- 底本
- Anonymus, In Aristotelis artem rhetoricam commentarium. Commentaria in Aristotelem Graeca XXI.2, ed. H. Rabe, Berlin: Reimer 1896, pp. 1-262. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4026.tlg001.humanitext-grc1:22.1-23.15
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注解亚里士多德《修辞学》1362a34–b36,阐明获得善与摆脱恶的性质、通过较小之恶与较大之恶的对比而获益(如欠十塔兰同而付二塔兰同的例子),并从公认的善过渡到有争议的善的论题(其相反者为恶、或与敌之所利相反者为善),最后指出该论题并非必然成立而仅在大体上有效。
[a 34] τούτων δὲ κειμένων ἀνάγκη τάς τε λήψεις τῶν ἀγαθῶν ἀγαθὰς εἶναι καὶ τὰς ἀποβολὰς τῶν κακῶν ἀγαθὰς ὁμοίως· καὶ γὰρ τὸ λαμβάνειν ἀγαθὸν ἀγαθὸν καὶ τὸ ἀποβάλλειν τὸ κακὸν ἀγαθόν. [a 36] καὶ ἀκολουθεῖ τῷ μὲν ἤτοι τῇ λήψει τῶν ἀγαθῶν τὸ μὴ ἔχειν τὸ κακὸν ἅμα, τῷ δὲ ἤτοι τῇ ἀποβολῇ τῶν κακῶν ἔχειν τὸ ἀγαθὸν ὕστερον· ἐκκλίνοντες γὰρ τοῦ κακοῦ οὕτως ἐργαζόμεθα τὸ ἀγαθὸν μετὰ τὴν ἀποβολὴν δηλαδὴ τοῦ κακοῦ. καὶ ἀγαθὸν δὲ πάλιν ἡ λῆψις τοῦ μείζονος ἀγαθοῦ ἀντ’ ἐλάττονος· τὸ γὰρ λαβεῖν δύο καλὰ κρεῖττον τοῦ ἓν καὶ τὸ μεῖζον λαβεῖν κρεῖττον τοῦ ἔλαττον. [a 37] καὶ ἡ ἀντὶ μείζονος κακοῦ ἐλάττονος λῆψις ἀγαθόν·1 τὸ γὰρ ἔλαττον κακὸν τοῦ μείζονος κακοῦ ἀγαθὸν ἀντισυγκρινόμενον. εἶτα τίθησι καὶ τὴν αἰτίαν, δι’ ἣν τὸ ἧττον κακὸν ἀγαθόν, οὐχὶ τὸ μεῖζον, φανερῶς τοῦτο λέγων, ὅτι τὸ ἧττον κακὸν ἀγαθὸν καὶ κακόν· διότι, εἰ χρεωστῶν δέκα τάλαντα (τὸ μεῖζον κακόν) δώσω δύο (τὸ ἧττον κακόν), τὰ μὲν ὀκτὼ δοκῶ κερδαίνειν καὶ λαμβάνειν παρά τινος, τὰ δὲ δύο διδόναι· ὑπερέχει δὲ τὰ δέκα τῶν δύο ὀκτάδι· δοκῶ γοῦν τὰ μὲν ὀκτὼ λαμβάνειν, τὰ δὲ δύο διδόναι. ἐπειδὴ γοῦν διδόναι τὰ δέκα μέλλω, κερδαίνω τὰ ὀκτώ, δίδωμι δὲ τὰ δύο. διὰ τοῦτο τὸ ἧττον κακὸν ἀγαθόν· κερδαίνομεν γάρ τι. [b 2] γίνεται μὲν οὖν λῆψις ἐμοὶ τῷ μέλλοντι διδόναι ἐκείνου τοῦ ὑπερέχοντος2 ἤτοι λαμβάνω τὰ ὀκτώ, τοῦ δὲ ἐλάττονος ἤγουν τῶν δύο καθ’ ὑπόθεσιν ἀποβολή. τὰ δ’ ἑξῆς σαφῆ. [b 28] ταῦτα μὲν οὖν σχεδὸν τὰ ὁμολογούμενα ἀγαθά. εἶπε περὶ τῶν ὁμολογουμένων καὶ κυρίως ἀγαθῶν· ἐφεξῆς δὲ μέλλει παραδοῦναι τόπους