← 佚名

亚里士多德《修辞学》佚名评注

§212.21-214.7

基于字形变化、双关与隐语的机智

匿名注疏家依据亚里士多德《修辞学》第3卷第11章,解释了基于一字之差或双关的俏皮话(如“冻疮/鞋子”、“惊吓/色雷斯人”、“毁灭/波斯化”)产生愉悦与机智的机制,并讨论了伊索克拉底关于“始基/统治”(arche)的隐语及其解明。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.1.11#3

[a 31] χίμετλα λέγονται τὰ ἀπὸ ψύγους γινόμενα ὑπεκκαύματα περὶ τοὺς πόδας· ὁ ἀκούων ᾤετο λέγειν, ὅτι πέδιλα φορεῖ ὁ ἱστάμενος· ἄλλο δὲ συννοεῖται, ὅτι ὑπεκκαύματα ἔχει ἐν τοῖς ποσὶν ἀπὸ ψύχους. ὁ δὲ διδάσκαλος εἶπε χίμετλα εἶναι ξύλα τινὰ ἐπιμήκη κάτωθεν σφαιροειδῆ ὄντα, ὧν ἐπάνω τινὲς ἱστάμενοι βαδίζουσι δι’ αὐτῶν, οἷά εἰσιν, ἐν οἷς οἱ Σπάνοι ἱστάμενοι βαδίζουσι. [a 31] τοῦτο δὲ τὸ παραπεποιημένον καὶ γελοιῶδες ἐνδέχεται ἅμα τῷ ῥηθῆναι δῆλον εἶναι ἡμῖν καὶ συννοεῖν εὐθὺς τὸ παρὰ τούτου σημαινόμενον· εἰ γὰρ καὶ μετὰ τὸ ῥηθῆναι ἀσαφές ἐστιν ἔτι καὶ μὴ συννοούμενον ἡμῖν, διαβάλλεται. [a 32] τὰ δὲ παρὰ γράμμα σκώμματα ποιεῖ γελοῖα διὰ τὸ λέγειν καὶ σημαίνειν οὐχὶ καθ’ ὃ λέγονται ἐκ προχείρου κατὰ τὸ φαινόμενον, ἀλλ’ ἃ τὰ ὀνόματα μεταστρεφόμενα δηλοῦσι· τὸ γὰρ ‘ὁλᾶς, κόλακος κεφαλὴν ἔχεις’ μεταστρεφόμενον εἰς τὸ ‘ὁρᾷς, κόρακος κεφαλὴν ἔχεις’ ἄλλο τι ὑπεμφαίνει· ὥστε οὐ δεῖ τὸ ἐκ προχείρου λεγόμενον παρ’ αὐτῶν νοεῖν, ἀλλ’ ὃ δηλοῦσι τὰ ὀνόματα ἐν τῷ μεταστρέφεσθαι, οἷον τὸ εἰς Νίκωνα ‘θράττει σε’· [a 34] προσποιεῖται γὰρ [f. 67r] λέγειν τὸ ‘θράττει 〈σε〉’ ὅτι ‘ἐκφοβεῖ σε’ καὶ ἐξαπατᾷ καὶ παραλογίζεται τὸν ἀκροατήν, ἄλλο δὲ σημαίνει καὶ λέγει· ὡς Θρᾷκα γὰρ Νίκωνα ἐπωνείδισε. [a 35] διὸ καὶ τῷ μαθόντι καὶ νοήσαντι, [f. 67v] ἐπί τίνος τὸ θράττει ἐξελάβετο ὁ Θεόδωρος, ἡδὺ δοκεῖ, ἐπὶ τῷ μὴ γινώσκοντι,1 ὅτι Θρᾷξ ἦν ὁ Νίκων, οὐδὲ ἡδὺ δόξει τὸ τοιοῦτον αἴνιγμα· οὐδὲ γὰρ ἐπὶ ἄλλου τινὸς ἁρμόττει ῥηθῆναι μὴ ὄντος Θρᾳκός. [b 2] καὶ τὸ βούλει αὐτὸν πέρσαι τοιοῦτόν ἐστιν· οὐ γὰρ κατὰ τὸ φαινόμενον τὸ πορθῆσαι σημαίνει, ἀλλ’ ὀνειδισμός ἐστιν εἰς Πέρσην. δεῖ δὲ ἀμφότερα προσηκόντως ῥηθῆναι· καὶ τὸ πέρσαι γὰρ ἐπὶ Πέρσου δεῖ ῥηθῆναι καὶ τὸ θράττει ἐπὶ Θρᾳκός· εἰ γὰρ μὴ πρὸς Θρᾷκα τὸ θράττει εἴπῃς, οὐ προσηκόντως τὸ αἴνιγμα