← 佚名

亚里士多德《修辞学》佚名评注

§227.2-228.8

对比归入证明与对烦琐区分的批评

本节注解亚里士多德《修辞学》卷三第十三章(1414b5–19),阐明提示与证明才是言论的基本构成部分,说明对比为何属于证明,并评述了对狄奥多洛和利库姆纽斯等人繁琐且含混的名目划分的批评。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.1.13#2

71v] ἐὰν γὰρ μικρὸς ὁ λόγος ᾖ ὁ δικανικός, οὐ δεόμεθα τῆς ἐπανόδου ἤτοι τοῦ ἐπιλόγου καὶ τῆς ἐπανακεφαλαιώσεως διὰ τὸ εὐμνημόνευτον εἶναι· ἢ ἐὰν ἐστι τὸ πρᾶγμα εὐμνημόνευτον, οὐ δεόμεθα τοῦ ἐπιλόγου· εἰ γὰρ εὐμνημόνευτος ὁ λόγος ἐστί, συμβαίνει ἀφαιρεῖσθαι καὶ ἀπὸ τοῦ μήκους καὶ σμικρύνειν τὸν λόγον. [b 2] ἐπάνοδός ἐστιν ὁ ἐπίλογος. [b 7] ἀναγκαῖα ἄρα μόρια τοῦ λόγου πρόθεσις ἤτοι πρόβλημα καὶ πίστις ἤτοι ἀπόδειξις. κυρίως μὲν ἴδια τοῦ λόγου τὸ πρόβλημα καὶ ἡ ἀπόδειξις, τὰ δὲ πλεῖστα ἤτοι πολλάκις δὲ χρώμεθα ἐπὶ τοῦ λόγου καὶ προοιμίῳ καὶ προθέσει καὶ πίστει καὶ ἐπιλόγῳ. ὥστε τὰ προοίμια καὶ οἱ ἐπίλογοι οὐκ εἰσι κυρίως μόρια τοῦ λόγου· τὰ γὰρ λεγόμενα πρὸς τὸν ἀντίδικόν εἰσι τῶν πίστεων ἤτοι πίστεις καὶ ἀποδείξεις. [b 9] καὶ ἡ ἀντιπαραβολὴ αὔξησίς ἐστι τῶν λόγων αὐτοῦ ἤτοι τοῦ λέγοντος· εἰ γὰρ ἐπαινεῖ τινα, αὐξάνει καὶ μεγεθύνει τὸν ἐπαινούμενον ἐν τῇ ἀντιπαραβολῇ. ἢ τῶν αὐτοῦ ἤτοι τοῦ ἀντιδίκου·1 δείκνυσι γάρ, ὅτι τὰ πράγματα τῷ ἀντιδίκῳ ἢ λεγόμενά εἰσι μεγάλα κακά· ὥστε ἐπεὶ καὶ ἡ ἀντιπαραβολὴ μέγα δείκνυσι τὸ λεγόμενον, εἴτε ἀγαθόν ἐστιν εἴτε κακόν, λοιπὸν μέρος τῶν πίστεων καὶ ἀποδείξεών ἐστι· [b 11] καὶ γὰρ ὁ ποιῶν τοῦτο ἤτοι τὸ ἀντιπαραβάλλειν δείκνυσί τι, ἤτοι ὅτι μεῖζόν ἐστι τὸ κακὸν ἢ τὸ ἀγαθόν. ἀλλ’ οὐδὲ τὸ προοίμιον καὶ ὁ ἐπίλογος μέρος ἐστὶ τῶν ἀποδείξεων, ἀλλ’ ὁ ἐπίλογος δι’ ἀνάμνησιν τῶν ῥηθέντων γίνεται. [b 12] ἔσται οὖν τὰ τοιαῦτα μέρη τοῦ λόγου, καθάπερ διῄρουν οἱ περὶ Θεόδωρον, ἡ διήγησις, ἡ ἐπιδιήγησις καὶ ἡ προδιήγησις καὶ ὁ ἔλεγχος ἤτοι οἱ ἀγῶνες. ἐπεξέλεγχός ἐστιν, ὅταν τις ἔξω τοῦ πράγματος λέγῃ καὶ μὴ πρὸς τὸν ἔλεγχον καὶ τὸν ἀγῶνα συμβαλλόμενα. [b 15] δεῖ δὲ τοὺς λέγοντάς τι εἶδος λόγου οἷον ἀνακεφαλαίωσιν καὶ τοὺς λέγοντας διαφορὰν τινος πράγματος θεῖναι καὶ ὄνομα σαφές τι2 τῷ εἴδει τοῦ λόγου καὶ τῇ διαφορᾷ, πῶς δεῖ ὀνομάζειν αὐτά· εἰ δὲ μὴ ἤτοι εἰ δὲ μὴ τιθέασιν ὄνομα σαφὲς τῷ ἐφευρεθέντι εἴδει τοῦ λόγου καὶ τῇ διαφορᾷ ἀλλ’ ἀσαφές, λοιπὸν γίνεται κενὸν καὶ ληρῶδες καὶ σαλὸν τὸ ἐφεύρημα, εἴ γε οὐ δηλοῦται ἡμῖν διὰ τοῦ ὀνόματος, τί ἐστιν ἐκεῖνο τὸ εἶδος καὶ ἡ διαφορά. [b 17] ὁ Λικύμνιος ῥήτωρ ἦν. τὰς ἐπαναλήψεις ἔλεγεν ἐκεῖνος ἐπορούσεις· τὸ οὖν ὄνομα τοῦτο τὸ ἐπόρουσίς ἐστιν ἀσαφὲς καὶ οὐ παριστᾷ καὶ δηλοῖ, τί σημαίνει, καὶ λοιπόν, εἰ οὐ δηλοῖ, τί σημαίνει, λοιπὸν κενόν ἐστι τὸ εἶδος τοῦτο, εἴ γε ἄγνωστόν ἐστιν ἡμῖν. [f. 71v] ἐπόρουσις κυρίως ἐστὶ τὰ ἐπενθυμήματα τὰ συνεπουρίζοντα καὶ βοηθοῦντα τοῖς ἐνθυμήμασι· καὶ ἁπλῶς, ὅσα λέγονται βοηθοῦντα τῇ ἀποδείξει τοῦ πράγματος, κἂν τοῦ πράγματος ἐκτός εἰσι, λέγονται ἐπορούσεις. [b 17] ἀποπλάνησιν τινὲς λέγουσι τὴν ἐπιδιήγησιν, τινὲς δὲ τὰ ἔξω τοῦ πράγματος λεγόμενα, συμβαλλόμενα δὲ εἰς τὰς ἀποδείξεις καὶ βοηθοῦντα. ὄζους λέγει τὰ ἄκρα ἤτοι τὰ προοίμια καὶ τοὺς ἐπιλόγους.

