- 底本
- Anonymus, In Aristotelis artem rhetoricam commentarium. Commentaria in Aristotelem Graeca XXI.2, ed. H. Rabe, Berlin: Reimer 1896, pp. 1-262. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4026.tlg001.humanitext-grc1:20.23-22.1
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
基于亚里士多德《修辞学》第1卷第6章,注解者梳理了作为审议修辞目标的“有益之事”与“善”的定义及其论题,分类阐述了善的多种表现形式(如作为目的的善、产出性的善、维持性的善以及阻碍相反之物的善等)。
6. Ἐπειδή, φησί, τοῖς συμβουλεύουσι σκοπὸς τὸ συμφέρον, συμφέρον δὲ λέγεται τὸ ἀναγκαῖον προαχθῆναι ἐκείνῳ, πρὸς ὃν ἡ συμβουλὴ γίνεται,1 διά τι τέλος, τὸ δὲ συμφέρον ἀγαθόν, ληπτέον τόπους ἀγαθοῦ καὶ συμφέροντος. [a 17] ἐπεὶ τοίνυν σκοπός ἐστι τῷ συμβουλεύοντι τὸ συμφέρον, οὐδεὶς δὲ περὶ τοῦ τέλους βουλεύεται ἀλλὰ καὶ περὶ τῶν ὡς πρὸς τὸ τέλος, τῶν συμφερόντων καὶ χρησίμων ταῖς πράξεσι δηλονότι (τὸ γὰρ φέρον πρὸς τὸ τέλος τὸ συμφέρον ἐστί), δοτέον τόπους τῷ συμβουλεύοντι, ἵνα δείξῃ, ὅτι ἀγαθόν ἐστι τόδε καὶ συμφέρον. διὰ τί συμφέρον; διὰ τὸ καὶ τό. ὀφείλομεν οὖν δοῦναι, φησί, στοιχεῖα καὶ τόπους εἰς τὸ ἀποδεικνύειν, ὅτι τόδε συμφέρον καὶ πῶς ἐστιν ἐκεῖνο συμφέρον. [a 21] ἔστω δὴ ἀγαθόν, ὃ ἑαυτοῦ ἕνεκα αἱρετόν, οἷον τὸ ζῆν, ἡ ὑγεία, ἡ εὐδαιμονία. ἀγαθὸν δὲ κἀκεῖνο, οὗ χάριν ἄλλο βουλόμεθα,2 οἷον ἡ νίκη, ἧς χάριν εἱλόμεθα τὸ πολεμεῖν καὶ στρατεύεσθαι, ἢ ἡ ὑγεία, ἧς χάριν τὰ γυμνάσια καὶ τὰ φάρμακα ὕποιστα καὶ οὐ λυπηρὰ νομίζονται καὶ οἱ καυτῆρες ἡδεῖς δοκοῦσιν. [a 23] ἀγαθὸν δὲ καί, οὗ πάντα ἐφίενται, οἷον τὸ εἶναι καὶ ἡ ἡδονή. τὰ δὲ ἐφιέμενα ἢ πάντα λέγει τὰ αἴσθησιν ἔχοντα, πρὸς ἃ ἡ ἡδονὴ λεχθήσεται (ταύτης γὰρ ἐφίεται), ἢ ἀγαθόν, οὗ ἐφίεται τὰ νοῦν ἔχοντα, φρονήσεως, ὑγείας καὶ τιμῆς καὶ τοῦ μηδὲν κακὸν παθεῖν. κἀκεῖνα ἀγαθά, ὅσα ὁ νοῦς ἀποδώσει, εὐμάθειαν, ἀγχίνοιαν, μνήμην, τέχνης ποικιλίαν καὶ ἀκρίβειαν· καὶ εἰ περὶ πολλὰ ὑποκείμενα τεχνῶν καταγίνεται τυχὸν ὅδε ὁ ἄνθρωπος, ἀγαθά εἰσιν, ὅσα περὶ ἕκαστον γένος καὶ ὑποκείμενον ὁ ἐκείνου ἐφεῦρε νοῦς, ἢ ὅσα περὶ ἕκαστον πρᾶγμα προτεθὲν τέχνης ἢ ἐπιστήμης, ὁποῖον ἂν ᾖ, ὁ νοῦς εὕρῃ † τί ἀγαθόν, ἐκεῖνο καλόν ἐστιν, ᾧ καὶ συντίθεμαι μᾶλλον. [a 26] καὶ ἐκεῖνο ἀγαθόν, οὗ παρόντος εὖ διάκειταί τις, ὡς ἡ φρόνησις καὶ ἡ ὑγεία· τούτων γὰρ οὐσῶν εὖ ἔχομεν. καὶ τὸ αὔταρκες ἀγαθόν, ὡς ἡ εὐδαιμονία καὶ τὸ ἀνενδεὲς ἐν τοῖς ἀναγκαίοις, καὶ τὸ ποιητικὸν ἀγαθοῦ, ὡς τὰ γυμνάσια ὑγείας καὶ αἱ ἀρεταὶ ποιητικὰ τῶν ἀγαθῶν. ἀγαθὸν καὶ τὸ φυλακτικόν, ὡς ἡ δίαιτα ἡ ἀγαθή, καὶ ἐκεῖνο ἀγαθόν, ᾧ ἀκολουθεῖ τι τίμιον καὶ διωκτόν, οἷον τὸ μανθάνειν ἰατρικὴν καὶ τὸ φιλοσοφίαν, ἵν’ ἐπιστήμη ὕστερον ἐπιγένηταί μοι. καὶ τὸ ὑγιαίνειν ἀγαθόν· ἐπακολουθεῖ γὰρ ἅμα αὐτῷ τὸ ζῆν. [a 29] καὶ τὰ κωλυτικὰ τῶν ἐναντίων ἀγαθά, ὡς τὸ τὰ ψιλὰ τῶν γραμμάτων μὴ ἀναγινώσκειν κωλυτικὸν τοῦ ἐναντίου, τοῦ ὀφθαλμοπονεῖν, καὶ τὸ μὴ ψυχροποτεῖν † κωλυτικὸν καὶ τὸ μὴ ἀπληστεύεσθαι καὶ τὸ μὴ προσφέρεσθαι τὰ δύσπεπτα. κωλυτικὸν δὲ τοῦ ἐναντίου καὶ τὸ θερμὸν τοῦ ψυχροῦ καὶ τοῦ πλήθους ἡ κένωσις καὶ ἡ μάθησις τῆς ἀγνοίας, καὶ τῶν νόσων κωλυτικαὶ αἱ τοιαίδε φλεβοτομίαι. [a 29] καὶ τὰ φθαρτικὰ τῶν ἐναντίων ἀγαθά, οἷον τὰ φάρμακα. διχῶς δὲ ἀκολουθεῖ τινα ἀγαθά· ἢ γὰρ ἅμα, ὡς τῷ ὑγιαίνειν τὸ ζῆν, ἢ ὕστερον, ὥσπερ τῷ μανθάνειν ἡ ἐπιστήμη ὕστερον ἐπιγίνεται. [a 31] καὶ τὰ ποιητικὰ δὲ τριχῶς, τὰ μὲν ὡς ὁδοποιὰ καὶ ἄγοντα πρὸς τὸ τέλος, τὰ δὲ ὡς συντηρητικά, ὡς τὰ σιτία τὰ ὑγιεινά, τὰ δὲ ἐπανασωστικά, ὡς τὰ γυμνάσια ἄγει πρὸς αὐτὴν καὶ παροῦσαν τηρεῖ καὶ ἀπελθοῦσαν ἐπανάγει. ποιητικὰ οὖν τὰ ὁδοποιά, τὰ τηρητικὰ καὶ ἐπανασωστικά· τριχῶς οὖν τὰ ποιητικὰ ἀγαθά. [a 32] τῶν γὰρ ποιητικῶν τὰ μὲν ὡς τὸ ὑγιαίνειν ἤγουν τὸ ὑγιάζεσθαι ὑγείας·3 ὁδὸς γὰρ τὸ ὑγιάζεσθαι τῆς ὑγείας· τὰ δὲ ὡς σιτία ὑγείας ὡς τὸ οὗ οὐκ ἄνευ ὄντα· ἄνευ γὰρ σιτίων οὐκ ἔστιν ὑγεία· τὰ δὲ φυλακτικὰ ὡς τὸ γυμνάζεσθαι καὶ ἡ τοιάδε δίαιτα, ὅτι ὡς ἐπὶ τὸ πολὺ ποιεῖ ὑγείαν.
