← 佚名

亚里士多德《修辞学》佚名评注

§217.22-219.18

直喻的具体实例与夸张的修辞功能

注解者针对亚里士多德《修辞学》1413a12–1413b3,解释了关于细腿与狭窄洞穴的直喻及隐喻实例、谚语(卡尔帕托斯人的野兔)的转用构造、夸张表述(面颊赤红与桑葚篮)的修辞功能、直喻与隐喻在语词上的区别,以及夸张手法适于年轻激愤者而不宜于老年人的特性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.1.11#6

[a 12] οὖλα λέγει τὰ ἄτριχα σκέλη· σκώπτει γοῦν τινα ἔχοντα λεπτὰ σκέλη ὅτι ‘φορεῖς ἤτοι φέρεις τὰ σκέλη τὰ οὖλα ὥσπερ σέλινον’· ὡς γὰρ τὸ σέλινον ἐστι λεπτόν, οὕτω καὶ τὰ σκέλη εἰσὶ λεπτότατα τοῦ σκωπτομένου. ἢ οὖλα λέγει τὰ ὁμαλά, τὰ ἁπαλά. [a 13] ὁ Κώρυκος ἄνθρωπος ἦν ἔχων ἄντρον στενότατον· ὅθεν καὶ λέγεται ἄντρον Κωρύκιον· ὁ γοῦν Φιλάμμων καταδιωκόμενος καὶ βιάζων διὰ τοῦ Κωρυκίου ἄντρου εἰσελθεῖν, καὶ τὸ μὲν ἥμισυ αὐτοῦ εἰσελθόν, τὸ δὲ ἕτερον ἥμισυ τοῦ σώματος ὂν ἔξω καὶ ἔοικε δισακίῳ.1 τὸ ἀπόσκωμμα γοῦν ἐστι πρός τινα σπουδάζοντα σηκῶσαι δισάκιόν τι ἢ μικρὸν φορτίον ἤτοι ἡμιμέδιμνον· καὶ ζυγομαχῶν μὲν μετὰ τοῦ ἡμιμεδίμνου, μὴ δυνηθεὶς δὲ βαστάσαι αὐτὸ καὶ ἀρεῖν ἐπὶ τοῦ ὤμου, ὅτι ἐστὶν οὗτος ζυγομαχῶν τῷ Κωρύκῳ ὥσπερ ὁ Φιλάμμων. ὅτι δὲ καὶ αἱ κατὰ ἀναλογίαν μεταφοραὶ εἰκόνες εἰσίν, εἴρηται πολλάκις. [a 14] καὶ αἱ παροιμίαι δὲ μεταφοραί εἰσι μετακομιζόμεναι ἀπὸ ἄλλου εἴδους εἰς ἄλλο εἶδος, οἷον εἴ τις προσεκαλέσατό τινα ἐλπίζων [f. 68v] βοηθηθῆναι παρ’ αὐτοῦ, βλαβῇ δὲ τοὐναντίον μᾶλλον παρ’ αὐτοῦ· πρὸς γοῦν τὸν τοιοῦτον τὸν βλαβέντα, ἀφ’ οὗ μᾶλλον ᾤετο βοηθηθῆναι, ἁρμόττει εἰπεῖν τὸ [a 16] Καρπάθιος τὸν λαγωόν· ἐν γὰρ τῇ Καρπάθῳ λαγωοὶ οὐκ ἦσαν, εἶτα μετεκόμισαν ἀπὸ τῆς Ἑλλάδος λαγωοὺς εἰς Κάρπαθον, ἵνα τούτους ἐσθίωσι· ζῶντας γὰρ αὐτοὺς μετεκόμισαν, οἳ δὲ πληθυνθέντες ἔφαγον τὰς ἀμπέλους αὐτῶν. ὡς γοῦν οἱ Καρπάθιοι ἐκ τῶν λαγωῶν μᾶλλον ἐβλάβησαν, ἐξ ὧν ἤλπιζον ὠφεληθῆναι, οὕτω καὶ οὗτος ἐβλάβη ἐξ ἐκείνου, ἐξ οὗ ἤλπιζεν ὠφεληθῆναι· ἄμφω γὰρ ἤτοι οἱ Καρπάθιοι καὶ οὗτος ὁ ἐλπίζων ὠφεληθῆναι παρὰ τοῦ προσκληθέντος παρ’ αὐτοῦ ἐβλάβησαν καὶ ἔπαθον τὸ εἰρημένον, οἱ μὲν ἐβλάβησαν παρὰ τῶν λαγωῶν [f. 69r] φαγόντων τὰς ἀμπέλους αὐτῶν, ὁ δὲ ἐβλάβη παρὰ τοῦ προσκληθέντος παρ’ αὐτοῦ. [a 18] ὅθεν μὲν λέγονται τὰ ἀστεῖα ἤτοι ἐκ τοῦ μὴ ὅ φησι λέγειν καὶ σημαίνειν. εὐδοκιμούσας ὑπερβολὰς λέγει ἢ τὰς ὑπερβολικῶς τι παρεμφαινούσας. [a 20] τὸ ὑπώπιον ἡ βοτάνη ἐστίν, ᾗ περιχριόμενοι τὰς παρειάς τινες τῶν ἀνθρώπων φαίνονται ἐρυθροί. πρός τινα γοῦν