- 底本
- Anonymus, In Aristotelis artem rhetoricam commentarium. Commentaria in Aristotelem Graeca XXI.2, ed. H. Rabe, Berlin: Reimer 1896, pp. 1-262. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4026.tlg001.humanitext-grc1:208.29-210.30
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注解者阐释了亚里士多德《修辞学》第3卷第11章(1411b24–1412a12),探讨了通过表示现实活动(energeia)以实现将事物“置于眼前”效果的隐喻,并通过荷马的拟人化例证、比例隐喻的机制以及在遥远事物中把握相似性的辩证法洞见加以说明。
11. Καὶ τί ποιοῦσιν ἡμῖν γίνεται τοῦτο1 ἤτοι τὸ παριστᾶν τὰ πράγματα φανερά. [b 25] ὅσα σημαίνουσιν ἐνεργοῦντα ἤτοι ἐνέργειάν τινα. [b 27] ἄμφω γὰρ καὶ ὁ τετράγωνος ἀριθμὸς τέλειός ἐστι καὶ ὁ ἀγαθὸς ἀνὴρ τέλειός ἐστιν, ἀλλὰ τὸ τετράγωνον ἐνέργειαν οὐ σημαίνει. τὸ δὲ λέγειν ‘τὴν ἀκμὴν ἔχοντος ἀνθοῦσαν’ ἐστὶ μεταφορὰ ἐνέργειαν σημαίνουσα· τὸ γὰρ ἀνθεῖν μεταφορά ἐστι καὶ σημαίνει ἐνέργειαν· ἐνέργεια γάρ ἐστι τὸ ἀνθεῖν. [b 29] καὶ τὸ ἀφετέον, ὃ σημαίνει τὸ ἐλευθερωτέον, [f. 66r] ἐνέργειαν σημαίνει μεταφορὰ ὄν· τὸ γὰρ ἐλευθεροῦν ἐνέργειά ἐστιν. ἀφετέον λέγεται ἐπὶ τῶν ἐλευθερούντων τοὺς δούλους· τὸ γοῦν εἰπεῖν ‘σὲ δὲ ἀφετέον’ ἤτοι ἐλευθερωτέον ἐγκλημάτων ἐνεργείας ἐστὶ σημαντικόν· τὸ γοῦν ἀφετέον κυρίως λέγεται ἐπὶ τῶν ἐλευθερούντων τοὺς δούλους· εἴ τις γοῦν εἴπῃ τὸ ἀφετέον ἐπὶ τῶν ἐλευθερούντων τινὰς τῶν ἐγκλημάτων, τότε μεταφορά ἐστι. [b 30] καὶ τὸ εἰπεῖν ‘οἱ Ἕλληνες ἄξαντες ἤτοι χορεύσαντες ἐλεύθερον ἐν τοῖς ποσί’, μεταφορά ἐστι τὸ ἄξαντες ἐνέργειαν δηλοῦσα· τὸ γὰρ ἄξαντες λέγει καὶ σημαίνει ταχὺ ἤτοι ταχυτῆτα· ἡ δὲ ταχυτὴς ἐνέργειά ἐστι. γράφεται καὶ ‘ἄξαντες δορὶ’. [b 31] ἐν τῷ λέγειν ἤτοι ποιεῖν τὰ ἄψυχα ἔμψυχα διὰ τῆς μεταφορᾶς, ᾧτινι (τῷ χρᾶσθαι μεταφοραῖς ἐνέργειαν σημαινούσαις) χρᾶται καὶ Ὅμηρος· ἐν πᾶσι δὲ ποιεῖ τὴν μεταφορὰν εὐδοκιμεῖν τὸ παρεμφαίνειν ταύτην τὴν ἐνέργειαν. [b 33] τὸ αὖτις Ἀττικόν ἐστι. τὸ λέγειν τὸν λίθον ἀναιδῆ ἤτοι ἀναίσχυντον μεταφορά ἐστι· τὸ γὰρ ἀναισχυντεῖν ἐπὶ τῶν ἀνθρώπων λέγεται καὶ ἐνέργειά ἐστιν. ἐν τῷ λʹ τῆς Ὀδυσσείας ἐστὶ τὸ ‘αὖτις δ’ ἐπὶ δάπεδον κυλίνδετο λᾶας ἀναιδής’, περὶ τοῦ Σισύφου δὲ ὁ λόγος. ἔπεμψέ τις λίθον καὶ ἔδωκε τὸν Σίσυφον· ὁ δὲ λίθος πλήξας τὸν Σίσυφον πάλιν ἀντεστράφη ὀπίσω πρὸς τὸν ῥίψαντα καὶ ἔπεσε εἰς τὴν γῆν· [b 34] καὶ τὸ ἔπτατο ἐνέργειά ἐστι καὶ ἐπὶ τῶν πτηνῶν λέγεται. [b 35] καὶ τὸ λέγειν ‘ὀιστὸς ἐπιπτάσθαι μενεαίνων’· τὸ [f. 66v] μενεαίνειν ἤτοι τὸ προθυμεῖν ἐπὶ ἐμψύχων λέγεται, οὐχὶ ἐπὶ τοῦ ὀιστοῦ ἤτοι τοῦ ἀψύχου. καὶ ‘ἐν γαίῃ ἵσταντο τὰ δόρατα λιλαιόμενα ἤτοι προθυμούμενα ἆσαι καὶ κορέσαι χροός’· τὸ λιλαίεσθαι ἐπὶ ἐμψύχων λέγεται. διέσσυτο, διέβη. μαιμώωσα ἤτοι προθυμουμένη. [1412 a 2] πάντα γὰρ ταῦτα, ἤτοι τὰ δόρατα καὶ ὁ λᾶας, ἐπεὶ μαιμάασθαι λέγονται καὶ ἀναισχυντεῖν, ὡς ἔμψυχα εἰσάγονται καὶ διὰ τοῦτο καὶ ὡς ἐνεργοῦντα· ἐνέργειαι γάρ εἰσι τὰ τοιαῦτα καὶ ἐπὶ ἐμψύχων λαμβανόμενα. [a 4] ταῦτα δέ, τὸ μενεαίνειν καὶ τὸ ἀναιδές, τὸ μὲν προσῆψε τῷ [f. 66v] λίθῳ τὸ δὲ τῷ δόρατι2 διὰ τῆς ἀναλόγου μεταφορᾶς· κατ’ ἀναλογίαν γάρ ἐστι μεταφορά, μετεκομίσθη γὰρ τὸ ἀναιδὲς ἐπὶ τοῦ λίθου κατὰ ἀναλογίαν. ὡς γὰρ ὁ λίθος πρὸς τὸν Σίσυφον ἐρρίφη ἄνευ συστολῆς τινος, οὕτω καὶ ἀναισχυντῶν ἄνευ συστολῆς πρὸς τὸν ἀναισχυντούμενον φέρεται· καὶ διὰ τὸ φέρειν ὁμοιότητά τινα τὸν ῥιπτούμενον λίθον πρὸς τὸν ἀναίσχυντον διὰ τοῦτο εἶπε τὸν λᾶαν ἀναιδῆ. [a 6] ποιοῦσι δὲ ταῦτα ἤτοι ἀστειότητα καὶ εὐδοκιμοῦσαι εἰκόνες ἤτοι αἱ παραβολαί, αