- 底本
- Anonymus, In Aristotelis artem rhetoricam commentarium. Commentaria in Aristotelem Graeca XXI.2, ed. H. Rabe, Berlin: Reimer 1896, pp. 1-262. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4026.tlg001.humanitext-grc1:221.2-222.20
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注解者根据亚里士多德《修辞术》卷三第12章(1413b16–29),阐释表演在辩论中文风的作用,以及无连词表达(asyndeton)与重复的戏剧效果,并强调在此过程中进行转换与变化的必要性。
69v] μετὰ ὑποκρίσεως, φαίνονται καὶ ἐπαινετοὶ καὶ μεγάλοι, εἰ δέ τις ἐν χερσὶν ἤτοι καθ’ ἑαυτὸν ἀναγνώσει καὶ ἄνευ ὑποκρίσεως, καὶ ἰδιωτικοὶ καὶ ἀφελεῖς φαίνονται καὶ μικροί. ὥστε τὸ στομφάζειν ἐν τῇ ἀναγνώσει καὶ ὑποκρίνεσθαι μεγάλα συντείνει εἰς τὸ φανῆναι τὸν λόγον ἔνδοξον. βαστάζονται καὶ ὑπομένονται ὑπὸ τῶν ἀκροατῶν ἐν τῇ ἀναγνώσει οἱ ἀγωνιστικοί· οἱ γὰρ ἀκροαταὶ προσέχουσι τοῖς λόγοις τοῖς ἔχουσιν ὑποκρίσεις μέχρι τέλους καὶ ὑπομένουσιν αὐτούς, τοὺς δὲ ἀναγνώστας τῶν λόγων τῶν μὴ ἐχόντων ὑποκρίσεις οὐδαμῶς ἀποδέχονται. [b 16] αἴτιον δέ ἐστι τοῦ φαίνεσθαι τὸν ἀγωνιστικὸν λόγον ἰδιωτικὸν καὶ στενὸν ἐκ τοῦ ἀναγινώσκεσθαι ἄνευ ὑποκρίσεως, διότι ἐν τῷ ἀγῶνι ἤτοι ἐν τῷ ἀγωνιστικῷ λόγῳ ἁρμόζει ἡ ὑπόκρισις ἤτοι τὸ μετὰ ὑποκρίσεως ἀναγινώσκειν· οὕτω γὰρ δόξει μᾶλλον ἐπαινετὸς καὶ ἔνδοξος ὁ λόγος. [b 17] τὰ ὑποκριτικὰ οἷον τὰ δράματα καὶ ἁπλῶς πᾶς λόγος ὑποκριτικὸς τοῦτο ἔχει ἀρετὴν τὸ ἀναγινώσκεσθαι μετὰ ὑποκρίσεως καὶ μιμήσεως, εἰ δὲ ἀναγινώσκει τις αὐτὰ ἄνευ ὑποκρίσεως, φαίνονται εὐήθη ἤτοι μωρὰ καὶ ἀνήδυντα, διότι οὐ ποιοῦσι τὸ ἔργον αὐτῶν· ἔργον γὰρ αὐτῶν ἐστι τὸ παρεισάγεσθαι παρὰ τῶν ὑποκρινομένων τὰ ὑποκρινόμενα πρόσωπά τε καὶ πράγματα, ὡς οἱ θυμελικοὶ παρεισάγουσι τὸν Ἀχιλλέα καὶ τὸν Πρίαμον. [b 19] ἐν μὲν τῇ γραφικῇ ἤτοι ἱστορικῇ γραφῇ ἀποπέμπονται τὸ λέγειν ἀσυνδέτως καὶ [f. 70r] τὸ πολλάκις λέγειν τὸ αὐτό. εὗρον δὲ σχόλιον οὕτως· ἐν δὲ τῇ γραφικῇ τῇ μὴ ἐχούσῃ ὑπόκρισιν, ἐν δὲ τῇ ἀποδεικτικῇ ἤτοι τῇ ἀγωνιστικῇ ἤτοι τῇ δικανικῇ γραφῇ καὶ συμβουλευτικῇ οὐκ ἀποπέμπεται τό τε ἀσυνδέτως λέγειν καὶ τὸ πολλάκις