- 底本
- Anonymus, In Aristotelis artem rhetoricam commentarium. Commentaria in Aristotelem Graeca XXI.2, ed. H. Rabe, Berlin: Reimer 1896, pp. 1-262. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4026.tlg001.humanitext-grc1:222.20-224.12
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注解者探讨了《修辞学》第3卷第12章中无连词句式与重复的修辞效果(以荷马对尼柔斯的描写为例),随后解释了审议性文体如同远观的绘画一般无需精确措辞,而法庭性文体因受众特性则需要更为精确的用词。
καὶ εἰ τὸ αὐτὸ λέγεις, ἀλλ’ οὖν σε δεῖ ὑποκρίνεσθαι, ὡς δοκεῖν λέγειν πολλὰ καὶ μὴ τῷ αὐτῷ τόνῳ καὶ ἤθει τῆς φωνῆς πάντα λέγειν, ἀλλὰ τὰ μὲν λέγειν μεγάλῃ τῇ φωνῇ, τὰ δὲ μικρᾷ, καὶ τὰ μὲν μετὰ ἤθους τοιοῦδε λέγειν ἤτοι ὀργίλως, τὰ δὲ μετὰ ἤθους ταπεινοῦ καὶ πράου· οὕτω γὰρ δόξεις μὴ ἓν λέγειν ἀλλ’ ἄλλα καὶ ἄλλα, εἴ γε μὴ τῇ αὐτῇ φωνῇ καὶ μιᾷ πάντα λέγεις καὶ μὴ τῷ αὐτῷ ἤθει καὶ μὴ ἐν ἴσῳ τόνῳ καὶ διαστήματι τῆς ψυχῆς. [b 31] τὰ ἀσύνδετα ἔχουσι τὸ ἴδιον, τὸ δοκεῖν λέγειν ἐν ἴσῳ χρόνῳ ἤτοι ἐν τῷ αὐτῷ χρόνῳ καὶ ἐν τῷ αὐτῷ διαστήματι τοῦ χρόνου δόξαι πολλὰ εἰπεῖν·1 τὰ γὰρ πολλὰ συνδεόμενα τῷ καί συνδέσμῳ δοκοῦσιν ἓν εἶναι διὰ τὸν σύνδεσμον, οἷον ‘Σωκράτης φιλοσοφεῖ καὶ Πλάτων διαλέγεται καὶ Ἀριστοτέλης περιπατεῖ’· κἂν γὰρ πολλὰ εἰσιν, ἀλλ’ οὖν δοκεῖ ῥηθῆναι ἓν διὰ τὸν καί σύνδεσμον· [b 33] ὥστε ἐὰν ἐξαιρεθῇ ὁ καί, πάλιν τὸ δοκοῦν ἓν πολλὰ τῇ ἀληθείᾳ γίνεται, οἷον ‘Σωκράτης φιλοσοφεῖ, Πλάτων διαλέγεται’. ἔχει γοῦν ὁ λόγος αὔξησιν καὶ μηκύνεται ἐπὶ πολύ, εἰ ἀσυνδέτως ἐκφέρεται, οἷον ‘ἦλθον, ἱκέτευσα [f. 70r] πολλά· δοκεῖ ὑπεριδεῖν, ὅσα εἶπον’. [1404 a 2] τοῦτο τὸ ἀσύνδετον βούλεται ποιεῖν καὶ ὁ Ὅμηρος ἐν τῷ καταλόγῳ τῆς Βοιωτίας, οἷον “Νιρεὺς Αἰσύμηθεν αὖ τρεῖς νῆας ἐΐσας, Νιρεύς, Ἀγλαΐης υἱὸς Χαρόποιό τ’ ἄνακτος, Νιρεύς, ὃς κάλλιστος ἀνὴρ ὑπὸ Ἴλιον ἦλθεν”. ἅμα δὲ καὶ πολλάκις λέγει τὸ αὐτό, πλὴν ἄλλως καὶ ἄλλως· ὅλα γὰρ τὸν Νιρέα δηλοῦσι· [a 3] τὸ γὰρ πρᾶγμα, περὶ οὗ πολλὰ εἴρηται, ἀνάγκη καὶ πολλάκις ῥηθῆναι· εἰ δὲ πολλάκις εἴρηται, καὶ πολλὰ πράγματα δοκοῦσιν εἶναι· ὥστε ἅπαξ μνησθεὶς τοῦ Νιρέως καὶ εἰπὼν “Νιρεὺς Αἰσύμηθεν” ηὔξησε τὸν λόγον ἤτοι πολλάκις εἶπε τὸ Νιρεὺς διὰ τὸν [f. 70v] παραλογισμὸν ἤτοι διὰ τὸ ἀπατῆσαι τοὺς ἀκροατὰς καὶ δόξαι πολλὰ πράγματα εἰπεῖν ἀπὸ τοῦ πολλάκις εἰπεῖν τὸ Νιρεύς· καὶ μνήμην πεποίηκε τοῖς ἀκροαταῖς ἐκ τοῦ πολλάκις εἰπεῖν τὸ Νιρεύς, οὐδαμῶς ποιησάμενος λόγον ὕστερον αὐτοῦ2 ἤτοι οὐδαμοῦ ἄλλον λόγον ποιήσας παρὰ τὸν λεγόμενον περὶ τοῦ Νιρέως οὐδὲ ἄλλο τι πρᾶγμα παρεμφαίνων ἢ αὐτὸν τὸν Νιρέα, κἂν δοκῇ ἄλλα καὶ ἄλλα λέγειν ἐκ τοῦ πολλάκις λέγειν τὸ αὐτὸ δι’ ἄλλων καὶ ἄλλων λέξεων. [a 7] ἡ μὲν οὖν δημηγορικὴ λέξις, τουτέστιν ἡ συμβουλευτική, ἔοικε τῇ σκιαγραφίᾳ, τουτέστι τῇ ζωγραφίᾳ. καὶ ὁ μὲν ἅγιος Βασίλειος λέγει μὴ εἶναι δυνατὸν ἄλλως τινὰ διαγνῶναι, εἰ πρὸς τὸ πρωτότυπον ἄκρως ἐξεικονίσθησαν τὰ ἐζωγραφημένα, εἰ μὴ τῆς ζωγραφίας ὁ θεατὴς ἀποστῇ, καὶ ὁ Εὐριπίδης· πορρωτέρω γὰρ εἰ σταίη, μᾶλλον διαγνοίη, κατὰ τί ἔσφαλται ὁ ζωγράφος· ὁ δὲ Ἀριστοτέλης λέγει τὸν πόρρω ἱστάμενον τῆς ζωγραφίας πλανᾶσθαι μᾶλλον καὶ μὴ δύνασθαι διακρίνειν διὰ τὴν ἀπόστασιν τὴν τοῦ ζωγράφου κακοτεχνίαν· ὡς γοῦν ὁ πόρρω τῆς ζωγραφίας ἱστάμενος πλανᾶται καὶ οὐ δύναται διακρῖναι τὰ τοῦ ζωγράφου σφάλματα, οὕτω καὶ ἐπὶ τοῦ συμβουλευτικοῦ λόγου, ὅσῳ πλείων ἐστὶν ὁ ὄχλος ὁ ἀκροώμενος, τοσούτῳ πόρρω τοῦ λόγου ἵστανται καὶ οὐ δύνανται διακρῖναι, κατὰ τί ἐσφάλη ὁ δημηγορῶν· χυδαῖος γὰρ ὁ ὄχλος καὶ ἡ ἀγροικία πολλή· καὶ ἐπειδὴ ὁ δημηγορῶν ἤτοι ὁ συμβουλεύων χυδαῖον ὄχλον ἔχει ἀκροατάς, περίεργόν ἐστι τὸ [f. 70v] χρῆσθαι λέξεσιν ἀκριβέσι· [a 9] τὰ γὰρ ἀκριβῆ φαίνονται χείρω ἐν ἀμφοτέροις ἤγουν καὶ τῷ ὄχλῳ καὶ τῷ ἀκροατῇ τοῦ δημηγορικοῦ λόγου καὶ τῷ ἱσταμένῳ πόρρω καὶ βλέποντι ἱστορίαν τινά· ὡς γὰρ ὁ πόρρω ἱστάμενος οὐ δύναται κρῖναι, εἰ καλῶς ὁ ζωγράφος τὸ ἀρχέτυπον ἐμιμήσατο καὶ πρὸς ἀκρίβειαν, οὕτως οὐδὲ ὁ ὄχλος δύναται κρῖναι, εἰ ἀκριβέσι λέξεσι καὶ τεχνικαῖς καὶ παραστατικαῖς τοῦ πράγματος ἐχρήσατο ὁ δημηγορῶν, ἅτε πόρρω τῆς τέχνης ἱστάμενος. ἡ δὲ δίκη ἤγουν ἐν τῷ δικανικῷ λόγῳ ἀκριβεστέραις δεῖ χρᾶσθαι ταῖς λέξεσιν, διότι σοφοὺς ἔχομεν τοὺς δικαστὰς καὶ τοὺς ἀκροατάς, οἱ δὲ σοφοὶ ἐγγὺς τῆς τέχνης εἰσὶ καὶ οὐ πόρρω ἱστάμενοι.
