← 佚名

亚里士多德《修辞学》佚名评注

§225.33-227.2

作为演说本质部分的陈述与证明

对亚里士多德《修辞学》卷三第十三章(1414a30–b5)的评注。注解者指出演说中真正必不可少的只有提出论题与证明这两大部分,并批评传统的四分法及其过度细分并不适用于法庭演说之外的其他演说类型。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.1.13#1

13. Τὸ πρᾶγμα, ὃ αἱ ἀποδείξεις1 ἀποδεικνύουσι καὶ οὗ χάριν τὰς ἀποδείξεις κομίζομεν (πρὸς γὰρ ἀπόδειξιν τοῦ πράγματος, οἷον ὅτι ὁ δεῖνα ἱερόσυλος ἢ κλέπτης, τὰς ἀποδείξεις φέρομεν), καὶ τὸ ἀποδεῖξαι ἤτοι αἱ ἀποδείξεις. διό, εἰ εἴπωμεν τὸ πρᾶγμα, ὅτι ὁ δεῖνα κλέπτης, οὐκ ἀποδείξομεν [f. 71r] δέ, ἢ εἰ ἀποδείξομεν καὶ φέρομεν ἀποδείξεις μὴ προειπόντες τὸ πρᾶγμα, οὗ χάριν καὶ τὰς ἀποδείξεις ἐλάβομεν, ἀδύνατόν ἐστιν· ὥστε δεῖ πρῶτον τὸ πρᾶγμα εἰπεῖν, εἶτα καὶ τὰς ἀποδείξεις κομίσαι. [a 33] καὶ ὁ προλέγων τὸ πρᾶγμα ἕνεκα τοῦ ἀποδεῖξαι τὸ πρᾶγμα προλέγει. τούτων δὲ τὸ μέν ἐστι πρόθεσις ἤτοι πρόβλημα, περὶ οὗ αἱ ἀποδείξεις, τὸ δὲ πίστις ἤτοι ἀπόδειξις. οὕτω μὲν δεῖ διαιρεῖν τὸν λόγον εἴς τε τὸ πρόβλημα καὶ εἰς τὰς ἀποδείξεις· [a 36] νῦν δὲ γελοίως διαιροῦσιν οἱ διαιροῦντες τὸν λόγον εἰς προοίμια, διηγήσεις, ἀγῶνας καὶ ἐπιλόγους, καὶ τὰς διηγήσεις εἰς προδιηγήσεις καὶ ἐπιδιηγήσεις. κακίζει γοῦν τοὺς οὕτω διαιροῦντας τὸν λόγον εἰς προοίμια, διηγήσεις καὶ ἀγῶνας· ἡ γὰρ διήγησις μόνῳ ἁρμόζει τῷ δικανικῷ· ὁ γὰρ δικανίζων καὶ δικαζόμενος ἀνάγκην ἔχει διηγήσασθαι τὸ πρᾶγμα, οὗ χάριν καὶ τὰς ἀποδείξεις λαμβάνει, ὁ δὲ πανηγυρίζων καὶ ὁ δημηγορῶν ἤτοι ὁ συμβουλευόμενος οὐκ ἔχει ἀνάγκην χρήσασθαι τῇ διηγήσει. [a 38] ἢ πῶς ἐνδέχεται εἶναι τὰ πρὸς ἀντίδικον ἤτοι ἀγῶνας· τὰ γὰρ λεγόμενα πρὸς τὸν ἀντίδικον ἀγῶνές εἰσιν. οὔτε γοῦν δεῖ χρᾶσθαι τὸν πανηγυρικὸν τοῖς ἀγῶσιν ἢ τὸν συμβουλευτικόν, ἀλλ’ οὐδὲ ἐπιλόγῳ χρᾶσθαι δεῖ αὐτούς· ἅτινα ἤγουν ἡ διήγησις καὶ οἱ ἀγῶνες τῶν ἀποδεικτικῶν ἤτοι τῶν δικανικῶν εἰσιν.2 [b 2] ἀντιπαραβολὴ ἤτοι σύγκρισις. τινὲς δὲ λέγουσιν· οἱ ἀγῶνες, ἃ ἀπόδειξις, ἐπάνοδος ἤτοι ἐπανάληψις, ἐπαναφορά, ἐπανακεφαλαίωσις ἤγουν ὁ ἐπίλογος, ἐν ταῖς δημηγορίαις τότε γίνονται, ὅταν ἀντιλογία ᾖ ἤτοι ἀμφιβολία καὶ ἔχωμεν τοὺς ἀντιλέγοντας ἡμῖν· ὅταν δὲ οὐδεμία ἀντιλογία ᾖ καὶ ἀμφιβολία, οἷς ὁ δημηγορῶν λέγει, ποίαν χρείαν ἔχομεν τῶν ἀγώνων καὶ τῶν προοιμίων καὶ τῶν ἀντιπαραβολῶν [f. 71v] καὶ ἐπανόδων; περὶ γὰρ ὁμολογουμένων πραγμάτων λέγει ὁ δημηγορῶν· ὁμοίως δὲ καὶ ὁ πανηγυρίζων, καὶ διὰ τοῦτο οὐδὲ ὁ πανηγυρίζων ἔχει χρείαν διηγήσασθαι καὶ ἀγῶνας ποιῆσαι καὶ ἀντιπαραβολὰς καὶ ἐπανόδους. ἐπεὶ δὲ ἐπὶ τῶν δικανικῶν ἀγνοοῦνται τὰ πράγματα, περὶ ὧν ὁ λόγος, καὶ ἀμφιβάλλονται, ἔχομεν διὰ τοῦτο χρείαν τῆς διηγήσεως, ἵνα παραστήσωμεν ταῦτα τοῖς ἀκροαταῖς· καὶ ἔχομεν χρείαν καὶ τῶν ἀγώνων, ἵνα ἀποδείξωμεν τὰ ἀμφιβαλλόμενα. [b 3] καὶ γὰρ ἡ κατηγορία καὶ ἡ ἀπολογία ἤτοι ὁ δικανικὸς πολλάκις ἤτοι ἀεὶ χρᾶται ἀντιπαραβολῇ, διότι περὶ ἀνομολογουμένων λέγει. ἀλλ’ ὁ ἐπίλογος ἤτοι ἀλλὰ ἡ συμβουλὴ ἐν τόπῳ τοῦ ἐπιλόγου τίθεται· ὡς γὰρ ἐν τῷ ἐπιλόγῳ οὔτε διηγούμεθα οὔτε ἀγωνιζόμεθα οὔτε ἀντιπαραβάλλομεν (ἔστι γὰρ ἡ συμβουλὴ οἷον ἐπίλογος), ἔτι οὐδὲ παντὸς δικανικοῦ λόγου ἐστὶν ἐπίλογος· [b 5] [f.