λέγειν τὸ αὐτό· οἱ γὰρ ἀγωνιστικῶς καὶ ἀποδεικτικῶς τι λέγοντες διὰ συντομίαν ἀσυνδέτως λέγειν εἰώθασιν· ἀλλὰ καὶ πολλάκις λέγουσι τὸ αὐτό, ὡς ἂν ἔναυλα τὰ ἐπιχειρήματα ὦσι τοῖς ἀκροαταῖς καὶ ὡς ἂν ἀκριβῶς παραστήσωσι τὸ πρᾶγμα καὶ δόξωσιν ἰσχυρὸν εἶναι τὸ ἐπιχείρημα καὶ θαρρεῖν, ἐπὶ τούτῳ χρῶνται τῷ αὐτῷ πολλάκις, ᾧτινι (τῷ πολλάκις λέγειν τὰ αὐτά) πάντες οἱ ῥήτορες κέχρηνται. [b 21] ἔστι γὰρ ὑποκριτικὸν τὸ τὸ αὐτὸ πολλάκις λέγειν1 καὶ τὰ ἀσύνδετα· εἰ δὲ πολλάκις δεῖ λέγειν τὸ αὐτό, ἀλλ’ οὖν οὐ δεῖ αὐτὸ ἀπαραλλάκτως λέγειν, ἀλλ’ ἀνάγκη ἐστὶ μεταβάλλειν καὶ ἀλλοιοῦν, ὡς δοκεῖν τοῖς ἀκροαταῖς ἄλλο καὶ ἄλλο· ὅπερ τοῦτο τὸ πολλάκις τὸ αὐτὸ † πλὴν ἐν τῷ μεταβάλλειν καὶ ἀλλοιοῦν ὁδοποιεῖ καὶ συντείνει τῷ ὑποκρίνεσθαι2 ἤτοι τῇ [f. 70r] ὑποκρίσει τοῖς ῥήτορσιν. [b 23] ‘οὗτός ἐστιν ὁ κλέψας ὑμῶν, οὗτός ἐστιν ὁ ἐξαπατήσας, οὗτος ὁ τὸ ἔσχατον προδοῦναι ἐπιχειρήσας.’ ἰδοὺ μετέβαλε· πῇ μὲν γὰρ κλέψας εἰπών, πῇ δὲ ἐξαπατήσας. ἀλλὰ καὶ ἀσύνδετόν ἐστι. [b 26] κωμικὸν δρᾶμά ἐστιν ἡ Γεροντομανία. ὅτε λέγει ὁ Ῥαδάμανθυς. πολλάκις λέγεται τὸ Ῥαδάμανθυς καὶ τὸ Παλαμήδης. καὶ τὸ ἐγὼ πολλάκις λέγει ἐν τῷ προλόγῳ τῶν Εὐσεβῶν· τοῦ αὐτοῦ Ἀναξανδρίδου πάλιν ἕτερον δρᾶμα λεγόμενον τῶν Εὐσεβῶν. [b 27] ἐὰν γάρ τις τὰ τοιαῦτα ὑποκρίνηται ἤτοι τὸ ἀσυνδέτως λέγειν, γίνεται ὁ τὴν δοκὸν φέρων3 ἤτοι φορτικός. ὁμοίως καὶ εἰ πολλάκις τὸ αὐτὸ λέγειν ὑποκρίνεται, γίνεται φορτικός. ἢ καὶ οὕτως· εἰ τις λέγει μετὰ συνδέσμου, οἷον ‘οὗτός ἐστιν ὁ κλέψας καὶ ἐξαπατήσας καὶ συλήσας καὶ προδούς’, καὶ ἁπλῶς πολλὰ συμπλέξει τῷ συνδέσμῳ, ὡς δοκεῖν ἕνα εἶναι τὸν λόγον διὰ τοῦ συνδέσμου, ἔοικεν ἀνθρώπῳ φέροντι δοκὸν καὶ διὰ τοῦτο δυσχεραίνοντι· ῥᾴδιον δέ ἐστι κατακόψαι τὴν δοκόν· οὕτω γὰρ ῥᾳδίως βαστάσει αὐτὴν εἰς μικρὰ κατακερματίσας· καὶ τὸν ῥήτορα δεῖ κατακερματίζειν τὸν λόγον ἐν τῷ ἀσυνδέτως λέγειν καὶ μὴ συνδέειν τοῖς συνδέσμοις τὸν λόγον καὶ ἐπιμήκη ποιεῖν. [b 29] ὑποκριτικόν ἐστι καὶ τὸ ἀσύνδετα λέγειν, οἷον ‘ἦλθον, ἀπήντησα, ἐδεόμην’.