即使你说同样的事情,你也必须加以戏剧化表演,以显得在说许多事情,而不是用同样的声音语调与品格来说所有事情,而是某些事情用大声说,某些事情用小声说,某些事情带着这样的品格即愤怒地说,某些事情则带着卑逊而温和的品格说;因为如果你不用同样且单一的声音说所有事情,不用同样的品格,也不在灵魂同等的张力与间隔中说,你就会显得不是在说一件事,而是在说不同的一件件事。 无连词句式具有这种固有特性:显得在同等的时间内,即在相同的时间和相同的时间间隔内言说,显得说了许多事情;因为被连词“和”连接起来的许多事情,由于连词的缘故显得是一件事,例如“苏格拉底研究哲学,和柏拉图在对话,和亚里士多德在散步”;因为即使它们是许多事情,但由于连词“和”的缘故,却显得是被作为一件事说出的;因此,如果将“和”去掉,看似是一件事的在真实中又变成了许多件事,例如“苏格拉底研究哲学,柏拉图在对话”。无论如何,演说如果以无连词的方式发表,就会具有夸大增幅并在很大程度上被拉长,例如“我来了, 多次恳求;他似乎蔑视我所说的一切”。 荷马在《玻俄提亚名录》(军船名录)中也意图制造这种无连词句式,例如“尼柔斯又从埃绪墨〔率领〕三艘均称的战船,/尼柔斯,阿格莱亚与哈罗普斯国王之子,/尼柔斯,他是来到伊利昂城下最俊美的人”。同时他也多次言说同一事物,只是以不同又不同的方式;因为所有这些都指向尼柔斯;因为关于它说了许多话的事物,必然也会被多次提及;而如果被多次提及,看起来也就成了许多件事物;因此,在提及一次尼柔斯并说了“尼柔斯从埃绪墨”之后,由于谬误推理,即为了欺骗听众并由于多次说出“尼柔斯”而显得说了许多件事物,他便扩充了演说,即多次说出“尼柔斯”;并且通过多次说出“尼柔斯”给听众制造了记忆,而在后文绝不再提及他,即在关于尼柔斯所说的话之外,在任何地方都不再作别的演说,除了尼柔斯本人之外也不暗示任何别的事物,即使由于用不同又不同的词语多次言说同一事物而看似在说不同的一件件事。 大众演说的文体,即审议性文体,类似于阴影画,即绘画。圣巴西尔说,除非观看者从画作前退开,否则任何人都无法辨别所画之物是否极度逼真地模仿了原型;欧里庇得斯亦作此说;因为若站在更远处,就更能看清画家在哪方面出了差错;但亚里士多德却说,站在画作远处的人反而更容易受蒙蔽,并且由于距离原因无法辨识画家的拙劣技艺;正如站在画作远处的人受蒙蔽而无法辨别画家的过失一样,在审议性演说中也是如此,倾听的民众人数越多,他们离演说就站得越远,因而无法辨别大众演说者在哪方面出了差错;因为民众是粗鄙的,粗野无知甚多;既然大众演说者即审议者拥有粗鄙的民众作为听众,使用精确的词句便是多余的;因为精确之物在这两方面都显得更劣,即对于民众和大众演说的听众而言,以及对于站在远处观看某幅画作的人而言都是如此;因为正如站在远处的人无法评判画家是否出色且精确地模仿了原型一样,民众也无法评判大众演说者是否使用了精确、合乎技艺且能活画出事物的词句,因为他们站得远离技艺。但在法庭审判中,即在法庭演说中,必须使用更为精确的词句,因为我们拥有智慧的人作为审判官和听众,而智慧的人紧邻技艺,并非站在远处。
- 3.1.12τὸ δοκεῖν λέγειν ἐν ἴσῳ χρόνῳ ἤτοι ἐν τῷ αὐτῷ χρόνῳ καὶ ἐν τῷ αὐτῷ διαστήματι τοῦ χρόνου δόξαι πολλὰ εἰπεῖν
解释τὸ ἴδιον(固有特性)的同位语结构。在带冠词的不定词短语τὸ δοκεῖν λέγειν...(显得在同等时间内言说)之后,无冠词不定词δόξαι πολλὰ εἰπεῖν(显得说了许多事情)作为进一步的解释和重申并列出现,将时间感上的短暂与内容量上的丰富这双重效果同位结合在一起。
- 3.1.12οὐδαμῶς ποιησάμενος λόγον ὕστερον αὐτοῦ
属格αὐτοῦ在句法上既可依附于时间副词ὕστερον(在后文中/在提到他之后),亦可作名词短语λόγον ποιησάμενος的宾格性属格(提及他/发表关于他的言论)。注解者紧接着用ἤτοι οὐδαμοῦ ἄλλον λόγον ποιήσας παρὰ τὸν λεγόμενον περὶ τοῦ Νιρέως(即在关于尼柔斯所说的话之外,在任何地方都不再作别的言论)进行了转述,显示出此处的属格兼具后文时间与指称对象的双重含义。
