- 底本
- Anonymus, In Aristotelis artem rhetoricam commentarium. Commentaria in Aristotelem Graeca XXI.2, ed. H. Rabe, Berlin: Reimer 1896, pp. 1-262. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4026.tlg001.humanitext-grc1:231.17-232.33
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
本节基于亚里士多德《修辞学》1415a22–b3,阐释绪论固有的功能(阐明论题与目的)与唤起情感等附随功能,以及辩护方与控告方在消除或制造中伤时的结构位置差异,并探讨吸引或分散听众注意力的技巧。
[a 22] τὸ γοῦν ἴδιον τοῦ προοιμίου τοῦτό ἐστι τὸ δηλῶσαι εὐθύς, τί ἐστι τὸ τέλος καὶ ἡ ὑπόθεσις, ἧς ἕνεκα ὁ λόγος ἐκτέθειται. διό, ἂν δῆλον ᾖ ἤτοι δήλη ἐστὶν ἡ ὑπόθεσις καὶ τὸ πρᾶγμά ἐστι μικρὸν ἤτοι σαφὴς καὶ εὐτελής ἐστιν ἡ ὑπόθεσις, οὐ χρηστέον ἐπὶ ταύτῃ προοιμίῳ. τὸ μὲν ἀναγκαῖον ἐν τῷ λόγῳ ἐστὶ τὸ προοίμιον, ἵνα δηλοῖ τὴν ὑπόθεσιν, τὰ δ’ ἄλλα εἴδη τῶν προοιμίων ἤτοι τὸ κινεῖν τοὺς δικαστὰς καὶ τοὺς ἀκροατὰς εἰς ὀργήν, εἰς φόβον, εἰς ἔλεον, οἷς οἱ νῦν ῥήτορες χρῶνται, ἰατρεύματά εἰσιν ἤτοι ἐπείσακτα καὶ κοινὰ καὶ τοῦ πράγματος καὶ τοῦ ἐναντίου ἤτοι τοῦ ἀντιδίκου. [a 27] περὶ αὐτοῦ μὲν καὶ τοῦ ἀντιδίκου γίνονται τὰ προοίμια, ἵνα λυθῇ ἡ διαβολὴ ἢ ποίησις·1 οἷον εἰ μὲν ὑβρίσθης παρὰ τοῦ ἀντιδίκου καὶ κατηγορήθης, δεῖ σε ἐν τῷ προοιμίῳ εὐθὺς λῦσαι τὴν κατηγορίαν τὴν κατὰ σοῦ καὶ δεῖξαι, ὅτι ψευδῶς κατηγόρει σου ἅτε ἐχθρὸς ὤν· εἰ δὲ κατήγορος [f. 74r] εἶ, δεῖ σε ἐν τῷ προοιμίῳ εὐθὺς ποιεῖν ἤτοι ὑβρίζειν καὶ διαβάλλειν τὸν ἀντιδικοῦντά σοι καὶ δεικνύειν ὅτι ‘συνέστησα τὸ δικαστήριον τοῦτο κατ’ αὐτοῦ οὐ διὰ τὸ εἶναι αὐτὸν ἐχθρόν μοι ἀλλὰ διὰ τὸ εἶναι φύσει φαῦλον καὶ αἰσχρόν’· [a 28] πλὴν οὐχ ὁμοίως ὀφείλεις ταῦτα ποιεῖν, ἀλλ’ εἰ μὲν ἀπολογούμενος εἶ, ὀφείλεις ἐξ ἀρχῆς τοῦ προοιμίου λύειν τὴν ὕβριν, ἣν κατὰ σοῦ ὁ κατήγορος ἐνεδείξατο, εἰ δὲ κατήγορος εἶ, ἐν τῷ ἐπιλόγῳ καὶ οὐχὶ ἐν τῷ προοιμίῳ δεῖ τὴν ὕβριν ποιεῖν κατὰ τοῦ ἀντιδικοῦντός σοι καὶ τὴν κατηγορίαν. [a 30] ὅταν μέλλῃ ὁ ἀπολογούμενος εἰσάξαι αὑτὸν εἰς τὸ δικαστήριον, εἰ βούλεται εὐπαράδεκτος δοκεῖν τοῖς ἀκροαταῖς καὶ ἀληθής, ἀναγκαῖόν ἐστι πρῶτον λῦσαι τὰ κωλύοντα αὐτὸν δοκεῖν ἀληθῆ τοῖς δικασταῖς καὶ τοῖς ἀκροαταῖς ἤγουν διαλύειν, ἃς ἔφθη κενῶσαι κατ’ [f. 74r] αὐτοῦ ὕβρεις ὁ ἀντίδικος