← 佚名

亚里士多德《修辞学》佚名评注

§229.28-231.17

节庆演说的绪论与诗作中的论题提示

本节注解亚里士多德《修辞学》卷三第14章(1415a1–24),探讨了节庆集会言论对诉讼性绪论的借鉴、绪论的构成要素,并通过荷马以及悲剧诗人(索福克勒斯、欧里庇得斯)的例证,论述了绪论作为全篇论题样本而发挥的引导听众功能。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.1.14#2

[1405 a 1] ἔτι δὲ ποιητέον ἐν τοῖς πανηγυρικοῖς λόγοις προοίμιον ἐκ τῶν δικανικῶν προοιμίων· δικανικὰ δὲ προοίμιά εἰσι τὰ τεινόμενα πρὸς τὸν ἀκροατὴν καὶ παρακαλοῦντα αὐτοὺς εἶναι προσεκτικοὺς ἢ συγγνωμονεῖν τῷ λέγοντι ῥήτορι· τὰ τοιαῦτα γὰρ προοίμια ἁρμόζουσι καὶ τῷ πανηγυρικῷ λόγῳ, οἷον εἰ περὶ παραδόξου μέλλεις λέγειν ἢ χαλεποῦ ἤτοι λυπηροῦ, ὀφείλεις παρακαλεῖν τοὺς ἀκροατὰς συγγνωμονῆσαί σοι λέγοντι παράδοξα ἢ λυπηρά· ὡς γὰρ συντείνοντα τῇ πόλει λέγειν καταναγκάζεσθαι ταῦτα.1 [f. 73v] [a 3] ἢ εἰ λέγεις τι τεθρυλλημένον καὶ γνώριμον ὂν τοῖς πᾶσι, δεῖ σε παρακαλεῖν τὸν ἀκροατὴν συγγνωμονῆσαί σοι, εἰ τὰ γνώριμα λέγεις τοῖς [f. 73v] πᾶσιν· οἷον ὁ Χοιρίλλος ἐποίησε (τραγικὸς δὲ οὗτος) ‘συγγνωμονητέον, ὦ ἄνδρες, εἰ νῦν παρίσταμαι λέγων ταυτί, ὅτε δέδασται καὶ ἔγνωσται τοῖς πᾶσι τὰ πάντα, ἃ νῦν λέγω τήμερον’. δέδασται λέγεται ἐκ τοῦ δαίω, τὸ μανθάνω. εὗρον δὲ σχόλιον· ‘νῦν δ’ ὅτε πάντα δέδασται’ καὶ μεμοίρασται, τότε ὁ δεῖνα ἀνδραγαθεῖ. [a 5] τὰ μὲν οὖν προοίμια τῶν πανηγυρικῶν ἐκ τούτων γίνονται ἤτοι ἐκ ψόγου καὶ ἐξ ἐπαίνου καὶ ἐκ προτροπῆς καὶ ἐκ τῶν πρὸς ἀκροατήν· ἢ γὰρ τοὺς ἀκροατὰς ἐν τῷ προοιμίῳ ποιεῖ ὁ ῥήτωρ προσεκτικούς, οἷς μέλλει ῥηθῆναι,2 ἢ προτρέπει αὐτοὺς εἰς ὀργήν, εἰ ψέγει, ἢ ἀποτρέπει τοὺς ἀκροατὰς τοῦ μὴ ὀργίζεσθαι, εἰ ἐπαινεῖ. [a 7] δεῖ δὲ τὰ ἐνδόσιμα ἤγουν τὰ προοίμια ἢ ξένα εἶναι καὶ ἀλλότρια τοῦ λόγου ἢ οἰκεῖα καὶ ἁρμόζοντα τῇ ὑποθέσει. εὗρον δὲ σχόλιον λέγον ἐνδόσιμα τὰ ἀληθῆ. ὅπερ δύνανται οἱ πρόλογοι ἐν τοῖς δράμασι, τοῦτο καὶ ἐν τοῖς δικανικοῖς λόγοις δύνανται τὰ προοίμια. [a 10] τινὰ μὲν τῶν διθυράμβων προοίμια ὅμοια εἰσι τοῖς ἐπιδεικτικοῖς ἤτοι πανηγυρικοῖς, οἷον ‘ἦλθον εἰς σὲ διὰ σὲ καὶ τὰ τεὰ καὶ τὰ σὰ δῶρα καὶ εὐεργετήματα καὶ τὰ σκῦλα, ὦ θεὲ Διόνυσε’. [a 11] ἐν δὲ τοῖς προλόγοις