καὶ πίστεις, πῶς ἂν κατασκευάσῃ τις πιθανῶς, ὅτι τόδε ἀγαθόν. καὶ ἐπεὶ πιθανῶς εἴπομεν, ἔσται τὸ αὐτὸ διὰ τόνδε μὲν τὸν τόπον ἀγαθόν, διὰ δὲ ἕτερον φαῦλον ἢ μὴ ἀγαθὸν ἀλλὰ μέσον. βούλεται δὲ μετὰ ταῦτα πάλιν εἰπεῖν τόπους, οἷς ἀποδείξει τις τόδε μεῖζον αἱρετὸν καὶ συμφέρον μᾶλλον τοῦδε καὶ ἐκ τῶν ἐναντίων φαῦλον καὶ βλαβερὸν μᾶλλον τόδε τοῦδε. [b 29] ἐν δὲ τοῖς ἀμφισβητησίμοις. ἄνω εἶπε περὶ ὁμολογουμένων ἀγαθῶν, ἐνταῦθα δὲ λέγει πιθανὰ καὶ ἀμφισβητήσιμα, χρειώδη μέντοι τῷ ῥήτορι. τίνα δὲ ταῦτα τὰ κατασκευάζοντα τόδε εἶναι ἀγαθόν, ὁμοῦ δ’ ὄντα καὶ ἀμφισβητήσιμα, ἐπιφέρει αὐτὸς κοινοὺς καὶ πιθανοὺς παρατιθέμενος τόπους· οἷον [b 30] ᾧ τὸ ἐναντίον κακόν, τοῦτο ἀγαθόν, ὡς τὸ εἰρηνεύειν ἀγαθὸν ὂν ἐναντίον ὂν τῷ μάχεσθαι πρὸς ἀλλήλους· εἰ γοῦν τὸ μάχεσθαι πρὸς ἀλλήλους φαῦλον, ἀγαθὸν τὸ εἰρηνεύειν. καὶ ἀγαθὸν ἐκεῖνο, οὗ τὸ ἐναντίον συμφέρει τοῖς ἐχθροῖς. συμφέρει ἐκείνοις τὸ εἶναι ἡμᾶς δειλούς· λοιπὸν τὸ ἐναντίον τούτῳ τῷ συμφέροντι ἐκείνοις ἀγαθόν· ποῖον τοῦτο; ἡ ἀνδρία. [b 34] καὶ ὅλως ἐπί τινος, ὃ οἱ ἐχθροὶ βούλονται ἢ ἐφ’ ᾧ χαίρουσι, τὸ ἐναντίον τούτου ὠφέλιμον, ὥσπερ εἰ βούλονται μὴ ἔχειν ἡμᾶς σῖτον οἱ πολέμιοι· εἰ δὲ τοῦτο, τὸ ἔχειν σῖτον τῶν ὠφελίμων ἡμῖν· διό, ὡς ἐδείξαμεν, ἐπειδὴ κακὸν ἡμῖν τὸ συμφέρον τοῖς πολεμίοις, ἀγαθὸν δὲ ἡμῖν τὸ ἐναντίον τῷ συμφέροντι τοῖς πολεμίοις, ὡς τὸ εἰρηνεύειν κρεῖττον τοῦ μάχεσθαι, καλῶς εἶπε Νέστωρ “ἦ κεν γηθήσαι Πρίαμος”. [b 36] ἔστι δὲ οὐκ ἀεὶ τοῦτο τὸ εἶναι τὸ συμφέρον τοῖς ἐναντίοις ἡμῖν βλαβερόν,3 τὸ δ’ ἐναντίον ἐκείνοις ἡμῖν ὠφέλιμον, ἀλλὰ τὸ ὡς ἐπὶ πολὺ ὁ τόπος ἔχει καὶ οὐκ ἀναγκαῖός ἐστι. καὶ ἡ αἰτία, διότι οὐδὲν κωλύει ἐνίοτε ταὐτὰ συμφέρειν ἡμῖν καὶ τοῖς ἐναντίοις· συμφέρει γὰρ ἐκείνοις μὴ πολεμηθῆναι ἡμᾶς ὑπὸ μείζονος ἔθνους, ἵνα μὴ καταπολεμηθέντων ἡμῶν καταπολεμηθῶσι κἀκεῖνοι, ὥσπερ Λακεδαιμονίοις συνέφερε μὴ πολεμηθῆναι τοὺς Ἀθηναίους παρὰ τοῦ Ξέρξου μυριάνθρωπον στρατόπεδον ἐξοπλίσαντος, ἵνα μὴ κἀκεῖνοι πολεμηθῶσιν.
