← 佚名

亚里士多德《修辞学》佚名评注

§215.29-217.22

结合对立的机智与直喻的具体实例

注释者阐释了亚里士多德《修辞学》第3卷第11章(1412b27–1413a10),讨论了结合对立项、带有生动现实感与排比的隐语之巧妙,直喻与隐喻的本质关系,并结合猴子、狼、油灯及菲洛克忒忒斯等具体直喻实例说明其成败。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.1.11#5

ὁμοίως δὲ οὐκ ἔστιν ἀστεῖον καὶ ἐπαινούμενον αἴνιγμα τὸ λέγειν ‘δεῖ τὴν ἀξίαν τὸν ἄξιον λαβεῖν’, διότι ἐπιπόλαιόν ἐστι καὶ εὔκολον. ἀλλ’ ἀστεῖόν ἐστι τὸ αἴνιγμα, ἐὰν καὶ ἄμφω τὰ ἀντικείμενα, οἷον τὸ ἄξιον καὶ τὸ μὴ ἄξιον, ἅμα ῥηθῶσι καὶ μὴ ἰδίᾳ καὶ ἰδίᾳ, οἷόν ἐστιν ‘ἄξιον θανεῖν τὸν μὴ ἄξιον ὄντα θανεῖν’· ἐν τούτῳ γὰρ ἅμα εἰσὶ τὰ ἀντικείμενα. [b 29] ὅσῳ δὲ τὸ αἴνιγμα πλείω ἔχει ἤτοι τὸ εἶναι τὰ ἐν αὐτῷ ὀνόματα μεταφορικὰ καὶ μεταφορὰν εἶναι τοιανδὶ ἤτοι κατ’ ἀναλογίαν καὶ ἀντίθεσιν, οἷον ἄξιον καὶ οὐκ ἄξιον, ἤτοι τὸ [f. 68r] εἶναι τὰ ἀντικείμενα καὶ τὸ ἔχειν τὸ αἴνιγμα καὶ παρισώσεις καὶ τὸ τὴν ληφθεῖσαν ἐν αὐτῷ μεταφορὰν παρεμφαίνειν ἐνέργειαν, οἷά εἰσιν ἃ εἴπομεν παραδείγματα (γράφεται καὶ ἐνάργειαν), τοσούτῳ τὸ αἴνιγμα τὸ ἔχον ταῦτα πάντα ἐστὶ καὶ ἀστειότερον.1 [b 32] εἰσὶ δὲ αἱ εἰκόνες αἱ εὐδοκιμοῦσαι μεταφοραί, ὡς καὶ ἀνωτέρω εἴπομεν. προσέθηκε δὲ τὸ τρόπον τινά, διότι κατὰ τοῦτο καὶ μόνον διαφέρουσι, καθ’ ὃ αἱ μὲν εἰκόνες ἔχουσι τὸ ὡς, αἱ δὲ μεταφοραὶ τὸ ὡς οὐκ ἔχουσιν. [b 34] ἀεὶ γὰρ αἱ εἰκόνες ἐκ δυοῖν λέγονται ἤτοι ἐκ δύο σύγκεινται, ὥσπερ καὶ ἡ κατ’ ἀναλογίαν μεταφορὰ ἐκ δύο σύγκειται· οἷον τὸ φιάλη εἴρηται μὲν κυρίως πρὸς τὸν Διόνυσον, ὅτι ἡ φιάλη ἐστὶν ἀσπὶς τοῦ Διονύσου, ἐξ ἐκείνου δὲ μετηνέχθη καὶ πρὸς τὸν Ἄρεα καὶ ἁρμόζει αὐτῷ, ὅτι ἡ ἀσπὶς φιάλη ἐστὶ τοῦ Ἄρεος· ὥστε ἡ μεταφορὰ αὕτη ἐκ δύο σύγκειται, ἔκ τε τοῦ ἐξ οὗ μετηνέχθη ἤτοι ἐκ τοῦ Διονύσου καὶ ἐκ τοῦ πρὸς ὃν μετηνέχθη ἤτοι τὸν Ἄρεα. [1413 a 1] καὶ τὸ φόρμιγξ μεταφορά ἐστι δυσὶ προσαρμόζουσα, τῇ τε λύρᾳ, ἐξ ἧς μετηνέχθη, καὶ τῷ τόξῳ, πρὸς ὃ μετηνέχθη, ὃ καὶ φόρμιγγα2 ἄχορδον εἴρηκεν. οὕτω μὲν εἰ λέγουσιν, ὅτι τὸ τόξον φόρμιγξ ἄχορδόν ἐστιν, οὐχ ἁπλοῦν ἐστιν ἀλλ’ αἰνιγματῶδες· ἔχει γὰρ τὰ ἀντικείμενα· ἡ μὲν γὰρ τὸ τόξον εἶπε φόρμιγγα, κεχορδωμένον [f. 68v] αὐτὸ εἴρηκεν, ἣ δὲ ἄχορδον αὐτὸ εἶπεν, οὐ λέγει αὐτὸ εἶναι φόρμιγγα ἤτοι λύραν· τὸ δὲ λέγειν τὸ τόξον φόρμιγγα ἁπλοῦν ἐστιν. [a 3] καὶ εἰκάζουσι δὲ αἱ εἰκόνες, οἷον τὸν αὐλητὴν εἰκάζουσι πιθήκῳ. αὐλητὴς κακὸς ἦν καὶ κακόφωνος καὶ παρείκασεν αὐτὸν πιθήκῳ· ὡς γὰρ ὁ πίθηκος μικρὸς ὢν χαμόθεν ἔοικεν ᾄδειν, οὕτω καὶ ὁ αὐλητὴς ἐκεῖνος ἔοικε χαμόθεν ᾄδοντι. ἢ παρείκασε τὸν αὐλητὴν ἐκεῖνον λύκῳ ψακαζομένῳ εἰς μύωπα. μύωψ λέγεται τὸ τζιμούριον. ψακάζειν λέγεται τὸ μουγκρίζειν· ὡς γὰρ ὁ λύκος ψακάζει καὶ μουγκρίζει ἐν τῷ στρέφεσθαι κεχηνώς, ὡς ἂν δάκῃ τὸν ἐπικαθήμενον ἐν τῷ ὤμῳ αὐτοῦ τοῦ λύκου μύωπα (ἔστω γάρ, ὅτι καὶ μύωψ τις ἐπικάθηται ἐν τῷ ὤμῳ τοῦ λύκου καὶ στρέφεται δακεῖν τὸν μύωπα ὡς ἐκμυζῶντα τὸ αἷμα αὐτοῦ), οὕτω καὶ ὁ αὐλητὴς ἐκεῖνος ᾄδων ἔοικε λύκῳ μουγκρίζοντι. τινὰ δὲ τῶν ἀντιγράφων [f. 68v] ἔχουσι [a 3] λύχνῳ ψεκαζομένῳ εἰς μύωπα, ἤτοι ὥσπερ ὁ λύχνος ψεκάζει ἤτοι τζιντζιρίζει εἰς μύωπα, ἤτοι ὅταν μέλλῃ σβεσθῆναι. μύωψ λέγεται ἡ σβέσις παρὰ τὸ μύειν, τὸ καμμύειν· ἄμφω γὰρ ἤτοι ἐπ’ ἀμφοτέρων γὰρ συνάγεται τὸ αὐτὸ ἤτοι καὶ ἐπὶ τοῦ αὐλητοῦ καὶ ἐπὶ τοῦ πίθηκος· ὡς γὰρ ὁ πίθηξ χαμόθεν ᾄδει, οὕτω καὶ ὁ αὐλητής. ἢ καὶ ὡς λύκος μουγκρίζει, οὕτω καὶ ὁ αὐλητής. [a 4] ἔστι δὲ ἡ εἰκὼν ἔχουσα τὸ εὖ, ὅταν μεταφορὰ ᾖ ἤτοι ἐστὶν ἡ εἰκὼν καὶ μεταφορά. καὶ τὸ ἐρείπιον εἰκάσαι ῥάκει οἰκίας· ὡς γὰρ τὸ ῥάκος ἤτοι τὸ κατεσχισμένον πανίον ῥίπτομεν, οὕτω καὶ τὸν ἐρείπιον τόπον τὸν μὴ θεμέλιον ἔχοντα ἀποβάλλομεν. ὁ Νικήρατος ὄνομα κύριόν ἐστι· καὶ ὁ Πράτυς ὄνομα κύριον. τὸν γοῦν Νικήρατον ἐλύπησεν ὁ Πράτυς καὶ τὸν Νικήρατον λυπηθέντα ὑπὸ τοῦ Πράτυος καὶ βοῶντα ἐν τῷ ὀδυνᾶσθαι παρείκασέ τις Φιλοκτήτῃ ὀδυνωμένῳ· οὗτος γὰρ ἐδήχθη ὑπὸ ὄφεως καὶ ὀδυνώμενος ἐβόα, οἱ δὲ Ἕλληνες ἀφῆκαν αὐτὸν εἰς νῆσον καὶ ἀπέπλευσαν εἰς τὴν Τροίαν. [a 8] ὁ Θρασύμαχος ἰδὼν τὸν Νικήρατον ἡττημένον ἤτοι δαρέντα ὑπὸ τοῦ Πράτυος καὶ ῥαψῳδοῦντα ἤτοι κλαίοντα, κομῶντα δὲ καὶ πολύτριχον καὶ αὐχμηρὸν καὶ κατάξηρον παρείκασε τῷ Φιλοκτήτῃ λυπουμένῳ καὶ ὀδυνωμένῳ διὰ τὴν δῆξιν. [a 10] ἐν οἷς μάλιστα ἐκπίπτουσι καὶ σφάλλονται οἱ ποιηταί, ἐὰν μὴ εὖ αἱ εἰκόνες παρ’ αὐτῶν ποιηθῶσι καὶ ἐὰν μὴ εὐδοκιμῶσιν αἱ παρ’ αὐτῶν γινόμεναι εἰκόνες.