因为如果法庭演说很短,由于易于记忆,我们便不需要重述,即结语和概括;或者如果事项易于记忆,我们便不需要结语;因为如果言论易于记忆,便会削减篇幅并缩短言论。 重述即是结语。 因此,言论的必然组成部分是提示(即课题)与确信(即证明)。严格说来,课题与证明才真正是言论所特有的,但绝大多数情况下,即我们常常在言论中也使用绪论、提示、确信与结语。因此,绪论与结语严格说来并不是言论的组成部分;因为针对对立方所说的内容属于确信,即是确信与证明。 并且对比是对他自己的言论的放大,即说话者自己的言论;因为如果他赞美某人,他便在对比中放大并抬高被赞美者。抑或[是对]他自己的,即对立方的[事项的放大];因为他指出对立方的诸事项或所言之事乃是巨大的恶;因此,既然对比也表明所言之事无论善恶都是重大的,它终究是确信与证明的一部分;因为做这事的人,即进行对比的人,证明了某事,即证明了恶或善更为重大。然而绪论和结语并不是证明的一部分,相反,结语是为了回忆所言之事而设置的。 因此,正如狄奥多洛一派所划分的那样,言论的此类部分将是:叙述、后叙述、前叙述以及反驳(即辩争)。所谓追述反驳,是指当有人言及事项之外的内容,且所言内容无助于反驳与辩争之时。 但是,那些陈述某种言论形态(如概括)的人,以及那些陈述某事项之差异的人,也必须给言论的形态与差异确定某个清晰的名称,指明应当如何称呼它们;如果不然,即如果他们不给所发明的言论形态与差异确立清晰的名称,而是确立模糊的名称,那么这项发明终究会变成空洞、荒谬且不可靠的,尤其是如果我们无法通过该名称得知那种形态与差异究竟为何物时更是如此。 利库姆纽斯曾是一位修辞学家。他把复述称为“突击”;因此“突击”这个名称是含混不清的,既不能展现也不能表明它意指什么;于是,如果它不表明它意指什么,这种形态终究是空洞的,尤其是如果它对我们而言是全然未知的话。 “突击”严格说来是指那些顺水推舟并协助修辞三段论的附加修辞三段论;简而言之,凡是协助事项证明而被说出的内容,即使属于事项之外,都被称为突击。 有人将后叙述称为“偏离”,有人则将那些在事项之外言及、但有助于证明并起协助作用的内容称为“偏离”。他[亚里士多德]将两端,即绪论与结语,称为“枝杈”。

语法注2 条
  1. 3.1.13ἢ τῶν αὐτοῦ ἤτοι τοῦ ἀντιδίκου

    承前文 αὔξησίς ἐστι τῶν λόγων αὐτοῦ ἤτοι τοῦ λέγοντος(说话者自己的言论的放大)而来的省略结构。句中需补足为 ἢ [αὔξησίς ἐστι τῶν πραγμάτων / λόγων] τῶν αὐτοῦ(抑或[是对]他自己的[事项/言论的放大])。注疏者将代词 αὐτοῦ 释为指涉对立方(τοῦ ἀντιδίκου)。

  2. 3.1.13δεῖ δὲ τοὺς λέγοντάς τι εἶδος λόγου οἷον ἀνακεφαλαίωσιν καὶ τοὺς λέγοντας διαφορὰν τινος πράγματος θεῖναι καὶ ὄνομα σαφές τι

    由 δεῖ 统辖的“宾格加不定式”结构。不定式的意思主体是由连接词连接的两个分词短语 τοὺς λέγοντας ... καὶ τοὺς λέγοντας,主要不定式动词是 θεῖναι。不定式的直接宾语为 ὄνομα σαφές τι,其后的与格 τῷ εἴδει ... καὶ τῇ διαφορᾷ 作间接宾语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4026.tlg001.humanitext-grc1:227.2-228.8