伴随戏剧化表演,则显得既值得称赞又宏大;但若有人拿在手中,即独自一人且没有戏剧化表演地朗读,它们便显得既外行、朴素又琐碎。因此,在朗读中高声朗诵并加以戏剧化表演,极有助于使演说显得享有盛誉。辩论性演说在朗读中受到听众的容忍与接纳;因为听众对于伴有戏剧化表演的演说会专注倾听直至终了并予以包容,而对于朗读不带戏剧化表演之演说的人,他们绝不接纳。 辩论性演说因在朗读中缺乏戏剧化表演而显得外行且狭隘的原因在于:在辩论中,即在辩论性演说中,戏剧化表演,即伴随表演来朗读是恰当的;因为唯有如此,演说才会显得更值得称赞、更享有盛誉。 表演性作品(如戏剧)以及总而言之一切表演性言论,其卓越之处就在于伴随着戏剧化表演与模仿而被朗读;但若有人在朗读它们时缺乏表演,它们便显得愚拙,即荒唐而寡味,因为它们未能发挥其固有功用;它们的功用在于由表演者引入所扮演的人物与事件,正如舞台演员引入阿喀琉斯与普里阿摩斯一样。 在书面即历史著述中,无连词表达与多次重复同一事物是被摒弃的。但我发现有一条古注如此写道:“在缺乏戏剧化表演的书面著述中[是被摒弃的],但在论证性即辩论性(即法庭与审议性)著述中,无连词表达与多次重复同一事物并未被摒弃;因为以辩论和论证方式言说者,为了简练通常习惯于不用连词表达;而且他们也多次重复同一事物,以便使论证在听众耳中清晰回响,并精准呈现事物,使论证显得有力且充满自信;为此他们多次使用同一内容,而所有演说家都曾使用过此法(即多次言说相同之物)。” 因为多次言说同一事物与无连词句式是具有表演性的;但若有必要多次言说同一事物,却不应毫无变化地言说,而必须予以改变和转换,以使听众觉得是一事又一事;这一多次重复同一事物,在改变与转换之中,为演说家们铺平了道路,并有助于表演即戏剧化表演。 “此人即是偷窃你们之物者,此人即是欺诈者,此人即是最终企图背叛者。”看,他作了改变;因为他在一处说“偷窃者”,在另一处说“欺诈者”。而且这也是无连词的。 《老人狂》是一出喜剧作品。“当拉达曼提斯说时。”“拉达曼提斯”与“帕拉墨得斯”被多次提及。而且在《虔敬者》的序幕中他多次说到“我”;这是同一个阿那克桑德里德斯的另一部被称为《虔敬者》的剧作。 因为若有人表演此类事情,即无连词表达,他就会变成“扛大梁者”,即笨拙粗鲁之人。同样,若他表演多次重复同一事物,也会变得笨拙粗鲁。或者亦可如此解释:若有人带有连词地言说,例如“此人即是偷窃、并且欺诈、并且掠夺、并且背叛者”,并且总而言之用连词将诸多事情连接起来,以致演说因连词而看似浑然一体,这便类似于一个人扛着大梁并因此苦不堪言;然而将大梁砍断是容易的;因为将它切成碎块,便能轻松扛起它;演说家也应当通过无连词表达来切分演说,而不应用连词将演说捆绑连接并使其冗长。 无连词言说也是具有表演性的,例如“我来了,我遇见了,我恳求了”。
- 3.1.12τὸ τὸ αὐτὸ πολλάκις λέγειν
双重定冠词连续出现的结构:在先的外层冠词 τὸ 将整个不定式短语(τὸ αὐτὸ πολλάκις λέγειν)名词化作主语,而其后的 τὸ αὐτό 则充当不定式 λέγειν 的直接宾语(“同一事物”)。
- 3.1.12ὁδοποιεῖ καὶ συντείνει τῷ ὑποκρίνεσθαι
动词 ὁδοποιέω(铺路、开辟道路)与 συντείνω(有助于、贡献于)均支配与格补足语。此处带冠词的不定式 τῷ ὑποκρίνεσθαι(戏剧化表演)作其与格宾语,紧接其前的介词短语 ἐν τῷ μεταβάλλειν καὶ ἀλλοιοῦν 则表示方式与手段。
- 3.1.12ὁ τὴν δοκὸν φέρων
字面意为“扛大梁者”。此表述出自亚里士多德原文(1413b27)的谚语式比喻,正如注解者紧接着用 ἤτοι φορτικός(即“笨拙粗鲁之人/令人生厌者”)所解释的那样,它作为比喻性谓词,指代那些如同僵硬地扛着重木因而举步维艰的人一样、表现得呆板而粗笨的演说者。
