- 底本
- Anonymus, In Aristotelis artem rhetoricam commentarium. Commentaria in Aristotelem Graeca XXI.2, ed. H. Rabe, Berlin: Reimer 1896, pp. 1-262. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4026.tlg001.humanitext-grc1:224.12-225.32
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注疏亚里士多德《修辞学》第3卷第12章末至第13章初(1414a11–29),阐释了面对单一裁判官时法廷文体的精确性、声音在演戏化传达中的作用、对将伦理德性强加于文体之论述的批判、适度与得体文体带来的悦人效果,以及转向论证与演说各部分布局次序的过渡。
[a 11] ἔτι δὲ δεῖ μᾶλλον ἀκριβεστέραις χρᾶσθαι ταῖς λέξεσι καὶ τεχνικαῖς, εἰ πρὸς ἕνα κριτὴν ἀφορῶμεν καὶ δικαζόμεθα παρ’ αὐτοῦ· σπάνια γὰρ τὰ καλά, καὶ σοφὸν ἕνα εὑρεῖν οὐ ῥᾴδιον· καὶ γὰρ τὸ ἓν ἐλάχιστόν ἐστιν ἐν ῥητορικοῖς. εἰ γοῦν ὀλίγοι εἰσὶν οἱ ἀκροαταί, εἴτε καὶ εἷς, ὡς ἐπὶ τοῦ δικανικοῦ λόγου, εὐσύνοπτον καὶ εὐδιάκριτον γίνεται ἤτοι μᾶλλον δύναται ὁ εἷς κριτὴς εἴτε καὶ οἱ ὀλίγοι κρῖναι, ὅτι ἥδε μὲν ἡ λέξις οἰκεία τοῦ πράγματος, ἥδε δὲ ἀλλοτρία· καὶ διὰ τοῦτο ἐν τοῖς δικανικοῖς λόγοις τεχνικαῖς καὶ ἀκριβέσι χρηστέον ταῖς λέξεσιν. [a 13] ἔνθα δὲ καὶ εἷς ἐστιν ὁ κρίνων, ὁ ἀγὼν καὶ ἡ ἔρις ἄπεστι καὶ ἡ κρίσις καθαρὰ γίνεται· εἰ γὰρ πολλοί εἰσιν οἱ κριταί, συμβαίνει πολλάκις αὐτοὺς διχογνωμεῖν καὶ ἀντιπίπτειν ἀλλήλοις διὰ τὸ τοὺς μὲν τῷδε μέρει προσκεῖσθαι τοὺς δὲ τῷδε κἀντεῦθεν οὐ καθαρὰ ἡ κρίσις γίνεται. [a 15] ἔνθα δὲ δεῖ ὑποκρίσεως, ἐκεῖ ἡ ἀκρίβεια ἄπεστι καὶ ἡ τέχνη, χρεία δὲ μᾶλλον φωνῆς μεγάλης καὶ ποικίλης, ἵνα πῇ μὲν ὑποκρίνηται τὰς τυραννικὰς φωνάς, πῇ δὲ τὰς γυναικείας, πῇ δὲ τὰς ἀνειμένας, ὡς ἔστιν ἰδεῖν ὑποκρινομένους τοὺς ἐν τῇ ἁγίᾳ σορῷ ἀναγινώσκοντας. [a 16] τοῦτο δὲ τὸ ὑποκρίνεσθαι θεωρεῖται ἐν τοῖς ἔχουσι φωνὴν μεγάλην καὶ ποικίλην. ἢ οἱ ἐπιδεικτικοὶ οὐ φροντίζουσι τοῦ ἀσύνδετα λέγειν ἢ τοῦ πολλάκις λέγειν τὸ αὐτό, ἀλλὰ κάλλους. ἡ μὲν ἐπιδεικτικὴ λέξις ἐστὶ γραφικωτάτη ἤτοι ἁπλῆ καὶ μὴ ἔχουσα τὸ ἀκριβές. τὸ γὰρ ἔργον αὐτῆς ἐστιν ἀνάγνωσις ἤτοι τὸ στομφαστικῶς ἀναγινώσκεσθαι. [a 18] δευτέρα δὲ ἡ δικανικὴ ἤτοι ἡ κατὰ ἀκρίβειαν δεύτερα μέτρα ἔχουσα, ἢ ὀγκηρά. περίεργον δέ ἐστι τὸ προσδιαιρεῖσθαι [f. 70v] καὶ προσδιορίζεσθαι, ὅτι δεῖ εἶναι τὴν λέξιν ἡδεῖαν καὶ μεγαλοπρεπῆ, ὡς τινὲς ἔλεγον, ἢ τὸ λέγειν ‘δεῖ εἶναι τὴν λέξιν [f. 71r] σώφρονα καὶ ἐλευθέριον καὶ πᾶσαν ἠθικὴν ἀρετὴν προσαρμόσαι1 τῇ δικανικῇ λέξει ὡς λέγειν εἶναι λέξιν καὶ δικαιοσύνην καὶ φρόνησιν’· ταῦτα λέγει ἐπεγγελῶν τοῖς λέγουσι λέξιν εἶναι σώφρονα καὶ ἐλευθέριον καὶ μεγαλοπρεπῆ. [a 21] ποιήσει δὲ μᾶλλον τὴν λέξιν ἡδεῖαν τὰ εἰρημένα ἤτοι τὸ χρῆσθαι μεταφοραῖς οἰκείαις καὶ εἰκόσιν ἀστείαις καὶ ποιεῖν τὴν λέξιν εὐμάθειαν καὶ γνῶσιν τοῖς ἀκροαταῖς· οὐ γὰρ δεῖ μόνον εἶναι τὴν λέξιν σαφῆ ἀλλὰ καὶ πρέπουσαν ἤτοι ἀπόκροτον καὶ ἐξαίρουσαν τὸ ταπεινὸν τοῦ λόγου. [a 24] ἄν τε γάρ τις ἀδολεσχῇ ἤτοι πολυλογῇ, ἀσάφειαν ἐκ τῆς πολυλογίας ποιεῖ. ἀλλὰ καὶ εἰ σύντομος ὁ λόγος ἐστί, καὶ οὕτως ἀσάφεια γίνεται· ἴσως γὰρ τὸ νόημα δεῖται πλατυσμοῦ πρὸς τὸ σαφηνισθῆναι, εἰ δέ τις στενῶς ἀπαγγείλῃ αὐτό, ἀσαφὲς ἔτι μένει τὸ νόημα. [a 25] ἀλλὰ τὸ μέσον ἁρμόττει ἤτοι τὸ μήτε πολυλογεῖν μήτε βραχυλογεῖν. καὶ τὰ εἰρημένα ἤτοι αἱ μεταφοραὶ καὶ αἱ εἰκόνες ποιοῦσι τὴν λέξιν ἡδεῖαν, εἴ γέ τις εὖ ἀναμίξει καὶ ἀνακεράσει τὸ εἰωθὸς ἤτοι τὴν κοινὴν λέξιν καὶ τὴν ξενικὴν ἤτοι τὴν ποιητικὴν [τὴν] διάλεκτον. [a 27] ῥυθμός ἐστι τὸ ἐκ τούτων ἀποτελούμενον. καὶ τὸ πιθανὸν ἀναφέρεται ἐκ τοῦ πρέποντος· πρέπον δέ ἐστι τὸ λέγειν λέξεις καταλλήλας τοῖς ὑποκειμένοις προσώποις· ἄλλαι γὰρ λέξεις εἰσὶ πρέπουσαι καὶ ἁρμόττουσαι τῷ στρατιώτῃ καὶ ἄλλαι τῷ σοφῷ καὶ ἄλλαι ταῖς γυναιξί· καὶ οὕτω δόξεις πιθανὸς καὶ ἀληθινὸς ἐκ τοῦ λέγειν λέξεις πρεπούσας καὶ καταλλήλας τοῖς ὑποκειμένοις προσώποις. [a 28] καὶ κοινῇ περὶ πάντων,2 ἤτοι ποῖαι λέξεις εἰσὶ κοινῶς ἁρμόττουσαι καὶ τῷ δικανικῷ καὶ τῷ πανηγυρικῷ καὶ τῷ συμβουλευτικῷ, καὶ εἴπομεν, τίνες λέξεις ἰδίως ἁρμόττουσαι ἑκάστῳ γένει ἤτοι εἴδει ἤτοι τίνες εἰσὶν ἁρμόττουσαι τῷ δικανικῷ καὶ τίνες τῷ συμβουλευτικῷ καὶ τίνες τῷ πανηγυρικῷ ἁρμόττουσι. [a 29] λοιπὸν δεῖ εἰπεῖν περὶ τῆς τάξεως τῶν ἐπιχειρημάτων, ποῖα δεῖ πρῶτον τάττεσθαι, καὶ περὶ τῆς τάξεως τῶν μερῶν τοῦ λόγου ἤτοι προοιμίου, διηγήσεως, ἀγῶνος.
此外,如果我们面对单独一位裁判官并由他审判,就更应当使用更精确且符合技艺的词句;因为美好的事物是稀少的,要找到一个明智的人并不容易;因为在修辞学事务中,一确实是最少的数目。无论如何,如果听众很少,甚或只有一人,如同在法庭演说中那样,一切便变得容易综览且容易明辨;即单单一人的裁判官,或者少数裁判官,更能判断这一词句适合于该事理,而那一词句与事理无关;因此,在法庭演说中必须使用合乎技艺且精确的词句。 而在审判者仅有一人的地方,论争与对抗便不存在,审判也变得纯粹;因为如果裁判官人数众多,他们往往会因为有些人依附这一方、有些人依附那一方而意见分歧并互相对立,从而使审判变得不纯粹。 但在需要演戏化表达的地方,精确性与技艺便不存在了,反而需要洪亮且多变的声音,以便时而表演专制君主的声音,时而表演妇人的声音,时而表演平缓的声音,正如人们可以看见在圣棺处朗诵的人所表演的那样。 而这种表演是在那些拥有洪亮且多变声音的人身上见到的。抑或显示性演说者并不在乎无连词言说或多次言说同一事物,而是在乎优美。显示性文体是最适宜书写的,即单纯且不具备精确性;因为它的功用在于朗读,即被庄重高昂地朗读。 法庭文体则居于第二位,即在精确性方面具有第二等的尺度,或者是庄重的。而进一步区分并附加限定说文体必须是悦人的和宏伟的(如某些人所言),或者说“文体必须是 节制的和自由人般的”,并将一切伦理德性生搬硬套于法庭文体,仿佛在说文体也是正义与明智,乃是多余的举动;他[亚里士多德]说这些话,是在嘲讽那些声称文体具有节制、自由与宏伟的人。 而上述那些手段,即使用恰当的隐喻和机智的直喻,并使文体带给听众易懂性与知识,更能让文体变得悦人;因为文体不仅应当清晰,还应当得体,即响亮有力并提升言辞的平庸卑俗。 因为如果有人絮絮叨叨,即长篇大论,就会因多言而造成晦涩;但如果言论过于简短,同样也会产生晦涩;因为思想或许需要展开阐发才能明朗,若有人狭隘简短地表述它,思想便仍然晦涩不清。 相反,适中才得当,即既不多言也不寡言。而前述的隐喻与直喻,只要人们妥善混合并调和习见之物(即通用词语)与外来之物(即诗意词汇),就会使文体变得悦人。 由此而成的便是节奏。而说服力源于得体;得体就是使用适合于所涉及人物的词语;因为有些词语适合且适称于士兵,另一些词语适合于贤者,还有一些词语适合于妇人;这样,由于使用了适合且适称于所涉及人物的词句,你就会显得具有说服力且真实可信。 关于所有文体共通的事项,即何种词句共通地适合于法庭演说、颂赞演说与审议演说,以及何种词句专门适合于每个属即每个种,即何种词句适合于法庭演说,何种适合于审议演说,何种适合于颂赞演说,我们都已经讲过了。 剩下的就是论述各论证的安排次序,即哪些应当排在最先,以及演说各部分(即绪论、叙述、争点论辩)的次序。
- 3.1.12καὶ πᾶσαν ἠθικὴν ἀρετὴν προσαρμόσαι
不定词 προσαρμόσαι 既可理解为附属于前述带有冠词的不定词短语 τὸ λέγειν,亦可理解为与 τὸ προσδιαιρεῖσθαι 以及 τὸ λέγειν 并列共同充当 περίεργόν ἐστι 主语的不定词。在语境中,它表述了理论家们试图将一切伦理德性生搬硬套到法庭文体上的过当做法。
- 3.1.12καὶ κοινῇ περὶ πάντων
此处是对亚里士多德原文(1414a28: καὶ κοινῇ μὲν περὶ ἁπάντων εἴρηται)省略谓语动词的概括性引述。该句的结构通过紧随其后的 ἤτοι 阐释短语以及与之并列的主句 καὶ εἴπομεν(“我们已经讲过了”)得以补全。
