- 底本
- Anonymus, In Aristotelis artem rhetoricam commentarium. Commentaria in Aristotelem Graeca XXI.2, ed. H. Rabe, Berlin: Reimer 1896, pp. 1-262. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4026.tlg001.humanitext-grc1:228.9-229.28
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
本节针对亚里士多德《修辞学》第3卷第14章(1414b19–1415a4),通过将炫示性言论的绪论与笛奏的前奏及唱诗班的定调相对比,阐明绪论概述论题、在题外话中变换辞格以及通过赞美、责备或劝告构建开篇的方法,并结合高尔吉亚与伊索克拉底等人的范例进行解释。
14. Προαύλια λέγονται, ὅσα λέγονται τῷ αὐλητῇ πρὸ τῆς αὐλήσεως ὑποψιθυρίζοντι, ἃ λέγονται μέλη τε καὶ προᾴσματα. [b 20] πάντα γὰρ ταῦτα ἤτοι καὶ ὁ πρόλογος καὶ τὸ προαύλιον εἰσιν ἀρχαὶ καὶ ὁδοποίησις τῷ ἐπιόντι ἤτοι τῷ τεχνίτῃ. καὶ γὰρ οἱ αὐληταί, εἴ τι ἂν μέλλωσιν αὐλῆσαι, τοῦτο προαυλοῦσι καὶ λέγουσιν ἐν τῷ προαυλίῳ καὶ ὁ δομέστικος ἐν τῇ ἐνηχήσει προενηχεῖ καὶ λέγει ὅλον, ὃ μέλλουσιν [f. 73r] οἱ ψάλται ψάλλειν, καὶ συνάπτουσι τὴν ἐνήχησιν καὶ τὸ προαύλιον τῷ ἐνδοσίμῳ ἤτοι τῷ τελείῳ ᾄσματι.1 ἢ τῷ ἐνδοσίμῳ ἤτοι τῷ ἐφεξῆς. ἢ λέγει τὸ προαύλιον ὅμοιον τῷ προοιμίῳ τῶν ἐπιδεικτικῶν κατὰ τὸ ὀλίγον· βραχὺ γὰρ δεῖ εἶναι καὶ τὸ προοίμιον καὶ τὸ προαύλιον. προοίμιον γίνεται ἐκ τοῦ οἴμη, ἡ τραγῳδία, ἐξ οὗ καὶ προοίμιον κατὰ μεταφοράν. [b 24] καὶ ἐν τοῖς ἐπιδεικτικοῖς λόγοις δεῖ οὕτως γράφειν ἤτοι ποιεῖν προοίμιον μικρόν, καὶ ὅπερ βουλόμεθα εἰπεῖν ἐν ὅλῳ τῷ λόγῳ, δεῖ τοῦτο εὐθὺς ἐν τῷ προοιμίῳ δηλῶσαι, ὡς ἐν τῷ προοιμίῳ τὴν ὅλην ὑπόθεσιν τοῦ λόγου ἐκφαίνεσθαι καὶ συνάπτειν τὸ προοίμιον τὸ παχυμερῶς παρεμφαῖνον τὴν ὅλην ὑπόθεσιν τῷ ὅλῳ λόγῳ καὶ τοῖς ἀγῶσιν· [b 26] ὅπερ (τοῦτο ἤτοι τὸ παρεμφαίνειν τὴν ὅλην ὑπόθεσιν ἐν τῷ προοιμίῳ) καὶ πάντες οἱ ῥήτορες ποιοῦσιν. ὁ Ἰσοκράτης ἐπαινεῖ τὴν Ἑλένην ὡς καλὴν καὶ ἐποίησε μικρὸν προοίμιον, ἐν ᾧ ἡ ὅλη ὑπόθεσις παχυμερῶς ἀνεφαίνετο τοῦ λόγου· οἱ δὲ ἐριστικοὶ ἀντέτεινον λέγοντες ψεύδεσθαι τὸν Ἰσοκράτην λέγοντα τὴν Ἑλένην καλήν· ‘οὐ γὰρ καλή ἐστιν, εἴ γε αἰτία πολλῶν κακῶν ἐγένετο.’ φησὶν οὖν ὁ Ἀριστοτέλης, ὡς οὐδὲν οἰκεῖον λέγουσιν· ὁ μὲν γὰρ Ἰσοκράτης εἶπε ταύτην καλὴν κατὰ τὸ εἶδος, οἱ δὲ ἐριστικοὶ ἤτοι οἱ σοφισταὶ λέγουσι ταύτην καλὴν κατὰ τὸ ἦθος· ὥστε οὐδὲν καὶ κοινὸν λέγουσι πρὸς τὸν Ἰσοκράτην, ἀλλ’ ὁ μὲν Ἰσοκράτης εἶπε ταύτην καλὴν κατὰ ἄλλο σημαῖνον τοῦ καλοῦ, οἱ δὲ σοφισταὶ λέγουσι ταύτην οὐ καλὴν κατὰ τὸ ἄλλο σημαῖνον τοῦ οὐ καλοῦ. παράδειγμα δὲ τοῦ πάντας ποιεῖν τὰ προοίμια τοιαῦτα τὸ προοίμιον, ὃ Ἰσοκράτης ἐποίησε ἐπαινῶν τὴν Ἑλένην. [b 28] ἅμα δὲ καὶ ἐὰν ἐκτοπίσῃ ἤτοι ἔξω τοῦ πράγματος λέγῃ, ἁρμόττει μὴ ὅλον τὸν λόγον ἤτοι μὴ ὅλα [f. 73r] τὰ λεγόμενα ἔξω τοῦ πράγματος λέγειν ὁμοειδῆ ἤτοι διὰ τοῦ αὐτοῦ καὶ ἑνὸς σχήματος, ἀλλὰ καταποικίλλειν ποικίλοις καὶ διαφόροις τοῖς σχήμασιν. ἢ καὶ οὕτως· εἰ δὲ ἔξω τοῦ πράγματος λέγομεν, οὐ δεῖ ὅλον τὸν λόγον ποιεῖν ὁμοειδῆ ἤτοι ἐκτετοπισμένον ἤτοι ἔξω τοῦ πράγματος, ἀλλὰ δεῖ συντόμως μεταστρέφεσθαι καὶ ἐντὸς τῆς ὑποθέσεως γίνεσθαι. τὰ γοῦν προοίμια ἢ ἔπαινον ἔχουσιν ἢ ψόγον· ἔπαινον ἔχει τὸ τοῦ Γοργίου προοίμιον, ὃ ἐποίησεν ἐπαινῶν τὰ Ὀλύμπια, οἷον ‘ὑπὸ πολλῶν ἄξιος θαυμάζεσθαι, ὦ Ἕλληνες’. τοῦτο τὸ προοίμιόν ἐστι τοῦ Γοργίου. [b 33] Ἰσοκράτης δὲ ἐν τῷ τοῦ Πανηγυρικοῦ προοιμίῳ ψέγει τοὺς Ἕλληνας ὡς τιμήσαντας μὲν τὰς ἀρετὰς τῶν σωμάτων ἤτοι τὴν ἀνδρίαν καὶ τοὺς ἀνδρείους, εἰ νικήσουσι, δωρεαῖς (ἀρετὴ γὰρ τοῦ σώματος ἡ ἀνδρία), τοὺς δὲ φρονίμους οὐκ ἔθεντο λαμβάνειν βραβεῖα,2 ὅταν λυσιτελὲς τῇ πόλει συμβουλεύσωσιν. [b 35] ἢ γίνεται τὸ προοίμιον ἀπὸ συμβουλῆς ἤτοι συμβουλευτικόν, οἷον συμβουλεύει εὐθὺς ἐν τῷ προοιμίῳ ὁ Ἰσοκράτης τὸ δεῖν τοὺς ἀγαθοὺς τιμᾶν· ἐπεὶ δὲ καὶ ὁ Ἀριστείδης ἀγαθός, ἐπαινετέον αὐτόν· διὸ καὶ αὐτὸς ὁ Ἰσοκράτης ἐπαινεῖ τὸν Ἀριστείδην ὡς ἀγαθόν. ἢ τοὺς τοιούτους ἐπαινεῖν δεῖ, οἵτινες μήτε εὐδοκιμοῦσι φανερῶς καὶ ἐπιδείκνυνται τὴν οἰκείαν ἀρετὴν μήτε φαῦλοί εἰσιν, ἀλλ’ ὅσοι ἀγαθοὶ ὄντες κρύπτουσιν ἑαυτοὺς καὶ λαθεῖν σπουδάζουσι. καὶ τοῦτο ἐκ συμβουλῆς προοίμιον. καὶ ὁ Θεολόγος Ἀθανάσιον ἐπαινῶν ‘ἀρετὴν ἐπαινέσομαι’. [b 38] καὶ ὁ Ἀλέξανδρος πρὸ τοῦ ἁρπάξαι τὴν Ἑλένην ἀγαθὸς ὢν ἐν ὄρει ἐκρύπτετο, ὡς μὴ δόξῃ τοιοῦτος. καὶ γὰρ καὶ οὗτος ὁ Ἰσοκράτης συμβουλεύει ἐν τοῖς προοιμίοις ἐπαινεῖν τοὺς ἀγαθοὺς ἢ τοὺς τοιούτους, οἳ μήτε εὐδοκιμοῦσι μήτε φαῦλοί εἰσι. γράφεται τὸ οὕτως καὶ μέγα, οὕτως γὰρ καὶ κατὰ τοῦτον τὸν τρόπον ὁ Ἰσοκράτης συμβουλεύει ἐπαινεῖν τοὺς ἀγαθοὺς ἐν τῷ προοιμίῳ.