καὶ τοῖς ἔπεσι τὰ προοίμια δηλοῦσι τὴν ὅλην ὑπόθεσιν, ἵνα οἱ ἀκροαταὶ προειδῶσι τὴν ὑπόθεσιν, περὶ ἧς ἦν ὁ λόγος καὶ διαλαμβάνει· συνεπτυγμένως γὰρ τὴν ὅλην ὑπόθεσιν δηλοῦσι τὰ προοίμια τὰ ἐν τοῖς ἔπεσι καὶ ἐν τοῖς προλόγοις τῶν δραμάτων γινόμενα. [a 12] δεῖγμά ἐστι τοῦ λόγου ἤτοι τῆς ὅλης ὑποθέσεως τὸ προοίμιον· τὸ γὰρ προοίμιον συνεπτυγμένως τὴν ὅλην ὑπόθεσιν δηλοῖ τοῦ λόγου, ἵνα οἱ ἀκροαταὶ εὐθὺς εἰδῶσιν ἐξ ἀρχῆς τὴν ὅλην ὑπόθεσιν καὶ μὴ κρέμαται ἡ διάνοια τοῦ ἀκροατοῦ μέχρι πολλοῦ καὶ ἄχρι σχεδὸν τοῦ τέλους 〈τοῦ〉 λόγου προσδοκῶσα ἔτι μαθεῖν, περὶ τίνος ὁ λόγος μέλλει διαλαβεῖν. [a 13] τὸ γὰρ ἀόριστον πλανᾷ τὸν ἀκροατήν, καὶ διὰ τοῦτο εὐθὺς ἐκ προοιμίου δηλοῦσι τὴν ὅλην ὑπόθεσιν. ὁ δοὺς οὖν τὴν ἀρχὴν καὶ τὸ προοίμιον τῷ λόγῳ ποιεῖ τὸν ἀκροατὴν ἀκολουθεῖν τῷ λόγῳ, ὥσπερ τὸν ἐχόμενον καὶ κρατούμενον εἰς τὴν χεῖρα ἤτοι ἀπὸ τῆς χειρός· ὥσπερ, εἴ τις κρατήσει τινὰ διὰ τῆς χειρός, ὁδηγεῖ αὐτὸν εἰς τὸ διελθεῖν ἀπροσκόπως, ἣν βαδίζει ὁδόν, οὕτω καὶ ὁ ἐν τῷ προοιμίῳ τὴν ὅλην ὑπόθεσιν παχυμερῶς παρεμφαίνων ὁδηγεῖ τὸν ἀκροατὴν εἰς τὸ ἐφέπεσθαι τοῖς λεγομένοις δι’ ὅλου [f. 73v] τοῦ λόγου καὶ μὴ προσκόπτειν ἐν τῷ μεταξὺ καὶ πλανᾶσθαι. [a 15] διὰ τοῦτο ἤτοι τὸ μὴ πλανᾶσθαι τῷ ἀορίστῳ εὐθὺς ἐν αὐτῷ τῷ προοιμίῳ τὴν ὅλην δηλοῦσιν ὑπόθεσιν, ὡς τὸ “μῆνιν ἄειδε θεά” καὶ ‘ἡγέο μοι ἄλλων καὶ ἄλλων’ ἀντὶ τοῦ ‘ἡγεμόνευέ μοι’· τοῦτο εἴρηται τῷ Ἡροδότῳ περὶ τοῦ πρὸς τὸν Ξέρξην πολέμου. [a 18] καὶ οἱ τραγικοὶ ἐν τῷ προοιμίῳ καὶ ἐξ ἀρχῆς δηλοῦσι τὴν ὑπόθεσιν, περὶ ἧς τὸ δρᾶμά ἐστιν, οἷον ὁ Σοφοκλῆς “ἀεὶ μέν, ὦ παῖ Λαρτίου, δέδορκά σε”· ἐδήλωσε γάρ, ὅτι περὶ τοῦ Αἴαντος ἡ ὅλη ὑπόθεσις τοῦ δράματός ἐστιν. [a 19] ὁ δὲ Εὐριπίδης οὐκ ἐν ἀρχῇ τοῦ προοιμίου δηλοῖ τὴν ὑπόθεσιν ὅλην τοῦ λόγου ἀλλὰ μετὰ πολλά· οὐ γὰρ συντόμως τὰς ἀποδόσεις ποιεῖται ἀλλὰ σχοινοτενεῖς,3 ὡς τὸ “ἥκω νεκρῶν κευθμῶνα”· τῇ γὰρ ἀποδόσει τοῦ λόγου νοεῖται καὶ ἀπαρτίζεται ἡ ὑπόθεσις. ἀλλ’ εὐθὺς ἐν τῷ προλόγῳ καὶ προοιμίῳ τὴν ὅλην ὑπόθεσιν δηλοῖ· οὗτος γὰρ ὁ Εὐριπίδης πολλὰ πρῶτον προοιμιάζεται.