[a 34] 这些前提既定,必然地,获得善事是善,抛弃恶事同样也是善;因为获得善是善,抛弃恶也是善。[a 36] 并且,伴随前者的,即获得善事的,是同时不具有恶;而伴随第二者的,即抛弃恶事的,是随后具有善;因为我们避开恶,便在显然抛弃恶之后如此行出善来。而且,获得更大的善以代替较小的善,这又是善;因为获得两件美好的事物胜于获得一件,获得更大的胜于获得较小的。[a 37] 获得较小的恶以代替更大的恶也是善;因为较小的恶与更大的恶相比较便成为善。随后他也提出了何以较小的恶而非更大的恶是善的原因,明白地谈到较小的恶既是善也是恶;因为若我欠十塔兰同(更大的恶)而付出二塔兰同(较小的恶),我便显得从某人处赚得并得到了八塔兰同,而付出了二塔兰同;而十比二多出八;无论如何,我显得得到了八而付出了二。既然我本将付出十,我赚得了八而付出二。因此较小的恶是善;因为我们有所获益。[b 2] 因此,对我这个本将付出的人而言,产生了对那多出部分的获得——即我得到了八——而对于假定中的较小数即二,则产生了抛弃。接下来的内容是明白的。[b 28] 那么,这些大体上是公认的善事。他谈论了公认的、本义上的善事;接下去他将要传授论题和论证,即人们如何能盖然地确立某事是善的。既然我们说了“盖然地”,同一件事通过这个论题将是善的,而通过另一个论题将是劣俗的,或者不是善而是中性的。在此之后,他又意图陈述一些论题,借此人们可以论证某事比另一事更值得选取、更有益,并从相反者出发论证某事比另一事更劣俗、更有害。[b 29] “在有争议的事物中”。上面他谈论了公认的善,而在这里他谈论的是盖然且有争议的、然而对修辞家有用的事物。至于这些确立某事为善、但同时又是有争议的事物是什么,他自己列举了普遍而盖然的论题补充道;例如,[b 30] 其相反者为恶的事物,这便是善,正如保持和平是善,因其与相互交战相反;若相互交战是劣俗的,保持和平便是善。其相反者对敌人有益的事物也是善。我们懦弱对他们是有益的;那么,与对他们有益之事相反的便是善;这是何种事物?勇敢。[b 34] 一般而言,凡敌人所期望的或因之欢喜的事物,其相反者都是有益的,正如敌人若希望我们没有粮食;如果这样,拥有粮食便属于对我们有益之事;因此,正如我们所表明的,既然对敌人有益之事对我们是恶,而与对敌人有益之事相反者对我们是善(正如保持和平胜于交战),内斯托尔便恰当地说过“普里阿摩斯诚然会欢喜”。[b 36] 但是,对敌手有益之事对我们有害、而与他们相反之事对我们有益,这种情况并非总是如此,这一论题只是在大体上成立,并非必然的。原因在于,没有任何事物妨碍同样的事情有时对我们和敌手都有益;因为我们不被更庞大的民族攻击对他们也是有益的,以免在我们被征服后他们也被征服,正如在薛西斯装备了一支万夫之军时,雅典人不被攻击对斯巴达人是有益的,以免他们自己也被攻击一样。
- 1.0.6καὶ ἡ ἀντὶ μείζονος κακοῦ ἐλάττονος λῆψις ἀγαθόν
此处出现倒装(hyperbaton)语序。冠词 ἡ 支配名词 λῆψις,属格 ἐλάττονος [κακοῦ] 作其定语,介词短语 ἀντὶ μείζονος κακοῦ 则插在冠词与名词之间。基本结构为:ἡ ἐλάττονος λῆψις ἀντὶ μείζονος κακοῦ [ἐστὶν] ἀγαθόν(“获得较小之恶以代替较大之恶是善”)。
- 1.0.6γίνεται μὲν οὖν λῆψις ἐμοὶ τῷ μέλλοντι διδόναι ἐκείνου τοῦ ὑπερέχοντος
短语 ἐκείνου τοῦ ὑπερέχοντος 作为动作名词 λῆψις 的宾格性属格(“对那多出部分的获得”),而与格 ἐμοὶ τῷ μέλλοντι διδόναι(“对于我这个将要付出的人而言”)则作为利益/关涉与格依附于动词 γίνεται。
- 1.0.6ἔστι δὲ οὐκ ἀεὶ τοῦτο τὸ εἶναι τὸ συμφέρον τοῖς ἐναντίοις ἡμῖν βλαβερόν
由 τὸ εἶναι 引导的带冠词不定式从句作为指示代词 τοῦτο 的同位语(即“对敌手有益之事对我们有害……这一情况”)。动词 ἔστι 表存在/非人称,意为“这种情况并非总是存在(成立)”。
