← 佚名

亚里士多德《修辞学》佚名评注

§219.19-221.2

适于各修辞门类的书面与争辩文体

在亚里士多德《修辞学》第3卷第12章的开篇评注中,注家探讨了修辞学各门类所适用的不同文体(如书面文体与争辩性文体)及其特征,强调演说家必须掌握这两种文体,并解释了表演性、精确性及朗读技巧。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.1.12#1

12. Ὅτι ἄλλη λέξις ἁρμόζει ἑκάστῳ γένει ἤτοι εἴδει τῆς ῥητορικῆς. γραφικὴν λέξιν οἱ μὲν εἶπον τὴν προσαρμόζουσαν τῷ γραφικῷ λόγῳ ἤτοι τῷ ἱστορικῷ, οἱ δὲ εἶπον γραφικὴν λέξιν τὴν πανηγυρικήν. [b 4] καὶ ἄλλη λέξις ἐστὶν ἡ ἁρμόζουσα τῷ ἀγωνιστικῷ λόγῳ ἤτοι τῷ δικανικῷ, οἱ δὲ ἀγωνιστικὴν λέξιν εἶπον τὴν ὑποκριτικήν. δημηγορικὴ λέξις ἐστὶν ἡ ἁρμόττουσα τῷ δημηγορικῷ ἤτοι τῷ συμβουλευτικῷ λόγῳ. [b 5] ἄμφω δὲ ἤτοι καὶ τὰς ἀγωνιστικὰς λέξεις (διὰ δὲ τῶν ἀγωνιστικῶν ἐδήλωσε καὶ τὰς δημηγορικὰς λέξεις καὶ τὰς δικανικάς) καὶ τὰς γραφικὰς ἤτοι τὰς ἱστορικὰς ἀνάγκη εἰδέναι· τὸ μὲν γὰρ ἤτοι τὸ γινώσκειν καὶ τὰς δημηγορικὰς λέξεις καὶ τὰς δικανικὰς ἔστιν ἀνθρώπου ἐπισταμένου καὶ δυναμένου ἑλληνίζειν1 ἤτοι παριστᾶν τὰ πράγματα καὶ δηλοῦν τοῖς ἀκροαταῖς διὰ λέξεων, ἃ ἔχει ἐν τῇ ψυχῇ, τὸ δὲ μὴ ἤτοι τὸ δὲ μὴ εἰδέναι τὰς δικανικὰς λέξεις καὶ συμβουλευτικὰς ποιεῖ τὸν ἄνθρωπον ἀναγκάζεσθαι σιωπᾶν καὶ μὴ δηλοῦν, ἂν βούληται μεταδοῦναι καὶ δηλῶσαι ἄλλοις, ἃ ἔχει ἐν τῇ ψυχῇ, ἤτοι ἐὰν βούληταί τις παραστῆσαι, ὃ βούλεται καὶ γνωρίσαι τοῖς ἀκροαταῖς, εἰ μὴ ἔχει λέξεις σημαντικάς, οὐ βούλεται δηλῶσαι, οὐδὲ δύναται τοῦτο ἐκφράσαι, σιωπᾷ καὶ ἄκων· [b 7] [f. 69v] ὅπερ πάσχουσιν οἱ μὴ δυνάμενοι γράφειν ἤτοι οἱ χωρικοί· θέλουσι μὲν εἰπεῖν τι, διὰ δὲ τὸ μὴ δύνασθαι τοῦτο δηλῶσαι καὶ ἐκφράσαι σιωπῶσιν. ἔστι δὲ λέξις γραφικὴ ἤτοι ἱστορικὴ ἡ ἀκριβεστάτη ἤτοι ἡ ἀκριβῶς παριστῶσα τὸ πρᾶγμα· ὁ γὰρ ἱστορικὸς τοῦτο σπουδάζει τὸ δηλῶσαι τὸ πρᾶγμα ὡς ἔχει. [b 9] ἀγωνιστικὴ δέ ἐστιν ἤτοι δικανικὴ καὶ συμβουλευτικὴ ἡ ὑποκριτική· ὁ γὰρ δικαζόμενος ὑποκρίνεται καὶ ὀργὴν καὶ φόβον, καὶ ὑποκρίνεται μὲν καὶ τὸ πρόσωπον τοῦ ἔχοντος τὸ πρᾶγμα καὶ τοιαῦτα παρεισάγει, οἷα εἰκὸς λέγειν καὶ πράττειν αὐτόν· δικανικοὶ γὰρ ἐλέγοντο οἱ ῥήτορες, οἳ καὶ συνηγόρουν. ἡ μὲν γὰρ ἠθική ἐστιν ἤτοι ὑποκρινομένη τὸ ἦθος ἤτοι τὸ φαίνεσθαι, ὡς ἐνδιαθέτως λέγει, ὅπερ ποιεῖ τὸν ἀληθινὸν καὶ ἐνδιάθετον λόγον, ἡ δέ ἐστι παθητικὴ ἤτοι ὑποκρινομένη πάθος ἤτοι ὀργήν, φόβον, λύπην καὶ τὰ τοιαῦτα. [b 10] διὸ καὶ ἀπὸ τῶν ποιητῶν οἱ ὑποκριταὶ ὡς ὁ Σοφοκλῆς καὶ ὁ Εὐριπίδης τὰ τοιαῦτα δράματα ἀποδέχονται ὑποκρίνεσθαι,2 ἃ πάθη ἔχουσιν, ἵνα ταῦτα ὑποκρίνωνται καὶ μιμῶνται, καὶ οἱ ποιηταὶ τοὺς τοιούτους ἀποδέχονται λόγους ἤτοι τοὺς παρεμφαίνοντας πάθη. ταύτης δὲ τῆς ὑποκριτικῆς εἴδη δύο. [b 12] οἱ δὲ ἀναγνωστικοὶ ἤτοι οἱ ἐπιτήδειοι εἰς τὸ ἀναγινώσκειν βαστάζονται καὶ ὑπομένονται παρὰ τῶν ἀκροατῶν καὶ οὐχὶ φορτικοὺς ἡγοῦνται αὐτούς. οὗτοι δέ εἰσιν ἐπιτήδειοι εἰς τὸ ἀναγινώσκειν οἱ ἀπομιμούμενοι τὰ πρόσωπα καὶ τὰ πράγματα ἐν τῷ ἀναγινώσκειν, καὶ εἰ μὲν τὸ πρόσωπόν ἐστι τυραννικὸν καὶ θυμούμενον, καὶ αὐτὸς ἀφίησι φωνὴν ἀγρίαν, εἰ δὲ ταπεινόν ἐστι τὸ πρόσωπον, καὶ ἡ φωνὴ αὐτοῦ ἐστιν ὑφειμένη· ὥσπερ ποιοῦσι καὶ οἱ τὰς μεταφράσεις ἀναγινώσκοντες ἐν τῇ ἁγίᾳ σορῷ. τοὺς γοῦν οὕτως ἀναγινώσκοντας τοὺς λόγους ἤτοι ὑποκριτικῶς καὶ μιμητικῶς ἀποδέχονται οἱ ἀκροαταί. [b 13] ὁ Χαιρήμων κωμικὸς ἦν ποιητής· καὶ γὰρ οὗτος ἀκριβὴς ἦν λογογράφος ὡς ἄριστα ὑποκρινόμενος. καὶ ἀπὸ τῶν διθυραμβοποιῶν ἀκριβὴς ἦν λογογράφος ὁ Λικύμνιος. [b 14] καὶ οἱ λόγοι τῶν γραφικῶν ἤτοι ἱστορικῶν παραβαλλόμενοι καὶ συγκρινόμενοι πρὸς τοὺς ἀγῶνας ἤτοι τοὺς δικανικοὺς καὶ ἀγωνιστικοὺς λόγους φαίνονται στενοί·3 οἱ γὰρ ἀγωνιστικοὶ λόγοι ἔχουσιν ἐπιχειρήματα ἐργασίας ἐνθυμήματα καὶ εἰσὶν ἐγκατάσκευοι, οἱ δὲ ἱστορικοὶ οὐδὲν τούτων ἔχουσιν, ἀλλὰ μόνον παραστῆσαι τὸ πρᾶγμα πειρῶνται δι’ οἰκείων τῷ πράγματι λέξεων. ἢ καὶ οὕτως· οἱ δὲ λόγοι τῶν γραφικῶν ἤτοι πανηγυρικῶν ὅσον πρὸς τοὺς ἀγῶνας ἤτοι συμβουλευτικοὺς καὶ δικανικοὺς στενοί εἰσιν, οἱ δὲ λόγοι τῶν ῥητόρων ἤτοι οἱ δὲ λόγοι οἱ ἀγωνιστικοὶ ἤτοι οἱ δικανικοὶ καὶ οἱ συμβουλευτικοὶ εὖ μὲν λεχθέντες ἤτοι μετὰ ὑποκρίσεως ἀναγνωσθέντες ἤτοι, εἰ ὁ ἀναγινώσκων αὐτοὺς ἀναγινώσκει [f.

