- 底本
- Anonymus, In Aristotelis artem rhetoricam commentarium. Commentaria in Aristotelem Graeca XXI.2, ed. H. Rabe, Berlin: Reimer 1896, pp. 1-262. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4026.tlg001.humanitext-grc1:210.30-212.21
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
本节针对亚里士多德《修辞学》卷三第11章(1412a12–29),阐释了来自相距甚远之领域的比例隐喻(仲裁人与祭坛、船锚与吊具、平整土地与均平城邦贫富差距),并论述了预先欺瞒、具有弦外之音的警句以及一字之差的谐音双关如何带给听者巧妙感与认识启发。
[a 12] καὶ εἰς τὸν διαιτητὴν ἢ τὸν κριτὴν καὶ εἰς τὸν βωμὸν καταφεύγουσιν οἱ ἀδικούμενοι· κατὰ πολὺ διέστηκεν ὁ βωμὸς τοῦ διαιτητοῦ, κοινωνοῦσι δέ, καθ’ ὃ ἐπ’ ἄμφω οἱ ἠδικημένοι καταφεύγουσιν. [a 14] ἄγκυρα ἐπὶ τῶν πλοίων λέγεται, ἥτις ἐστὶ τὰ μεγάλα σιδήρια τὰ ῥιπτούμενα εἰς τὸν βυθόν, ἵνα κρατῶσι τὸ πλοῖον. ἡ μὲν ἄγκυρα κάτωθεν ἀπὸ τοῦ βυθοῦ κρατεῖ τὸ πλοῖον, ἡ δὲ κρεμάστρα ἄνωθεν κρεμαμένη, ὡς τὸ κρεμαστάριον τῆς κανδήλας συνέχει τὸ κρεμώμενον· ἄμφω [f. 66v] γάρ, καὶ ἡ ἄγκυρα καὶ ἡ κρεμάστρα, ἔχουσι ταὐτό τι ἤτοι ὅμοιον ἤτοι τὸ συνέχειν τὸ κρεμώμενον. ἀνωμαλίσαι ἐστίν, ὅταν ἡ ἐπιφάνεια ἢ τῆς γῆς ἢ τοῦ ξύλου ἔχουσα ἀνισότητας πειρᾶταί τις ἐξομαλίσαι καὶ ἰσάσαι αὐτὰς τὰς ἀνισότητας· [a 16] μεταφορικῶς δέ τις εἴπῃ καὶ τὰς πόλεις ἀνωμαλίσαι, ὅταν τὴν ἐν τῇ πόλει θεωρουμένην ἀνισότητα ἐν τῷ τοὺς μὲν εἶναι πλουσίους τοὺς δὲ πένητας καὶ τοὺς μὲν δυνάστας τοὺς δὲ ἀδικουμένους πειρᾶταί τις ἐξισῶσαι· εἰ γοῦν καὶ ἄμφω ἤτοι ἡ πόλις καὶ ἡ ἐπιφάνεια κατὰ πολὺ διεστήκασιν, ἀλλ’ οὖν, καθ’ ὃ τὸ ἴσον καὶ ὁμαλὸν καὶ ἐπὶ τῆς ἐπιφανείας θεωρεῖται καὶ ἐπὶ τῶν δυνάμεων τῶν ἐν τῇ πόλει, εἰσὶ ταὐτὰ καὶ ὅμοια· τὸ γὰρ ἐξομαλίσαι τὸ ἐξισάσαι δηλοῖ. [a 17] ἔστι δὲ τὰ ἀστεῖα τὰ πλεῖστα γενόμενα οὐχὶ ἀπὸ τῶν εἰκόνων ἀλλ’ ἀπὸ μεταφορᾶς καὶ ἐκ τοῦ προσαπατᾶν· ὁ γὰρ εἰπὼν τὸν Αἰθίοπα ἀργυροῦν μεταφορικῶς μὲν αὐτὸν ἐκάλεσεν