14. 所谓序奏,是指笛手在吹奏之前低声哼唱而发出的声音,这些被称为曲调与前奏之歌。 因为所有这些,即序幕与序奏,对于后继者即工匠而言都是开端与铺垫。事实上,笛手们若是将要吹奏任何乐曲,都会在序奏中预先吹奏并表明出来;唱诗班领唱在定调中也会预先发声并表明歌唱者们将要唱出的整首曲子,并将定调与序奏连接于引导调,即完整的歌曲。或者连接于引导调,即按顺序紧随其后的部分。或者他[亚里士多德]说,序奏在短小这一点上与炫示性言论的绪论相似;因为绪论和序奏都必须简短。绪论(prooimion)一词来源于“歌曲”(oime),即悲剧,由此通过隐喻也产生了“绪论”。 在炫示性言论中也应当如此写作,即制作简短的绪论,并将我们在整个言论中想要说出的内容立即在绪论中表明,以使整个言论的论题在绪论中显露出来,并将粗略暗示整个论题的绪论与整个言论及辩争连接起来;而这(即在绪论中暗示整个论题)恰恰也是所有演说家所做的事情。伊索克拉底赞美海伦是美丽的,并作了一篇简短的绪论,言论的整个论题在其中粗略地显露出来;然而争辩者们提出反对,声称伊索克拉底说海伦美丽是在说谎:“因为如果她成了诸多灾祸的起因,她就绝不是美丽的。”于是亚里士多德指出,他们所说的内容毫无切题之处;因为伊索克拉底是在形貌方面称她美丽,而争辩者们即智者们却是在品格方面称她美丽;因此他们针对伊索克拉底并未说出任何相通的内容,而是伊索克拉底根据“美”的一种含义称她美丽,智者们却根据“不美”的另一种含义称她不美。所有人制作此类绪论的范例,就是伊索克拉底赞美海伦时所作的绪论。 与此同时,即便有人偏离论题,即谈及事项之外的内容,也不适宜把整个言论,即把事项之外所说的全部内容以单一形式,即通过同一且唯一的辞格来说出,而应当以丰富多样的辞格加以润色点缀。抑或也可以这样理解:如果我们谈及事项之外的内容,就不应当让整个言论都变成单一形式的,即都成为偏离主题的或事项之外的,而是必须迅速折返并进入论题之内。无论如何,绪论要么包含赞美,要么包含责备;高尔吉亚赞美奥林匹克节庆时所作的绪论就包含赞美,例如“希腊人啊,值得受众人赞叹!”这就是高尔吉亚的绪论。 而伊索克拉底在《节日集会演说》的绪论中责备希腊人,因为他们若获胜就用礼品奖赏身体的德性,即勇敢与勇者(因为勇敢是身体的一种德性),但在明智之人向城邦提出有益的劝告时,却没有规定让他们获得奖赏。 抑或绪论出自劝告,即是劝告性的;例如伊索克拉底在绪论中立即劝告说应当尊重善人;而既然阿里斯泰德也是善人,就应当赞美他;因此伊索克拉底本人也赞美阿里斯泰德是善人。或者说,应当赞美这样的人:他们既非显赫于世并夸耀自身的德性,也非卑劣之徒,而是作为善人却隐藏自身并力求不为人知的人。这也是出自劝告的绪论。神学家[纳齐安的格列高利]在赞美亚他那修时也说:“我将赞美德性。” 而亚历山大[帕里斯]在掠走海伦之前本是善人,隐藏在山中以免显得如此。因为这位伊索克拉底也在绪论中劝告应当赞美善人,或者赞美那些既非显赫亦非卑劣的人。“如此”这个词也有用欧米伽写出的;因为正是如此且依照这种方式,伊索克拉底在绪论中劝告赞美善人。
- 3.1.14συνάπτουσι τὴν ἐνήχησιν καὶ τὸ προαύλιον τῷ ἐνδοσίμῳ ἤτοι τῷ τελείῳ ᾄσματι
与格 τῷ ἐνδοσίμῳ 作及物动词 συνάπτουσι 的补足语,动词的直接宾语为 τὴν ἐνήχησιν καὶ τὸ προαύλιον。注疏者将音乐术语 ἐνδόσιμον(原指给歌手定调或起首的引导音)引申解释为 ἤτοι τῷ τελείῳ ᾄσματι(“即完整的歌曲”),并紧接着提出了另一种理解:ἢ τῷ ἐνδοσίμῳ ἤτοι τῷ ἐφεξῆς(“即按顺序紧随其后的部分”)。
- 3.1.14ὡς τιμήσαντας μὲν τὰς ἀρετὰς τῶν σωμάτων ... τοὺς δὲ φρονίμους οὐκ ἔθεντο λαμβάνειν βραβεῖα
此处出现轻微的句法破格(anacoluthon):承接前文的 ψέγει τοὺς Ἕλληνας,原因结构先以与宾语一致的宾格分词 ὡς τιμήσαντας μέν(“因他们奖赏了……”)开始,但在表示对比的 δέ 句中并未采用并列的分词,而是直接转为定式动词结构 οὐκ ἔθεντο λαμβάνειν βραβεῖα(“他们却没有规定让[明智者]获得奖赏”)。