εἶπας. δεῖ δὲ ἀμφότερα ἤτοι καὶ τὰ παραπεποιημένα καὶ τὰ παρὰ γράμμα σκώμματα προσηκόντως λεχθῆναι ἤτοι εἰς πρόσωπα προσήκοντα. [b 3] οὕτω δὲ καὶ τὰ ἀστεῖα αἰνίγματα ἔχουσιν· οὐ γὰρ ὃ λέγουσι τοῦτο καὶ εὐθὺς δηλοῦσιν, ἀλλ’ ἄλλο τι ἔχουσι τὸ συννοούμενον. οὕτω δὲ ῥητέον· τὴν τῆς θαλάσσης ἀρχὴν μὴ ἀρχὴν εἶναι, ἕως ὧδε τὸ αἴνιγμα, τὸ δὲ τῶν κακῶν οἷον ἑρμηνεία ἐστὶ καὶ λύσις τοῦ αἰνίγματος, ὁμοίως δὲ καὶ τὸ ὄνασθαι γάρ· οὐ γὰρ λύεται τὸ αἴνιγμα, ὡς ἔχει, ἀλλ’ ὡς λύεται· τὸ γοῦν εἰπεῖν τὴν ἀρχὴν τῆς θαλάσσης μὴ ἀρχὴν εἶναί ἐστι καινόν· πῶς γοῦν ἐν ταὐτῷ ἔσται καὶ ἀρχὴ καὶ μὴ ἀρχή; ὥστε οὐχ ὃ λέγει τοῦτο καὶ παρεμφαίνει, ἀλλ’ ἄλλο τι· ἡ γοῦν ἀρχὴ καὶ ἡ ἐξουσία τῆς θαλάσσης (κατεκράτησαν γὰρ πάσης τῆς Ἑλλάδος οἱ Ἀθηναῖοι) οὐκ ἔστιν ἀρχὴ καὶ αἰτία τῶν κακῶν· πῶς γάρ ἐστιν αἰτία, εἴ γε πολλὰ ἀπώναντο; ὁρᾷς, πῶς ἐπὶ ἄλλου σημαινομένου ἐλήφθη τὸ ἀρχὴ καὶ ἐπὶ ἄλλου τὸ οὐκ ἀρχή. [b 5] καὶ πάλιν τὸ αἴνιγμα τὸ παρὰ Ἰσοκράτει ἐστὶν ‘ἡ τῆς πόλεως ἀρχὴ ἀρχή ἐστιν’· ὁ δὲ Ἀριστοτέλης εἰπὼν ἀρχὴν τῶν κακῶν τὴν λύσιν εἶπε τοῦ αἰνίγματος· ἡ γὰρ ἀρχὴ καὶ ἡ ἐξουσία τῆς πόλεως ἀρχή ἐστι τῶν κακῶν καὶ ἐγένετο· ἀφ’ οὗ γὰρ ἐκράτησαν τοιοῦτοι ἄρχοντες τῆς πόλεως καὶ προεβλήθησαν, ἔκτοτε μυρία κακὰ τῇ πόλει προσεγένοντο καὶ βλάβη. [b 6] ἀμφοτέρως γὰρ ἤτοι διὰ τοῦ εἰπεῖν τὴν ἀρχὴν τῆς θαλάσσης οὐκ ἀρχὴν καὶ διὰ τοῦ εἰπεῖν τὴν ἀρχὴν τῆς πόλεως ἀρχὴν εἶναι εἴρηται κατὰ τὸ συννοούμενον ἐκεῖνο, ὃ οὐκ ἄν τις ὑπέλαβεν ἐκ προχείρου ἐρεῖν τὸν Ἰσοκράτην ποτέ·2 κατὰ γὰρ τὸ φαινόμενον οὐδὲν σοφὸν φαίνεται ὁ Ἰσοκράτης ἐρεῖν ἀλλὰ λίαν ἄσοφον καὶ εἰς ἀντίφασιν ἐμπεσεῖν ἐκ τοῦ εἰπεῖν τὴν ἀρχὴν οὐκ ἀρχὴν ἢ τὴν ἀρχὴν τῇ πόλει ἀρχήν. [b 9] ἀλλὰ οὐχ οὕτω λέγει ἀλλ’ ἄλλως [f. 67v] λέγει καὶ ἐγνώσθη κατὰ τὸ συννοούμενον, ὅτι ἀληθῶς καὶ καλῶς λέγεις· καὶ τῷ εἰπεῖν μὴ ἀρχὴν οὐκ ἀπέφησεν, ὃ εἶπεν ἀρχήν, ἀλλ’ ἐκεῖ μὲν εἶπεν ἀρχὴν τῆς θαλάσσης κατὰ ἄλλο σημαινόμενον τῆς ἀρχῆς ἤγουν τὴν ἐξουσίαν, ἐνταῦθα δὲ μὴ ἀρχὴν εἶπε τὴν μὴ αἰτίαν, ὅπερ ἀπόφασις τῆς ἀρχῆς ἐστιν, ἥτις σημαίνει τὴν αἰτίαν.

