← 佚名

亚里士多德《修辞学》佚名评注

§214.7-215.29

同音异义与词语重复构成的妙言条件

本节依据亚里士多德《修辞学》卷三第十一章,阐释了运用同音异义词或重复同一名称(如“客人/异乡人”、“当/不当”)的巧妙隐语得以成立的诸条件(简练、对立、适合受话人物及真实性)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.1.11#4

[b 10] ἐν ἅπασι δὲ τούτοις τοῖς αἰνίγμασι τότε ἔχει τὸ εὖ, ἐάν τις ἐνέγκῃ τὸ ὄνομα προσηκόντως ἐπὶ ὁμωνυμίας ἢ ἐπὶ μεταφορᾶς· τότε γὰρ ἐπὶ ἄλλου σημαινομένου τις καταφάσκει καὶ ἐπὶ ἄλλου ἀποφάσκει σημαινομένου, οἷον τὸ ἄσχετον δηλοῖ τὸ ἀκράτητον καὶ τὸ ἀνυπομόνητον· ὁμώνυμος γὰρ φωνή ἐστι· τὸ γοῦν ἄσχετον δηλοῖ τὸ ἀκράτητον, τὸ δὲ οὐκ ἀνασχετὸν δηλοῖ τὸ ὑπομονητόν, ὅπερ (τοῦτο τὸ οὐκ ἀνασχετόν) ἀπόφασίς ἐστι τοῦ ἄσχετον τοῦ δηλοῦντος τὸ ὑπομονητόν.1 ὥστε ἐπὶ ἄλλου μὲν σημαινομένου κατέφησεν, ἐπὶ ἄλλου δὲ σημαινομένου ἀπέφησεν. [b 11] ὁμωνυμίαν γὰρ ἀπέφησεν ἤτοι ἐπὶ ὁμωνύμου φωνῆς ἐποίησε τὴν ἀπόφασιν. ἀλλὰ εἴ δίς τις προσενέγκῃ καὶ εἴπῃ τὸ αὐτὸ ὄνομα, ἀεὶ δεῖ ποιεῖν τοῦτο ἤτοι τὸ δὶς χρᾶσθαι τῷ αὐτῷ ὀνόματι προσηκόντως. προσηκόντως δὲ λέγεται δίς, εἰ ὁμώνυμος φωνή ἐστι καὶ τὸ μὲν λαμβάνεται ἐπὶ ἄλλου σημαινομένου, τὸ δὲ ἐπὶ ἄλλου· οἷον τὸ ὁ ξένος δηλοῖ τὸ φίλος, τὸ δὲ ξένος τὸ ἕτερον δηλοῖ τὸ ἀλλότριον· [b 13] καὶ ‘οὐκ ἂν σὺ ὁ ξένος ἤτοι ὁ φίλος γένοιο ξένος καὶ ἀλλότριος μᾶλλον παρ’ ὃ δεῖ σε’ ἢ ‘οὐ μᾶλλον ἢ σε δεῖ ὁ ξένος γένοιο ξένος’· τὸ αὐτὸ γάρ ἐστι τὸ εἰπεῖν ‘οὐκ ἂν γένοιο μᾶλλον ἢ σε δεῖ ὁ ξένος ξένος’ καὶ τὸ εἰπεῖν ‘οὐ μᾶλλον ἢ σε δεῖ γένοιο ὁ ξένος ξένος’. καὶ οὐ δεῖ τὸν ξένον ξένον. ὃ δὲ λέγει, τοιοῦτόν ἐστι· τὶς ἐδέξατο ἐν τῇ οἰκίᾳ αὑτοῦ φίλον τινὰ καὶ ἐποίησεν ὁ φίλος ἐν τῇ οἰκίᾳ αὑτοῦ δύο ἢ τρεῖς ἡμέρας· εἶτα ὁ δεξάμενος αὐτόν φησι πρὸς αὐτὸν ὅτι ‘οὐ δεῖ τὸν φίλον εἶναι πάντοτε ὡς ξένον, ἀλλὰ δεῖ καὶ σὲ ποιῆσαι οἰκίαν ἐν τῇδε τῇ πόλει καὶ συνοικεῖν ἡμῖν’. [b 15] καὶ οὐ δεῖ τὸν ξένον ἤτοι τὸν φίλον εἶναι ξένον καὶ ἀλλότριον ἀεί· ἀλλότριον γάρ, ἤτοι τὸ ἓν ὄνομα τὸ ξένον δηλοῖ τὸν ἀλλότριον. καὶ τοῦτο, τὸ παράδειγμα τὸ [f. 68r] ‘οὐ δεῖ τὸν ξένον ξένον εἶναι’, τὸ αὐτὸ ὄνομα ἔχει, ἤτοι ξένον καὶ ξένον, ἄλλο καὶ ἄλλο σημαῖνον. [b 16] καὶ τὸ ἐπαινούμενον αἴνιγμα τοῦ Ἀναξανδρίδου (ποιητὴς δὲ ἦν οὗτος) τοιοῦτόν ἐστι ‘καλὸν ἀποθανεῖν πρὸ τοῦ ποιῆσαι ἄξια θανάτου’· τὸ γοῦν λέγειν ‘καλὸν ἀποθανεῖν’ ταὐτόν ἐστι τῷ λέγειν ‘ἄξιον ἀποθανεῖν μὴ ἄξιον θανάτου ὄντα’ ἢ ‘ἄξιον θανεῖν [f. 68r] μὴ ὄντα ἄξιον θανάτου’· καὶ ἐν τούτοις γὰρ τὸ αὐτὸ ὄνομα ἐλήφθη, ἄξιον μὴ ἄξιον, πλὴν τὸ μὲν ἄξιον θανεῖν σημαίνει τὸ καλόν, τὸ δὲ μὴ ὄντα ἄξιον τὸ μὴ καλὸν καὶ τὸ ἀπρεπές. [b 20] τὸ μὲν οὖν εἶδος τῆς λέξεως ἤτοι ἡ μὲν λέξις ἡ αὐτή ἐστιν ἐν τούτοις, ἄξιον μὴ ἄξιον, πλὴν τὸ μέν ἐστι τὸ πρέπον, τὸ δὲ τὸ ἀπρεπές· ἀλλ’ ὅσῳ μὲν λαμβάνει ἐλάττω ἤτοι ὀλίγας λέξεις καὶ βραχυλογεῖ καὶ ἀντικείμενα ἐν τοῖς αἰνίγμασι, τοσούτῳ μᾶλλον εὐδοκιμοῦσι καὶ ἐπαινοῦνται ὀλίγαι λέξεις, ἵν’ ᾖ ἡ ἀπόδοσις σύντομος. ἀντικειμένως δέ, ἵν’ ἀντίκεινται αἱ λέξεις, οἷον εἰπεῖν ἄξιον καὶ μὴ ἄξιον, καὶ ἀποθανεῖν καὶ μὴ ἀποθανεῖν. [b 22] τὸ δὲ αἴτιον τοῦ δεῖν εἶναι ἐλάττους καὶ βραχείας τὰς ἀποδόσεις καὶ τὰς λέξεις ἀντικειμένας, διότι2 ἡ μάθησις καὶ ἡ γνῶσις μᾶλλον ἐπιγίνεται ἐκ τοῦ λαβεῖν τὰ ἀντικείμενα· τὰ γὰρ ἀντικείμενα συμπαρακείμενα ἀλλήλοις μᾶλλον παριστῶσι τὰ πράγματα καὶ ἐναργέστερα ταῦτα γίνονται ἐκ τῶν ἀντικειμένων, οἷον τὸ μέλαν τὸ ἐν Αἰθίοπι μᾶλλον παρίσταται διὰ τοῦ ἀργύρου ἤτοι τοῦ ἐναντίου· [b 23] διὰ δὲ τὸ ἐν ὀλίγῳ εἶναι ἤτοι διὰ δὲ τὸ εἶναι ὀλίγας τὰς λέξεις καὶ βραχεῖαν τὴν ἀπόδοσιν θᾶττον γίνεται ἡ μάθησις καὶ ἡ γνῶσις τοῦ πράγματος. δεῖ δὲ προσεῖναι καὶ τὸ πρόσωπον, πρὸς ὃ λέγεται· οἷον ‘ἄξιον θανεῖν τὸν Σωκράτην πρὶν θανάτου ἄξιον δρᾶν’, καὶ μὴ ἁπλῶς καὶ ὡς ἔτυχε τοῦτο λέγειν· οὐ γὰρ τῷ τυχόντι προσαρμόζει ῥηθῆναι· τὸν γὰρ ἀνδροφόνον οὐκ ἄν τις εἴπῃ ἄξιον θανεῖν πρὶν θανάτου ἄξιον δρᾶσαι. [b 24] ἢ τὸ ὀρθῶς λέγεσθαι.3 ὀρθῶς δὲ λέγεται, εἰ τὸ λεγόμενόν ἐστιν ἀληθὲς καὶ μὴ ἐπιπόλαιον ἤτοι πιθανὸν καὶ εὐανάτρεπτον. ἔστι γὰρ ταῦτα ἤτοι τὸ ἄξιον καὶ τὸ μὴ ἄξιον χωρὶς ἤτοι ἰδίᾳ καὶ ἰδίᾳ εἰπεῖν, οἷον ‘ἄξιον θανεῖν μηδὲν ἁμαρτάνοντα’ ἢ ‘δεῖ θανεῖν μὴ ὄντα ἄξιον θανεῖν’· ἰδοὺ ἰδίᾳ καὶ ἰδίᾳ ἐρρήθη τὸ ἄξιον καὶ μὴ ἄξιον· [b 27] ἀλλὰ τοῦτο αἴνιγμα οὐκ ἔστιν οὐδὲ ἀστεῖον ἀλλ’ ἐπιπόλαιον καὶ τῷ τυχόντι ῥᾳδίως νοούμενον.

[b 10] 在所有这些隐语中,每当有人在同音异义或隐喻中恰当地运用该名称时,便能取得良好效果;因为那时人在一重意义上肯定,而在另一重意义上否定,例如“不可忍受的(aschetos)”既表示“不可遏制的”,又表示“无法忍耐的”;因为这是一个同音异义的词语。无论如何,“aschetos”表示不可遏制,而“并非不可忍受的(ouk anaschetos)”则表示可以忍耐的,这(这个“并非不可忍受的”)正是表示可以忍耐的“aschetos”的否定。因此他在一重意义上肯定,而在另一重意义上否定。 [b 11] 因为他否定了一个同音异义词,即在同音异义词语上作出了否定。但若有人将同一名称运用并言说两次,则必须始终这样做,即恰当地两次使用同一名称。而若它是一个同音异义词语,且一处取其一重意义,另一处取其另一重意义,它就被恰当地言说了两次;例如“客人(xenos)”表示朋友,而另一个“异乡人(xenos)”则表示外人; [b 13] 犹如“你这位客人,即朋友,不应比你所应当的更成为异乡人,即外人”,或者“不应比你所应当的更多,作为客人的你成为异乡人”。因为说“作为客人的你,不应比你所应当的更多地成为异乡人”与说“不应比你所应当的更多,作为客人的你成为异乡人”是一样的。并且还有“客人不可成为异乡人”。而他所说的是这样的情况:有人在自己家中接待了一位朋友,这位朋友在他家中停留了两三天;随后接待他的人对他说:“朋友不可始终如同客人,你也应当在这座城邦中置办房屋,与我们共同居住。” [b 15] 又如“客人,即朋友,不可始终是异乡人,即外人”;因为是外人,即这一个名称“xenos”表示外人。而这个例子,[f. 68r] 即“客人不可成为异乡人”,具有相同的名称,即“客人”与“异乡人”,分别表示不同的事物。 [b 16] 阿纳克桑德里德斯(他是一位诗人)受到称赞的隐语也是如此:“在做出当死之事之前死去是美好的”;无论如何,说“死去是美好的”,与说“在不当死时是当死的”,或者“在不当死时[f. 68r] 是当死的”是一样的;因为在这些句子中也采用了同一名称,即“当/相称”与“不当/不相称”,只是“当死”表示美好,而“不当”则表示不美好和不合宜。 [b 20] 因此,在这些例子中言辞的形式,即言辞本身是相同的,即“当”与“不当”,只是一者表示合宜,另一者表示不合宜;但在隐语中,人采用的言辞越少,即用词越少且越简练并使用对立之辞,这些少数言辞就越受到赞誉与称许,以便表述短小精练。所谓“对立地”,是指为了使言辞相互对立,例如说“当”与“不当”,以及“死”与“不死”。 [b 22] 而表述必须更少且简短、言辞必须对立的原因,是因为通过采用对立之物,学习与认知更容易产生;因为相互并列的对立事物能更鲜明地呈现事态,而事态从对立之物中变得更加显明,正如埃塞俄比亚人身上的黑色借由白银即其对立面而更加鲜明地呈现一样; [b 23] 并且由于处于简短之中,即由于言辞较少且表述简短,对事物的学习与认知发生得更快。此外,还必须具备所对之说话的人;例如“苏格拉底在做出当死之事之前是当死的”,而不能随随便便、漫不经心地说出这话;因为把它用在随便什么人身上都是不相宜的;因为没有人会对一个杀人犯说,他在做出当死之事之前是当死的。 [b 24] 或者是“被正确地说出”。而如果所言之事是真实的且非肤浅的,即并非仅仅看似有理却易被推翻的,它就是被正确地说出的。因为将这些,即“当”与“不当”分开,即各自独立地说出也是可能的,例如“未犯任何过错的人是当死的”或“不当死的人必须死”;看哪,“当”与“不当”被各自独立地说出了; [b 27] 但这并不是隐语,也不巧妙,而是肤浅的,且为随便什么人所容易理解的。