12. 论不同的文体适合修辞学的各个属即各个种。关于书面文体,有人说是适合于书面言论即历史言论的文体,另有人则说书面文体是指节庆演说文体。 [b 4] 另一种文体则是适合于争辩性言论即法庭言论的文体,也有人说争辩性文体是指演戏般的表演性文体。民众演说文体则是适合于民众演说即审议性言论的文体。[b 5] 而这两者,即争辩性文体(借由争辩性文体,他也指明了民众演说文体与法庭文体)与书面文体即历史文体,都有必要通晓;因为一方面,通晓民众演说文体与法庭文体,属于一个懂得并且能够操纯正希腊语的人,即能够通过文词向听众展示并表明自己心中所存之事;但另一方面,不通晓,即不通晓法庭文体与审议性文体,则使人被迫陷入沉默,若他想将心中所存之事分享并表明给他人也无法表明,也就是说如果某人想要展示自己所愿望的事并让听众知晓,若没有表意的文词,他便不想表明,也不能将其表达出来,从而违背自身意愿地陷入沉默; [b 7] [f. 69v] 这正是不能书写的人即乡下人所遭受的情形;他们虽想说些什么,却因无法表明与表达出来而保持沉默。而书面文体即历史文体则是最精确的,即精确地呈现事物本身的文体;因为历史家热衷于此,即如其所是地表明事物。 [b 9] 但争辩性文体,即法庭文体与审议性文体,则是表演性的;因为诉讼者既表演愤怒也表演恐惧,而且扮演负有案情之当事人的面貌,引入他理应所说和所做之事;因为那些担任辩护人的演说家被称为法庭演说家。因为一种是品格性的,即扮演品格,也就是显出似乎发自内心地言说,这构成了真实而发自内心的言论;另一种则是情感性的,即扮演情感,如愤怒、恐惧、悲伤等类的情感。[b 10] 因此,在诗人之后的演员们,如同索福克勒斯和欧里庇得斯那样,接受去演那些具有情感的戏剧,以便演戏并摹仿它们;而诗人们也接受这样的言论,即暗示情感的言论。这种表演性文体有两种。 [b 12] 而适于朗读的人,即擅长朗读者,为听众所容忍和耐受,听众不认为他们令人厌烦。那些在朗读中模仿人物与事物的人即是擅长朗读之人:如果人物具有僭主特征且易怒,他自己也发出粗野的声音;如果人物卑微,他的声音也就低沉下去;正如那些在圣柜中朗读改写本的人所做的那样。无论如何,听众乐于接受以这种方式即以表演和摹仿方式朗读言论的人。 [b 13] 凯雷蒙是一位喜剧诗人;因为他作为最佳的表演者,也是一位严谨的撰稿人。在抒情双合诗诗人中,吕库姆尼俄斯也是一位严谨的撰稿人。[b 14] 书面言论家即历史家的言论,若与辩争即法庭言论与争辩性言论并列和对比,就显得狭隘;因为争辩性言论拥有论证、推演与省略三段论,且构造精巧,而历史言论则全无这些,仅试图通过适合事物的文词来呈现事物。或者也可以这样理解:书面言论家即节庆演说家的言论,相对于辩争即审议性与法庭言论而言显得狭隘;然而演说家的言论,即争辩性言论,即法庭言论与审议性言论,在被良好讲述时,即伴随表演被朗读时,也就是若朗读它们的人朗读[f.

语法注3 条
  1. 3.1.12τὸ μὲν γὰρ ἤτοι τὸ γινώσκειν καὶ τὰς δημηγορικὰς λέξεις καὶ τὰς δικανικὰς ἔστιν ἀνθρώπου ἐπισταμένου καὶ δυναμένου ἑλληνίζειν

    τὸ μὲν γὰρ... ἔστιν ἀνθρώπου... 句式。代词性冠词 τὸ μὲν 由 ἤτοι 引出的带冠词不定式短语(τὸ γινώσκειν)加以解释并充当分句主语,系动词 ἔστιν 搭配表属性/所属的属格(ἀνθρώπου),意为“属于/是……这样的人所具有的特征”。

  2. 3.1.12ἀπὸ τῶν ποιητῶν οἱ ὑποκριταὶ ὡς ὁ Σοφοκλῆς καὶ ὁ Εὐριπίδης τὰ τοιαῦτα δράματα ἀποδέχονται ὑποκρίνεσθαι

    介词短语 ἀπὸ τῶν ποιητῶν 表示序列或渊源(“在诗人之后”或“出自诗人”)。在句法上,ὡς ὁ Σοφοκλῆς καὶ ὁ Εὐριπίδης 与主语 οἱ ὑποκριταὶ 并置,反映了注家行文上的混同或指涉早期诗人自任演员的惯例。

  3. 3.1.12φαίνονται στενοί

    形容词阳性复数 στενοί(“狭窄的”、“简缩的”或“贫乏的”)作表语,与 φαίνονται 的主语一致。相对于法庭言论精巧复杂的修辞装置(ἐγκατάσκευοι),历史学家的文体显得单薄狭隘。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4026.tlg001.humanitext-grc1:219.19-221.2