此外,在节庆集会言论中,应当从诉讼性绪论中制作绪论;而诉讼性绪论就是那些针对听众、并促请他们保持专注或宽恕发言演说家的绪论;因为此类绪论也适用于节庆集会言论,例如若是你将要谈论出人意料或棘手即令人不快的事项,你就应当促请听众宽恕谈论出人意料或令人不快之事的你;理由是:这些事项事关城邦利益,你是被迫说出这些话的。 或者若是你谈论某种陈腐且众人皆知的事物,你就必须促请听众宽恕你,哪怕你谈论的是众人皆知的事物;例如科伊里洛斯(此人是悲剧诗人)所作的那样:“诸位先生,若是我今日在此说出这些话,理应获得宽恕,因为我今日所说的一切,早已被众人分配知悉殆尽。”“被分配”出自表示“我获知”的“代奥”一词。我又发现一条古注说:“而如今当万物已被分配”且均分之时,某某人便奋发图强。 因此,节庆集会言论的绪论正是出自这些方面,即出自责备、出自赞美、出自劝导以及出自针对听众的言辞;因为演说家在绪论中,要么使听众对将要陈述之事保持专注,要么在责备时驱使他们发怒,要么在赞美时阻止听众发怒。 引导调即绪论,必须要么对言论而言是外在且无关的,要么对论题而言是固有且适宜的。我还发现一条古注说引导调乃是真实之事。序幕在戏剧中所能起到的作用,绪论在诉讼性言论中也同样能够起到。 某些酒神赞歌的绪论与炫示性即节庆集会的绪论相似,例如:“为了你,为了你的、即你的赐物、恩惠与战利品,我来到了你的面前,酒神狄奥尼索斯啊!” 而在序幕与史诗中,绪论则阐明整个论题,以便听众预先知道言论所涉及并探讨的论题;因为出现在史诗中以及戏剧序幕中的绪论,乃是以概括的方式阐明整个论题。 绪论是言论即整个论题的样本;因为绪论以概括的方式阐明言论的整个论题,以便听众从一开始便立即知晓整个论题,而不至于让听众的心思长久悬置,乃至几乎直到言论的末尾都仍在等待获悉言论将要探讨什么。 因为不确定性会使听众误入歧途,正因如此,人们从绪论一开始便阐明整个论题。因此,赋予言论以开端和绪论的人,使听众紧随言论,正如向着手、即从手上被抓住并握住的人一样;正如若是有人牵着某人的手,便能引导他毫无绊跌地走完所行之路,同样,在绪论中粗略暗示整个论题的人,也能引导听众在整个言论中紧随所说之辞,而不会中途绊跌并误入歧途。 正是因此,即为了不因不确定性而误入歧途,人们在绪论本身中便立即阐明整个论题,例如“女神啊,请歌唱愤怒”,以及用“请指引我,接连不断地”代替“请先导我”;这是希罗多德关于针对薛西斯的战争所说的话。 悲剧诗人们在绪论中且从一开始便阐明戏剧所涉及的论题,例如索福克勒斯所说的:“拉厄耳忒斯之子啊,我时常注视着你”;因为他表明了戏剧的整个论题是关于埃阿斯的。 而欧里庇得斯并非在绪论之初阐明言论的整个论题,而是在许多话语之后才阐明;因为他的归结陈述并非简明扼要,而是冗长拖沓,例如“我〔离开了〕亡魂的隐秘之所而来”;因为唯有通过言论的归结陈述,论题才被理解与完成。然而他在序幕与绪论中立即阐明整个论题;因为这位欧里庇得斯首先作了许多前置铺垫。

语法注3 条
  1. 3.1.14ὡς γὰρ συντείνοντα τῇ πόλει λέγειν καταναγκάζεσθαι ταῦτα

    由 ὡς 引导的带不定式的宾格结构(逻辑主语为演说家自身)。它表达了演说家向听众陈述的主观理由与借口:即声称这些事项(ταῦτα)事关城邦重大利益(συντείνοντα),因而自己被迫将它们陈述出来。

  2. 3.1.14οἷς μέλλει ῥηθῆναι

    关系代词 οἷς 为受 προσεκτικούς 所支配的省略先行词(τούτοις)同化而成的中性复数与格(句法上充当单数动词 μέλλει ῥηθῆναι 的主语 ἅ),意为“使听众对将要陈述的事项[保持专注]”。虽然语法上也可以看作指代前面的 τοὺς ἀκροατάς 的阳性与格(即被陈述的对象),但在语境中作中性理解更符合使听众关注即将展开之论题的含义。

  3. 3.1.14οὐ γὰρ συντόμως τὰς ἀποδόσεις ποιεῖται ἀλλὰ σχοινοτενεῖς

    修辞学与语法学术语中的 ἀπόδοσις 指与前提(protasis)相对应的“主句”或“归结陈述”。此处指欧里庇得斯悲剧序幕的句式结构冗长(σχοινοτενεῖς),句法的最终归结与陈述被延后,使得明示全剧论题的主句迟迟才出现。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4026.tlg001.humanitext-grc1:229.28-231.17