语法注3 条
  1. 3.1.11ὅπερ (τοῦτο τὸ οὐκ ἀνασχετόν) ἀπόφασίς ἐστι τοῦ ἄσχετον τοῦ δηλοῦντος τὸ ὑπομονητόν

    紧随关系代名词 ὅπερ 之后的插入性说明 (τοῦτο τὸ οὐκ ἀνασχετόν) 是用以阐明主语的同位语短语。在表语名词 ἀπόφασις 之后的属格短语 τοῦ ἄσχετον τοῦ δηλοῦντος 中,不屈折的引词 ἄσχετον 与属格定冠词及定语分词短语保持一致,作为依附于 ἀπόφασις 的属格(“对表示可忍耐之意的‘aschetos’的否定”)。

  2. 3.1.11τὸ δὲ αἴτιον τοῦ δεῖν εἶναι ἐλάττους καὶ βραχείας τὰς ἀποδόσεις καὶ τὰς λέξεις ἀντικειμένας, διότι

    这是一种破格句式(破格文法):在主语名词短语 τὸ αἴτιον(及其依附的属格不定词短语 τοῦ δεῖν εἶναι...)之后省略了系动词 ἐστί,而由连词 διότι... 引导的原因从句充当了实质上的表语解释。

  3. 3.1.11ἢ τὸ ὀρθῶς λέγεσθαι

    由连词 ἤ 引导的带冠词不定词短语 τὸ ὀρθῶς λέγεσθαι 是一个省略结构,作为与前文 [b 23] 中 δεῖ δὲ προσεῖναι(“还必须具备……”)的主语(τὸ πρόσωπον)相并列的第二个主语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4026.tlg001.humanitext-grc1:214.7-215.29