代词 ὅ + 不定词 χωρῆσαι 构成了比较基准句式(“比起走向……”)。这与上文的 παρ’ ὃ ἀρχόμενοι 一致,均属评注者使用 παρά + 宾格引入比较基准的特定习惯。