ὑπωπιασμένον ἤτοι ἐρυθρὸν φαινόμενον ἐκ τοῦ περιχέεσθαι τῷ ὑπωπίῳ ἀπέσκωψέ τις εἰπὼν ‘ᾠήθης δ’ ἂν αὐτὸν εἶναι τάλαρον2 ἤτοι καλάθιον πλῆρες συκαμίνων’ ἢ σύκων· ἐρυθρὰ γάρ εἰσι τὰ συκάμινα. τὸ γοῦν εἰπεῖν ‘οὕτως ἦσαν αἱ παρειαὶ αὐτοῦ ἐρυθραί, ὡς δοκεῖν φέρειν τάλαρον συκαμίνων ἐν ταῖς παρειαῖς’ ὑπερβάλλουσαν ἐρυθρότητα παρεμφαίνει ἡ εἰκὼν αὕτη· πῶς γὰρ ἦν δυνατὸν τοσαύτην ἐρυθρότητα γενέσθαι ἀπὸ τοῦ ὑπωπίου ἐν ταῖς παρειαῖς, ὅσην τὸ πλῆθος τῶν συκαμίνων τῶν ἐν τῷ ταλάρῳ ἔχει; [a 21] ἀλλὰ τὸ πολὺ ἤτοι τὸ ὑπερβάλλον τῆς ἐρυθρότητος, ὃ παρεμφαίνει ἡ εἰκὼν εἶναι ἐν ταῖς παρειαῖς διὰ τῶν συκαμίνων, σφόδρα ἤτοι ὑπερβολικόν ἐστιν. εὗρον δέ, ὅπερ μᾶλλον ἀληθές, σχόλιον ἔν τινι τῶν θριπηδεστάτων βιβλίων τοιοῦτον·3 τὸ ὑπωπιασμένον σημαίνει ἄνθρωπον ἔχοντα πάθος ὑπώπιον, ὅπερ πέφυκε γίνεσθαι περὶ τοὺς ὀφθαλμοὺς ἀπὸ μώλωπος. [a 18] καὶ διότι αἱ εἰκόνες ἔχουσι τὸ ἡδὺ καὶ ἡδεῖαι δοκοῦσι καὶ ἀστεῖαι, σχεδὸν εἴρηται τὸ αἴτιον. [a 21] ἀλλὰ τὸ πολὺ σφόδρα ἤγουν φαίνεται ὑπερβολικόν. [a 22] τὸ δὲ λέγειν ὥσπερ καὶ τὸ καὶ τό, ἤτοι ἡ παραβολὴ (αὕτη γὰρ ἔχει τὸ ὡς) ἐστὶ διαφέρουσα τῆς μεταφορᾶς κατὰ τὴν λέξιν, διότι ἡ μὲν μεταφορὰ ἄνευ τοῦ ὡς ἐκφέρεται, ἡ δὲ παραβολὴ μετὰ τοῦ ὡς· οἷον “ὥσπερ Φιλάμμων ζυγομαχῶν τῷ Κωρύκῳ”, τοῦτο παραβολή, εἰ δ’ εἴπῃς [a 25] ‘ᾠήθης δ’ ἂν Φιλάμμωνα αὐτὸν [f. 69r] εἶναι μαχόμενον ἤτοι ζυγομαχοῦντα τῷ Κωρύκῳ’, μεταφορά ἐστι· κατὰ τοῦτο γὰρ ἡ μεταφορὰ διαφέρει τῆς παραβολῆς, τῇ προσθήκῃ τοῦ ὥς. καὶ πάλιν, εἰ εἴπῃς “ὥσπερ σέλινον οὖλα τὰ σκέλη φορεῖς”, ἐστὶ παραβολή, εἰ δ’ εἴπῃς ‘ᾠήθης δ’ ἂν οὐ σκέλη ἀλλὰ σέλινα ἔχειν οὖλα σκέλη’, μεταφορά. [a 28] εἰσὶ δὲ αἱ ὑπερβολαὶ μειρακιώδεις ἤτοι πρέπουσαί εἰσι τοῖς μειρακίοις αἱ ὑπερβάλλουσαι εἰκόνες· διὸ τὰς τοιαύτας τὰς ὑπερβολικὰς εἰκόνας οἱ ὀργιζόμενοι μᾶλλον λέγουσιν ὡς σφοδράς. [a 31] “οὐδ’ εἴ μοι τόσα δοίης, ὅσα ψάμαθός τε κόνις τε”, ἐκ τοῦ ἰῶτα τοῦ Ὁμήρου· λέγει ὁ Ἀχιλλεύς, ὅτι δίδοται αὐτῷ ἡ θυγάτηρ τοῦ Ἀγαμέμνονος μετὰ τῆς Βρισηίδος. [b 1] χρῶνται δὲ μάλιστα τούτῳ ἤτοι ταῖς ὑπερβαλλούσαις εἰκόσιν οἱ Ἀττικοὶ ῥήτορες, διὸ 〈πρεσβυτέρῳ λέγειν ἀπρεπές〉, ἤτοι αἱ ὑπερβάλλουσαι αὗται εἰκόνες οἰκεῖαί εἰσι τοῖς μειρακίοις καὶ τοῖς νέοις ἐνθυμουμένοις, λοιπὸν τοῖς πρεσβυτέροις εἰσὶν ἀνοίκειαι ὡς μὴ πεφυκόσι θυμοῦσθαι διὰ τὴν ψυχρότητα.

[a 12] [亚里士多德]用“卷曲的”指无毛的腿;无论如何,有人嘲弄一个腿细的人说:“你带着,即长着,卷曲的腿就像欧芹一样”;因为正如欧芹细弱一样,被嘲弄之人的双腿也极细。或者他说“卷曲的”是指光滑柔嫩。[a 13] 科吕科斯是一个拥有一处极狭窄洞穴的人,因此那洞穴也被称为科吕基翁洞穴。无论如何,菲拉蒙被人追赶,强行穿过科吕基翁洞穴进入,他身体的一半进去了,而身体的另一半露在外面,就像一个双层背袋。因此,这句嘲笑是针对某个奋力想要举起双层背袋或一件小负荷(即半麦地那容量的重物)的人;他虽与半麦地那搏斗,却未能扛起它并抬上肩膀,[说话者便说]此人正像菲拉蒙一样与科吕科斯格斗。基于类比的隐喻也是直喻,这一点已被多次说明。[a 14] 谚语也是从一个种转用到另一个种的隐喻,好比有人召唤某人,期望[f. 68v] 从他那里得到帮助,但相反却更多地受到他的伤害。无论如何,对于这样一个受到自以为更能提供帮助之人伤害的人,说[a 16] “卡尔帕托斯人与野兔”是贴切的。因为在卡尔帕托斯岛上原本没有野兔,后来他们从希腊本土将野兔运到卡尔帕托斯,以便食用它们;他们运去的是活兔,但野兔繁殖起来吃光了他们的葡萄树。正如卡尔帕托斯人反而受害于他们指望获益的野兔一样,这个人也受害于他指望提供帮助的对方;因为两者,即卡尔帕托斯人与这位指望从受邀者处获得帮助的人,都遭受了伤害并经历了所言之事,前者受害于[f. 69r] 吃光葡萄树的野兔,而后者受害于自己所召唤之人。[a 18] 巧妙的言辞从何而来,即来自于不直接言明所指之事。[亚里士多德]所说的受赞誉的夸张,是指那些以夸张方式暗示某事的说法。[a 20] “乌青眼草”是一种药草,有些人在脸颊涂抹它便显得红润。无论如何,对于一个带有淤血之色的人,即由于涂遍了乌青眼草而显出红色的人,有人嘲弄他说:“人们会以为他是一个装满桑葚的柳条篮,即小篮子”,或是装满无花果;因为桑葚是红色的。因此说“他的脸颊如此之红,以至于看似在颊上端着一篮桑葚”,这一直喻暗示了一种极度的红润;因为脸颊上因乌青眼草所生之红,怎能达到篮中桑葚数量那样的程度?[a 21] 但是“过多”,即直喻通过桑葚暗示在脸颊上的过度的红润,是“甚为剧烈的”,即夸张的。不过我在一本遭虫蛀极严重的书中发现了一条更为真实的评注,内容如下:“带有乌青的”指患有眼青病症的人,这种病症通常是由青肿而在眼周自然产生的。[a 18] 至于直喻为何具有悦人之美且看似令人愉悦和巧妙,其原因几乎已被阐明。[a 21] 但“极多”即显得是夸张的。[a 22] 说“正如”这与那,即对比(因为这种形式带有“正如”),在措辞上与隐喻不同,因为隐喻的表达不带“正如”,而对比的表达带有“正如”;例如“正如菲拉蒙与科吕科斯格斗”,这是对比;但若你说[a 25] “人们会以为他就是[f. 69r] 正在与科吕科斯交战即格斗的菲拉蒙”,这就是隐喻;因为隐喻在此点上不同于对比,即通过附加“正如”。再者,如果你说“你长着卷曲的双腿正如欧芹”,这是对比;但若说“人们会以为你拥有的不是腿,而是卷曲的欧芹腿”,则是隐喻。[a 28] 夸张具有年轻人气,即夸张的直喻适于年轻人;因此发怒的人由于激烈冲动,更常说出这类夸张的直喻。[a 31] “即使你给我多如沙土和尘埃那样的财物”,出自荷马史诗第九卷;阿喀琉斯说〔这话〕,是因为阿伽门农之女连同布里塞伊斯一起被赠予他。[b 1] 阿提卡演说家们最常使用这种说法,即夸张的直喻,因此〈长者说出这些是不相称的〉;即这些夸张的直喻适合于年轻人与激愤的青年,然而对于年长者而言则是不相称的,因为出于自身的迟暮冷却,他们并不易于动怒。