同样,说“相称之人应当得到相称之报”并不是巧妙且受称赞的隐语,因为它是肤浅且平易的。相反,如果对立的两项(例如“相称”与“不相称”)同时被说出,而不是各自独立地说出,那么隐语就是巧妙的,例如“不当死之人当死”;因为在其中对立之项是同时存在的。[b 29] 隐语所包含的要素越多——即其中的名称是隐喻性的,且隐喻是属于此类,即基于类比与对立(例如“相称”与“不相称”,即[f. 68r] 存在对立项),并且隐语还具有排比句(parison),且其中采用的隐喻展现出生气(也写作“显明性”)——正如我们所说的那些例子,那么包含所有这些要素的隐语就越发巧妙。 [b 32] 受到赞誉的直喻就是隐喻,正如我们上面所说的那样。他补充说“在某种方式上”,是因为它们仅在这一方面有所不同:直喻带有“如……一样”,而隐喻不带“如……一样”。[b 34] 因为直喻总是从两事物而言,即由两事物构成,正如基于类比的隐喻由两事物构成一样;例如“酒杯”本是对狄俄倪索斯而言的,因为“酒杯是狄俄倪索斯的盾牌”,而从他那里它也被转用到阿瑞斯身上并且适合于他,即“盾牌是阿瑞斯的酒杯”;因此这一隐喻由两事物构成,既来自其所由转用者即狄俄倪索斯,又来自其所转用向者即阿瑞斯。 [1413 a 1] “伏尔明克斯琴”也是适合于两事物的隐喻,既适合于其所由转用的竖琴,又适合于其所转用向的弓,他也称弓为“无弦的伏尔明克斯”。当他们这样说“弓是无弦的伏尔明克斯”时,它并不是单一的,而是具有隐语性质的;因为它包含对立项;因为前者通过称弓为伏尔明克斯,而说它是[f. 68v] 装有琴弦的,而后者通过称它为无弦的,而否定它是伏尔明克斯即竖琴;但单单称弓为伏尔明克斯则是单一的。 [a 3] 直喻也会作出比拟,例如他们把吹笛人比作猴子。有一个拙劣且嗓音难听的吹笛人,有人将他比作猴子;因为正如猴子矮小、看似贴地歌唱一样,那个吹笛人也看似贴地歌唱之人。或者他将那个吹笛人比作“朝牛虻咆哮的狼”。牛虻被称为tzimourion。咆哮(psakazein)被称为mougkrizein;因为正如狼张着嘴转过身来咆哮,以便咬住落在狼自己肩膀上的牛虻一样(假定有一只牛虻正落在狼的肩膀上,狼转过身去咬那只吸其血的牛虻),那个吹笛人歌唱时也像是一只咆哮的狼。但一些抄本[f. 68v] [a 3] 作“朝向熄灭噼啪作响的油灯”,即正如油灯朝向熄灭噼啪作响,即在将要熄灭时发出滋滋声(tzintzirizei)。“myops(熄灭)”一词源自“闭眼”、“合眼”;因为在两者上,即在这两种情况下得出的是相同的结论,即无论在吹笛人身上还是在猴子身上;因为正如猴子贴地歌唱,吹笛人也是如此;又如狼咆哮,吹笛人也是如此。 [a 4] 当直喻也是隐喻时,即直喻同时是隐喻时,它便取得了良好效果。又如“将废墟比作家宅的破布”;因为正如我们扔掉破布即撕破的布料一样,我们也遗弃没有地基的废墟之地。“尼凯拉托斯”是一个专有名词,“普拉提斯”也是一个专有名词。无论如何,普拉提斯伤害了尼凯拉托斯,有人便将受到普拉提斯伤害而在痛苦中呼喊的尼凯拉托斯比作痛苦中的菲洛克忒忒斯;因为后者被毒蛇咬伤,在痛苦中呼喊,而希腊人将他遗弃在岛上,扬帆前往特洛伊。 [a 8] 色拉叙马霍斯看到尼凯拉托斯被普拉提斯击败即痛打,且吟诵即哭泣,并且披头散发、蓬头垢面、干瘪枯瘦,便将他比作因被咬而悲伤且处于极度痛苦之中的菲洛克忒忒斯。 [a 10] 诗人最容易在这些事情上跌倒并犯错,如果直喻未能被他们巧妙地作成,且他们所作的直喻未受好评的话。