καὶ τὴν κακὴν κατ’ αὐτοῦ ὑπόληψιν· [a 32] τῷ δὲ διαβάλλοντι, ἤτοι εἰ δὲ κατηγορῶν εἶ, ἀναγκαῖόν ἐστιν ἐν τῷ ἐπιλόγῳ διασύρειν καὶ ὑβρίζειν τὸν ἀντίδικον, ὡς ἂν εὐμνημόνευτοι ὦσιν αἱ κατὰ τοῦ ἀντιδίκου κενωθεῖσαι παρὰ σοῦ ὕβρεις τοῖς ἀκροαταῖς. τὰ δὲ πρὸς τὸν ἀκροατὴν προοίμιά εἰσιν, εἴ γε ποιήσεις αὐτὸν εὔνουν τοῖς ἀκροαταῖς ὄντα2 καὶ πρὸς ὠφέλειαν αὐτῶν ἀποβλέποντα καὶ ἐκ τοῦ ὀργίσαι ἤτοι εἰς ὀργὴν αὐτοὺς παρακινῆσαι κατὰ τοῦ ἀντιδίκου. [a 35] πολλάκις δὲ ὀφείλεις προσεκτικοὺς ποιεῖν τοὺς ἀκροατὰς ἢ τοὐναντίον ἤτοι ἀπροσεκτοῦντας· διὸ καὶ πολλοὶ πειρῶνται προάγειν καὶ παρακινεῖν τοὺς ἀκροατὰς εἰς γέλωτα, ἵνα ἀσχολούμενοι τῷ γέλωτι μὴ προσέχωσι τοῖς λεγομένοις παρὰ τοῦ ἀντιδικοῦντός σοι, οἷον καὶ ὁ Δημοσθένης πεποίηκεν· οὗτος γὰρ κατηγορῶν τοῦ Αἰσχίνου ὡς προδότου ἔλεγεν ‘ὁ προδοὺς τὰ τῆς πόλεως πράγματα ἆρ’ οὐκ ἔστι μισθωτός;’ τοῦ δὲ δήμου ἀναβοήσαντος ‘μισθωτός’, ‘τοιοῦτος’ ἔφησε ‘καὶ ὁ Αἰσχίνης’· ἐνταῦθα μέγα ὁ δῆμος ἀνεκάγχασεν. [a 37] ἐάν τις δὲ βούληται, ἀνάξει ἅπαντα τὰ προοίμια εἰς εὐμάθειαν ἤτοι εἰς τὸ ποιεῖν τὰ μέλλοντα ῥηθῆναι εὐμαθῆ καὶ εὐδιάγνωστα τοῖς ἀκροαταῖς· τούτου χάριν γίνονται τὰ προοίμια καὶ εἰς τὸ φαίνεσθαι καὶ δεικνύειν ἑαυτὸν ἐπιεικῆ ἤτοι ἀγαθὸν καὶ ἀληθῆ. εὗρον καὶ σχόλιον τοιοῦτον· χρὴ φησὶν εὐμαθῆ καὶ σαφῆ τὸν λόγον ποιεῖν καὶ ἐπιεικῆ ἑαυτὸν δεικνύναι. [a 38] προσέχουσι γὰρ μᾶλλον τούτοις ἤτοι τοῖς ἀγαθοῖς ἀνδράσι καὶ τοῖς λόγοις τοῖς σαφέσι καὶ εὐμαθέσι καὶ εὐδιαγνώστοις. [b 1] προσέχουσι δὲ μᾶλλον τοῖς μεγάλοις, ἤτοι εἰ περὶ μεγάλων πραγμάτων λέγει τις, καὶ τοῖς ἰδίοις, ἤτοι εἰ, ἃ λέγει, εἰσὶν ἴδια καὶ οἰκεῖα ἡμῖν τοῖς ἀκούουσι καὶ εἰς οἰκείαν ὠφέλειαν ἡμῶν ἀφορῶσι. καὶ ὅτι προσεκτέον τοῖς λεγομένοις· ‘θαυμαστὰ γὰρ μέλλω ἐρεῖν ἢ ἡδέα.’3 [b 2] διὸ δεῖ τοὺς ἀκροατὰς ἐμποιεῖν προσεκτικοὺς ἐκ τοῦ δεικνύειν, ὅτι ὁ λόγος ἐστὶ περὶ τοιούτων ἤτοι θαυμαστῶν ἢ ἡδέων ἢ μεγάλων ἢ ἰδίων. ἐὰν δὲ θέλῃς ποιεῖν αὐτοὺς μὴ προσεκτικούς, δεῖ σε ἐμποιεῖν καὶ συνιστᾶν καὶ ἀποδεικνύναι, ὅτι τὸ πρᾶγμα, περὶ οὗ ὁ λόγος ἐστί, μικρὸν καὶ ὅτι οὐδὲ πρὸς ἐκείνους ἤτοι οὐδ’ ὅλως ὠφελεῖ τοὺς ἀκροατὰς καὶ ὅτι λυπηρόν ἐστιν.