[a 31] 冻疮(chimetla)据说是由寒冷引起的足部周围的炎症;听到的人以为他是说站着的人穿着凉鞋(pedila);但暗中被领会的却是另一事,即他的脚因寒冷而生有炎症。然而老师说,冻疮是某种底部呈球状的细长木块,有人踩在上面借此行走,就像西班牙人踩在上面行走的那种东西。 [a 31] 而这种改造过的滑稽之物,一经说出便可为我们所明了,并能立即在心中领会其所表示之意;因为如果在说出之后它仍然晦涩、不被我们暗中领会,它就会遭到贬斥。 [a 32] 因一字之差而产生的笑话之所以引发滑稽,是因为其言说和表示的并非表面字面上所说的事物,而是名称经过转换后所表明的事物;因为“你瞧(holas),你有一颗谄媚者(kolakos)的头”在被转换为“你瞧(horas),你有一颗乌鸦(korakos)的头”时,暗指了别的事情;所以不应当按字面去理解它们所说的事物,而应当理解名称在转换中所表明的事物,例如对尼孔所说的“这使你烦扰(thrattei se)”。 [a 34] 因为[f. 67r] 他假称说出“这使你烦扰”是指“这使你惧怕”,并且欺瞒且误导了听者,但实际上表示并言说了另一件事;因为他是把尼孔当作色雷斯人(Thrax)来进行指责。 [a 35] 因此,对于学到并领会了[f. 67v] 塞奥多洛把“使之烦扰(thrattei)”用于何意的人而言,这显得令人愉悦;但对于不知晓尼孔是色雷斯人的人而言,这样的隐语甚至根本不会显得令人愉悦;因为把它用于不是色雷斯人的任何其他人身上都是不合宜的。 [b 2] 而“你想要消灭他(persai)吗”也是属于这一类;因为按表面来看它并非表示摧毁,而是针对波斯人(Perses)的责难。但两者都必须被合宜地说出;因为“消灭(persai)”必须针对波斯人说,而“使之烦扰(thrattei)”必须针对色雷斯人说;因为如果你不是对色雷斯人说“使之烦扰”,你就未能合宜地说出这个隐语。这两者,即改造过的笑话和因一字之差的笑话,都必须合宜地说出,亦即针对合宜的人物。 [b 3] 巧妙的隐语也是如此;因为它们并不直接表明它们所言说的字面之物,而是暗含着被领会的另一事。应当这样来表述:海上的统治(arche)不是统治(arche)——到此为止是隐语,而“灾祸的”可以说是隐语的阐释与解答,同样“因为他们获得了益处”也是如此;因为隐语并非按其字面所处的状态来解开,而是按其被解答的方式来解开的。无论如何,说海上的统治不是统治是新奇的;因为在同一事物中,怎能既是统治又不是统治呢?所以它暗示的并非其字面所言之物,而是某种别的事物;无论如何,海上的统治和权势(因为雅典人曾统治了整个希腊)并不是灾祸的开端(arche)和原因;因为如果他们获得了许多益处,它又怎会是原因呢?你看到“统治/开端”是如何在一重含义上被采纳,而“不是统治/开端”又是在另一重含义上被采纳的。 [b 5] 再者,伊索克拉底那里的隐语是“城邦的统治(arche)是开端(arche)”;亚里士多德通过说出“灾祸的开端”,说出了隐语的解答;因为城邦的统治和权势是且成为了灾祸的开端(原因);因为自从这样的统治者掌控城邦并被推举出来以来,从那时起城邦便遭受了无数的灾祸与危害。 [b 6] 因为无论是在哪一种方式下,即无论通过说海上的统治不是统治,还是通过说城邦的统治是开端,都是按照那种暗中领会的意涵而被言说的,而那绝不是任何人会料想伊索克拉底竟会照字面说出的;因为按表面来看,伊索克拉底显得没有说出任何明智的话,反而是极不明智的,并且因说出统治不是统治或对城邦而言统治是开端而陷入了矛盾。 [b 9] 但他并非这样言说,而是以另一种方式[f. 67v] 言说的,并且按照暗中领会的意涵被认识到“你说得真实且出色”;而且通过说“不是统治”,他并未否定他曾称之为“统治”的那个事物,而是在那边按照统治的另一重含义即权势来言说“海上的统治”,在此处则把“不是统治”说成不是原因,而这正是对表示原因的“统治/开端”的否定。

语法注2 条
  1. 3.1.11τῷ μαθόντι καὶ νοήσαντι ... ἐπὶ τῷ μὴ γινώσκοντι

    前半句的 τῷ μαθόντι 是受非人称短语 ἡδὺ δοκεῖ 支配的判断者与格(“对领会者而言显得令人愉悦”),而在形成对比的后半句中,句式转换为了介词 ἐπί 加与格结构(“在不知晓者的情况下”)。

  2. 3.1.11ὃ οὐκ ἄν τις ὑπέλαβεν ἐκ προχείρου ἐρεῖν τὸν Ἰσοκράτην ποτέ

    小品词 ἄν 与直陈式过去时 ὑπέλαβεν 结合,表示过去潜势(“没有人会料想”),后接其支配的不定式宾格结构 τὸν Ἰσοκράτην ... ἐρεῖν(“伊索克拉底竟会说出”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4026.tlg001.humanitext-grc1:212.21-214.7