语法注2 条
  1. 3.1.11ὅσῳ δὲ τὸ αἴνιγμα πλείω ἔχει ἤτοι τὸ εἶναι τὰ ἐν αὐτῷ ὀνόματα μεταφορικὰ καὶ μεταφορὰν εἶναι τοιανδὶ ... καὶ τὸ εἶναι τὰ ἀντικείμενα καὶ τὸ ἔχειν τὸ αἴνιγμα καὶ παρισώσεις καὶ τὸ τὴν ληφθεῖσαν ἐν αὐτῷ μεταφορὰν παρεμφαίνειν ἐνέργειαν ... τοσούτῳ τὸ αἴνιγμα τὸ ἔχον ταῦτα πάντα ἐστὶ καὶ ἀστειότερον.

    由 ὅσῳ... τοσούτῳ(“越……就越……”)构成的相关结构。在前半句中,πλείω(“更多的要素”)的具体内容通过一系列并列的带冠词不定式短语(τὸ εἶναι..., καὶ τὸ εἶναι..., καὶ τὸ ἔχειν..., καὶ τὸ ... παρεμφαίνειν)作为同位语展开。

  2. 3.1.11ἡ μὲν γὰρ τὸ τόξον εἶπε φόρμιγγα, κεχορδωμένον αὐτὸ εἴρηκεν, ἣ δὲ ἄχορδον αὐτὸ εἶπεν, οὐ λέγει αὐτὸ εἶναι φόρμιγγα

    通过阴性单数冠词与关系词构成的对照 ἡ μὲν ... ἣ δέ,其主语承接前文复合表达(φόρμιγξ ἄχορδος)中的两个组成词或两种措辞(ἡ λέξις / ἡ φωνή)。它解释了双重意义机制:前者通过称弓为琴而意指其有弦,后者则通过称其无弦而否定其为琴。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4026.tlg001.humanitext-grc1:215.29-217.22