总之,绪论固有的功能就是:立即阐明言论为此而提出的目的和论题是什么。因此,如果论题显而易见且事情微不足道,也就是说论题清晰且琐碎,就不应当对此使用绪论。言论中之所以必须有绪论,是为了阐明论题;至于其他种类的绪论,即将审判官与听众驱向愤怒、恐惧与怜悯,正如今日的演说家们所使用的,乃是对症治疗,即外加的附随之物,并且对事件本身与对方即诉讼对手而言是相通的。 关于自身与诉讼对手制作绪论,是为了消除或产生中伤:例如,若是你遭受诉讼对手的侮辱与控告,你就必须在绪论中立即消除对你的控告,并表明他是因为身为仇敌才虚妄控告你;但若是你身为控告者,你就必须在绪论中立即产生[中伤],即侮辱并毁谤与你争辩之人,并表明“我对他提起这个法庭诉讼,并非因为他是我的仇敌,而是因为他在本性上是卑劣而可耻的”。 只是你不应当以同样的方式做这些事,而是:若是你身为辩护人,就应当从绪论一开始就消除控告者对你施加的侮辱;但若是你身为控告者,就必须在结语中而非在绪论中对与你争辩之人进行侮辱与控告。 当辩护人将要使自己进入法庭时,若是他希望在听众眼中显得易于接纳且真实可信,就必须首先消除那些阻止他在审判官与听众眼中显得真实的障碍,也就是说,消除诉讼对手先前对他倾泻的侮辱以及对他的恶劣印象。 而对于毁谤者而言,即若是你身为控告者,就必须在结语中贬损并侮辱诉讼对手,以便你向诉讼对手倾泻的侮辱容易被听众铭记。至于针对听众的绪论,则在于你使[说话者]自身对听众怀有善意并关顾他们的利益,并且出自激怒他们,即驱使他们对诉讼对手发怒。 而且你常常必须使听众保持专注,或者相反,即漫不经心;正因如此,许多人也试图引诱并驱使听众发笑,以便他们忙于欢笑而不去注意与你争辩之人所陈述的言辞;正如德摩斯梯尼所做的那样:因为此人在控告埃斯基涅斯为叛国者时说道:“出卖城邦事务的人难道不是受雇雇工吗?”当民众高呼“是雇工!”时,他说:“埃斯基涅斯也是这样的人。”于是民众放声大笑。 若是有人愿意,他也会把所有的绪论归纳为易于学习,即使将要陈述之事对听众而言变得容易学习且容易辨识;绪论正是为了这一目的而制作的,也是为了显出并表明自身是正派即善良而真实的人。我也发现了这样一条古注:“他说应当使言论易学且明晰,并表明自身是正派的。” 因为人们更为注意这些,即更为注意善良之人,以及明晰、易学且易辨的言论。 人们也更为注意重大的事物,即若是有人谈论重大事项;以及切身的事物,即若是他所言之事对我们听者而言是切身而熟悉的,并且关涉我们自身的利益。并且[说话者会说]应当注意所言之事:“因为我将要陈述惊人或令人愉快之事。” 因此,必须通过表明言论涉及此类事项,即惊人、愉快、重大或切身之事,来使听众产生专注。但若是你想使他们漫不经心,你就必须灌输、建立并论证:言论所探讨的事物是微不足道的,而且对他们而言无关紧要,即对听众毫无益处,并且是令人不快的。
- 3.1.14ἵνα λυθῇ ἡ διαβολὴ ἢ ποίησις
名词 ποίησις 在语法上与 διαβολή 并列作为 λυθῇ 的主语,但在语义上表示与消除(λύσις)相对立的“制造/产生中伤”(控告者的任务)。因此该目的从句简明地并举了双方的目的:“以便消除中伤,或产生[中伤]”。
- 3.1.14τὰ δὲ πρὸς τὸν ἀκροατὴν προοίμιά εἰσιν, εἴ γε ποιήσεις αὐτὸν εὔνουν τοῖς ἀκροαταῖς ὄντα
主语为 τὰ δὲ πρὸς τὸν ἀκροατὴν προοίμια,其表语/谓语由条件从句 εἴ γε ποιήσεις... 以及介词短语 ἐκ τοῦ ὀργίσαι... 共同承担。从上下文来看,αὐτόν 指演说家(说话者)自身,意即向听众展示自己怀有善意。
- 3.1.14καὶ ὅτι προσεκτέον τοῖς λεγομένοις· ‘θαυμαστὰ γὰρ μέλλω ἐρεῖν ἢ ἡδέα.’
καὶ ὅτι 承接前文列举引起注意的各种缘由,以间接引述的方式表达“[说话者声称]应当注意所言之事”;其后紧跟的直接引语(‘θαυμαστὰ γὰρ...’)则是具体的言辞范例。