13. 证明所要证明的事项,以及我们为了它而提出诸证明的事项(因为我们提出诸证明乃是为了事项的证明,例如某某是盗庙者或盗贼),以及进行证明,即诸证明[这两者]。因此,如果我们陈述了该事项,即某某是盗贼,却不去证明它,或者如果我们进行了证明并提出了诸证明,却未曾预先陈述我们也是为了它才获得诸证明的事项,这是行不通的;因此必须首先陈述事项,然后提出诸证明。 而预先陈述事项的人,正是为了证明该事项才预先陈述的。在这两部分中,一者是提示,即作为证明所围绕之课题,另一者是确信,即证明。言论应当如此区分为课题与诸证明这两部分;而如今那些将言论区分为绪论、叙述、辩争与结语,并将叙述区分为前叙述与后叙述的人,划分得十分可笑。总之,他[亚里士多德]指责那些将言论如此区分为绪论、叙述与辩争的人;因为叙述只适合于法庭演说;因为进行法庭诉讼和受审的人有必要叙述事项(他也是为了该事项才取得诸证明),而作颂赞演说的人和作民众演说即进行审议的人,则没有必要使用叙述。 抑或,针对对立方的成分即辩争怎么可能存在呢?因为针对对立方所说的内容就是辩争。总之,颂赞演说者与审议演说者既不应当使用辩争,他们甚至也不应当使用结语;这些部分,即叙述与辩争,乃属于证明性的即法庭性的言论。 对比,即对照。有人则说:辩争(即证明)、重述(即复述、照应、概括,即结语),在民众演说中是在存在反驳(即争议)且我们有反对我们而言说的人时才出现的;但是当民众演说者所说的事项毫无反驳与争议时,我们对辩争、绪论、对比与重述何需之有呢?因为民众演说者是就已被公认的事项发言的;颂赞演说者同样也是如此,因此颂赞演说者也没有必要进行叙述、作出辩争、对比与重述。但在法庭事务中,言论所涉及的事项不为人知且存在争议,因此我们需要叙述,以便将这些事项呈现在听众面前;并且我们也需要辩争,以便证明那些存疑的事项。 因为控告与申辩,即法庭演说,常常即始终使用对比,因为它针对的是未经公认的事项。然而结语——即劝告被置于结语的地位;正如在结语中我们既不叙述,也不辩争,亦不对比(因为劝告就像是一种结语),此外并非每一篇法庭言论都具有结语;

语法注2 条
  1. 3.1.13Τὸ πρᾶγμα, ὃ αἱ ἀποδείξεις ἀποδεικνύουσι καὶ οὗ χάριν τὰς ἀποδείξεις κομίζομεν ... καὶ τὸ ἀποδεῖξαι ἤτοι αἱ ἀποδείξεις.

    整个句子缺少主要限定动词,属于提纲式的主格名词性结构,概括了亚里士多德 1414a30–31 的核心观点(“必须陈述事项并加以证明”)。应理解为“[存在/需要有]事项……以及进行证明”。

  2. 3.1.13ἅτινα ἤγουν ἡ διήγησις καὶ οἱ ἀγῶνες τῶν ἀποδεικτικῶν ἤτοι τῶν δικανικῶν εἰσιν.

    表从属的表语属格结构:ἅτινα 为主语,τῶν ἀποδεικτικῶν ἤτοι τῶν δικανικῶν 为受 εἰσιν 支配的领属属格,意为“这些部分(即叙述与辩争)属于证明性的即法庭性的言论”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4026.tlg001.humanitext-grc1:225.33-227.2