语法注3 条
  1. 3.1.11ὁ γοῦν Φιλάμμων καταδιωκόμενος καὶ βιάζων διὰ τοῦ Κωρυκίου ἄντρου εἰσελθεῖν, καὶ τὸ μὲν ἥμισυ αὐτοῦ εἰσελθόν, τὸ δὲ ἕτερον ἥμισυ τοῦ σώματος ὂν ἔξω καὶ ἔοικε δισακίῳ.

    此处为一个破格句(anacoluthon),一系列分词短语跟随初始主语 ὁ γοῦν Φιλάμμων,却没有与之相配的主要谓语动词,最终松散地连接到 καὶ ἔοικε δισακίῳ。其主干句意是描述一个情境:菲拉蒙被人追赶挤入狭洞,身体半入半出,看起来像一个双层布袋。

  2. 3.1.11ᾠήθης δ’ ἂν αὐτὸν εἶναι τάλαρον

    由第二人称不定过去时直陈式加 ἄν 构成的表示过去潜在或与过去事实相反的习用句式(“人们/你会以为他是……”)。设定一个不特定的观察者(“任何人/你”)以凸显极端的外貌印象。

  3. 3.1.11εὗρον δέ, ὅπερ μᾶλλον ἀληθές, σχόλιον ἔν τινι τῶν θριπηδεστάτων βιβλίων τοιοῦτον

    插入句 ὅπερ μᾶλλον ἀληθές(中性单数主格)既可视为以后置名词 σχόλιον 为先行词的关系从句,亦可视为添加注解者自我判定的插入语(“这是更符合实际的”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4026.tlg001.humanitext-grc1:217.22-219.18