ἀργυροῦν καὶ ἐξαπατᾷ καὶ παραλογίζεται τὸν ἀκροατήν· ξενίζεται γὰρ ὁ ἀκροατής, ὅπως αὐτὸν ἄργυρον κατωνόμασε. μᾶλλον δὲ ἐκ τοῦ ἐναντίως ἔχειν ἤτοι μᾶλλον [f. 67r] δὲ τὸ ἀκοῦσαι τὸν Αἰθίοπα ὀνομασθέντα ἐκ τοῦ ἐναντίου ἤτοι τοῦ ἀργυροῦ δῆλον γίνεται, ὅτι ἔμαθε καὶ ἐνόησεν ὁ ἀκροατὴς τὸ λεγόμενον·1 τὰ γὰρ ἐναντία συμπαρακείμενα ἀλλήλοις ἐκφαντικώτερα ποιοῦσι τὰ χείρω τε καὶ τὰ ἐναντία· [a 20] ἀλλὰ καὶ ἡ ψυχὴ τοῦ ἀκροατοῦ κρίνει, ὅτι καλῶς καὶ ἀληθῶς ὠνόμασε τὸν Αἰθίοπα ἄργυρον ὁ λέγων, ἐγὼ δὲ ἥμαρτον καὶ οὐκ εὐθὺς ἐνόησα τὸ λεγόμενον, ὅτι ἀργυροῦν αὐτὸν ὠνόμασε διὰ τὸ ἄγαν εἶναι μέλανα. [a 21] καὶ ἀπὸ τῶν ἀποφθεγμάτων ἀστεῖά εἰσιν ἐκεῖνα, ὅσα οὐ λέγουσι καὶ σημαίνουσιν, ὃ φασιν, ἐκ προχείρου, ἀλλ’ ἄλλο μὲν κατὰ τὸ φαινόμενον παρεμφαίνουσιν, ἄλλο δὲ τὸ συννοούμενον ἔχουσιν, οἷον τὸ οἱ τέττιγες αὐτοῖς χαμόθεν ᾄσονται· δοκεῖ μὲν κατὰ τὸ φαινόμενον περὶ τῶν τεττίγων εἶναι ὁ λόγος, συννοεῖται δέ, ὅτι περὶ τῆς ἀπωλείας λέγει τῆς χώρας, ἣν ὑποσταίη ἐκ τῶν πολεμίων. [a 23] καὶ τὰ εὖ ᾐνιγμένα ἤτοι αἱ εὐδοκιμοῦσαι εἰκόνες εἰσὶν ἡδέα καὶ ἀστεῖα διὰ τὸ αὐτὸ ἤτοι διὰ τὸ ἄλλο μὲν παρεμφαίνειν κατὰ τὸ φαινόμενον, ἄλλο δὲ εἶναι τὸ νοούμενον· μάθησις γὰρ καὶ γνῶσις ἐπιγίνεται· καὶ ἔστι καὶ μεταφορά· εἴπομεν γὰρ καὶ ὄπισθεν, ὅτι αἱ εὐδοκιμοῦσαι εἰκόνες μεταφορά ἐστι· μᾶλλον γὰρ γίνεται δῆλον, ὅτι ἔμαθε, τὸ ἐναντίως ἔχειν ἤτοι παρὰ τὸ μή, ὅ φησι, τοῦτο καὶ λέγειν καὶ συμβαίνειν, ἀλλ’ ἄλλο μὲν λέγει ὁ λέγων τὸν Αἰθίοπα ἀργυροῦν, ἄλλο δὲ σημαίνει ἐκ τούτου. [a 25] ἀλλὰ καὶ ὁ Θεόδωρος (ῥήτωρ δὲ ἦν) λέγει, τὸ τὰς εὐδοκιμούσας [f. 67r] εἰκόνας λέγειν καὶ σημαίνειν καινὰ2 ἤτοι παράξενα, ἂν καὶ ἄλλο τι φαίνηται λέγειν κατὰ τὸ φαινόμενον, οἷόν ἐστι τὸ ‘οἱ τέττιγες αὐτοῖς χαμόθεν ᾄσονται’. γίνεται δὲ τοῦτο ἤτοι τὸ ἄλλο σημαίνειν παρὰ τὸ φαινόμενον, ὅταν τὸ νοούμενον παράδοξον ᾖ παρὰ τὴν προτέραν δόξαν καὶ μὴ ὡς λέγει κατὰ τὸ φαινόμενον· οἷον ἐπὶ τῆς ῥηθείσης εἰκόνος δόξαν ἔχω, ὅτι περὶ τῶν τεττίγων σημαίνει, τὸ δὲ συννοούμενον ἕτερον ἐστι τῆς προτέρας δόξης· δηλοῖ γὰρ τὸν ἀφανισμὸν τῆς χώρας καὶ οὐχὶ ὃ λέγει καὶ σημαίνει ἐκ τοῦ προχείρου κατὰ τὸ φαινόμενον. [a 28] παραπεποιημένα λέγει τὰ σκώμματα τὰ ὑπάρχοντα παρὰ γράμμα ἕν,3 οἷον πρός τινα τραυλὸν ‘ὁλᾷς, κόλακος κεφαλὴν ἔχεις’ παρ’ ἓν γράμμα ἤτοι παρὰ τὸ ρω ἐστὶ τὸ σκῶμμα· οὕτως γὰρ ἔδει εἰπεῖν ‘ὁρᾷς, κόρακος κεφαλὴν ἔχεις’. παραπεποιημένα λέγει τὰ παρεφθαρμένα παρὰ γράμμα ἕν· γέλωτα δὲ τὰ τοιαῦτα κινοῦσιν αἰνίγματα. ἢ καὶ οὕτως· παραπεποιημένα λέγει τὰ παρ’ ὑπόνοιαν· καὶ γὰρ τὰ τοιαῦτα ἐξαπατῶσι τὸν ἀκροατήν. [a 29] καὶ ἐν τοῖς μέτροις τοῖς κωμικοῖς· οἱ γὰρ κωμικοὶ χρῶνται τοῖς τοιούτοις ἤτοι τοῖς σκώμμασι τοῖς παραπεποιημένοις παρὰ γράμμα ἓν καὶ παρεφθαρμένοις· τὸ γὰρ ‘ὁλᾷς, κόλακος κεφαλὴν ἔχεις’ οὐχὶ νοεῖται οὕτως, ὡς ὑπέλαβε καὶ ἐνόησεν αὐτὸ κατὰ τὸ φαινόμενον ὁ ἀκροατής, ἀλλ’ ὀνειδισμόν τινα παρεμφαίνει πρὸς τραυλόν.
[a 12] 受不公对待的人既逃往仲裁人或法官那里,也逃往祭坛那里;祭坛与仲裁人相差甚远,但两者有所相通,即受不公对待的人都逃向两者。 [a 14] 锚是针对船只而言的,它是投掷到底部的巨大铁器,以便固定船只。锚从下方、从底部固定船只,而吊具则从上方悬挂,如同灯的吊架那样维系悬挂之物;因为两者,[f. 66v] 无论是锚还是吊具,都具有某种相同即相似之点,即维系悬挂之物。使之平整是指,当地面或木材的表面出现凹凸不平时,有人试图抚平并使这些凹凸不平变得相等。 [a 16] 隐喻地,人们也可以说使城邦平整,即当有人试图使城邦中观察到的不平等——一方面有人富裕而另一方面有人贫穷,一方面有人居权位而另一方面有人受不公对待——均等化的时候。因此,即使城邦与表面两者相距甚远,但就平等与平整既在表面上也被观察到,也在城邦中的势力(阶层)中被观察到而言,它们是相同且相似的;因为抚平即表示使之相等。 [a 17] 大多数巧妙的话语并非来自直喻,而是来自隐喻以及事先欺瞒;因为把埃塞俄比亚人称为银的人,是隐喻地称他为银,并欺瞒且误导了听者;因为听者对于他何以将此人命名为银而感到惊异。但更确切地说,出于相反的状况——即[f. 67r] 听者听到埃塞俄比亚人由相反之物即银来命名——听者学会并理解了所言之事便变得明白了;因为彼此并置的对立之物使较劣的事物与相反的事物都变得更加鲜明。 [a 20] 听者的灵魂也会判断:“说话者出色且真实地把埃塞俄比亚人命名为银,而我却错了,未能立即理解所言之事,即他是因为此人极黑才将他命名为银的。” [a 21] 警句中那些巧妙的,是那些不直接表达和表示它们字面上所说的事物,而在表面上暗示一事,同时暗中让人领会另一事的话语,比如“蝉将在地上为他们鸣唱”;按表面来看,这话似乎是关于蝉的,但暗中被领会到的却是,他在谈论国土可能遭受来自敌人的毁灭。[a 23] 构思精妙的隐语即广受赞誉的直喻,由于同样的原因——即在表面上暗示一事,而所领会的却是另一事——也是令人愉悦且巧妙的;因为由此附带产生了学习与认识;而且这也是隐喻;因为我们在前面也曾说过,广受赞誉的直喻是一种隐喻;因为出于相反的状况,他有所领会变得更加明显——即并非说话者所言之事既说出又照样发生,而是把埃塞俄比亚人称为银的说话者一方面言说一事,另一方面由此表示另一事。 [a 25] 但塞奥多洛(他是一位修辞学家)也说,广受赞誉的直喻即便在表面上显得在说别的事,也言说并表示新奇即意料之外的事物,就像“蝉将在地上为他们鸣唱”那样。而这种表示有别于表面之事的情况,发生在所领会之事有悖于先前的看法而出人意料、并非如他在表面上所说的那样之时;例如在上述直喻中,我持有它是表示关于蝉的看法,但暗中被领会之事却有别于先前的看法;因为它表明的是国土的毁灭,而非字面表面上所说和所表示的事物。 [a 28] 他把因一字之差而存在的笑话称为“改造过的(谐音双关)”,例如对一个口吃(发音不清)的人说“你瞧(holas),你有一颗谄媚者(kolakos)的头”;这个笑话是因一字之差、即因rho这个字母而产生的;因为本应当说“你瞧(horas),你有一颗乌鸦(korakos)的头”。他把因一字之差而被篡改的话称为“改造过的”;这类隐语能引人发笑。或者也可以这样说:他把出人意料的话称为“改造过的”;因为这类话也欺瞒了听者。 [a 29] 在喜剧格律中也是如此;因为喜剧诗人也使用这类事物,即因一字之差被改造且被篡改的笑话;因为“你瞧,你有一颗谄媚者的头”并不是按照听者在表面上所设想和理解的那样去领会的,而是对口吃者暗示了某种责难。
- 3.1.11μᾶλλον δὲ ἐκ τοῦ ἐναντίως ἔχειν ἤτοι μᾶλλον δὲ τὸ ἀκοῦσαι τὸν Αἰθίοπα ὀνομασθέντα ἐκ τοῦ ἐναντίου ἤτοι τοῦ ἀργυροῦ δῆλον γίνεται, ὅτι ἔμαθε καὶ ἐνόησεν ὁ ἀκροατὴς τὸ λεγόμενον
这是对亚里士多德原文(1412a18–19: μᾶλλον δʼ ἐκ τοῦ ἐναντίως ἔχειν δῆλον ὅτι ἔμαθεν)的敷演说明。主句谓语为 δῆλον γίνεται,带中性定冠词的不定式短语 τὸ ἀκοῦσαι ... 充当语法主语,用以具体重述前面的介词短语 ἐκ τοῦ ἐναντίως ἔχειν。ὅτι 从句作为 δῆλον 的补足语,表示“听者学会并理解了所说之事这一点变得明显”。
- 3.1.11ἀλλὰ καὶ ὁ Θεόδωρος (ῥήτωρ δὲ ἦν) λέγει, τὸ τὰς εὐδοκιμούσας εἰκόνας λέγειν καὶ σημαίνειν καινὰ
动词 λέγει(主语为 ὁ Θεόδωρος)带有一个由中性定冠词引导的“宾格加不定式”结构 τὸ ... λέγειν καὶ σημαίνειν καινά 作为其宾语。宾格 τὰς εὐδοκιμούσας εἰκόνας 是不定式 λέγειν 与 σημαίνειν 的逻辑主语,而 καινά 则是它们的宾语;定冠词 τὸ 将整套不定式短语名词化以概括塞奥多洛的观点。
- 3.1.11παραπεποιημένα λέγει τὰ σκώμματα τὰ ὑπάρχοντα παρὰ γράμμα ἕν
双宾格结构。对于动词 λέγει(意为“把……称为/指称”),τὰ σκώμματα τὰ ὑπάρχοντα παρὰ γράμμα ἕν 是直接宾语(宾格),而置于句首的 παραπεποιημένα 则是谓词性宾格。语序倒置使亚里士多德所用的专门术语(παραπεποιημένα)得到了前置强调。