6. 他说,由于对于劝告者而言,目标是有益之事,而有益之事指的是为了某种目的,对于接受劝告的人来说必须被提出的事情,又有益之事乃是善,因此我们必须掌握关于善与有益之事的论题。[a 17] 既然劝告者的目标是有益之事,而无人就目的本身进行审议,而是就导向目的的事物进行审议,显而易见即就那些对行动有益且有用的事物进行审议(因为导向目的的事物便是有益之事),所以必须向劝告者提供论题,以便他能表明某事既是善的又是有益的。为何是有益的?因为这般与那般原因。因此他说,我们应当提供要素和论题,用以论证某事是有益的以及它是如何有益的。[a 21] 那么,且定善是因其自身而值得选取的事物,例如生存、健康、幸福。而我们为了它而欲求另一事物的那个事物也是善,例如胜利(为了它我们选择了交战与出征),或者健康(为了它体操和药物被认为是可承受的而非痛苦的,灼术也显得令人快慰)。[a 23] 凡一切事物所向往者也是善,例如存在与快乐。而所谓向往者,他指的要么是一切具有感觉者,就其而言快乐将被论及(因为它们向往快乐);要么指具有理智者所向往的善,即明智、健康、尊荣以及免受任何祸患。凡理智所赋予的那些事物也是善:领悟力强、敏锐、记忆、技艺的多样性与精确性;即使这个人碰巧从事于技艺的许多对象,他的理智就每个门类和对象所发现的那些事物也是善,或者就技艺或科学所提出的每一事项而言(无论其性质如何),凡理智所发现的善,便是美好的,我也更赞同这一点。[a 26] 凡其存在时能使人处于良好状态的事物也是善,如明智与健康;因为当这些存在时,我们便处于良好状态。自足之物也是善,如幸福以及在必需品上的无所匮乏;产生善的事物也是善,正如体操之于健康、诸美德之于诸善事是具有产出性的。保持善的事物也是善,如良好的饮食养生;有某种珍贵且值得追求之物随之而来的事物也是善,例如学习医术与哲学,以便后来知识能临到我身上。身体健康也是善;因为生存同时伴随着它。[a 29] 阻碍相反事物的事物也是善,正如不阅读细小字迹能阻碍相反之事即眼疾,不饮冷水、不贪婪、不摄入难消化之物也是能起阻碍作用的。热对相反事物即冷、排空对充盈、学习对无知也能够起阻碍作用,而此类放血法能够阻碍疾病。[a 29] 毁灭相反事物的事物也是善,例如药物。某些善以两种方式相随而来:或者同时相随,如生存伴随着健康;或者在后相随,正如知识在学习之后产生。[a 31] 产生善的事物则有三种方式:有些是铺平道路并引向目的的,有些是维持性的,如健康食物,有些则是恢复性的,正如身体锻炼引向健康、在健康存在时维持之、在失去时重新带来之。因此,产生善的事物即是铺路者、维持者与恢复者;产生善的事物因而有三种。[a 32] 因为在产生善的事物中,有些犹如对健康而言的恢复健康即得到医治(因为得到医治乃是通往健康之路);有些犹如对健康而言的食物,作为不可或缺的条件(因为没有食物就没有健康);有些则是保持性的,如身体锻炼和这类养生法,因为它们大致上能产生健康。
- 1.0.6ἐκείνῳ, πρὸς ὃν ἡ συμβουλὴ γίνεται
与格 ἐκείνῳ 在句中充当不定式 προαχθῆναι 的逻辑主语或利益与格,并受到关系从句 πρὸς ὃν ἡ συμβουλὴ γίνεται 的修饰,指代劝告所针对的受众,即必须为其引出有益行动的当事人。
- 1.0.6οὗ χάριν ἄλλο βουλόμεθα
关系代词属格 οὗ 受介词性副词 χάριν(为了……)的支配以表示目的,其先行词为 κἀκεῖνο。紧随其后的 ἧς χάριν 结构相同,规定了善作为人们为之追求其他事物的根本目的。
- 1.0.6τῶν γὰρ ποιητικῶν τὰ μὲν ὡς τὸ ὑγιαίνειν ἤγουν τὸ ὑγιάζεσθαι ὑγείας
属格 ὑγείας 依附于前面的整个表语结构,表达“相对于健康(或对健康而言)”的关系(相当于 ποιητικά 所要求的宾格性属格的延续)。τὰ μὲν 作为主语,构成了产生性诸善分类的第一项。
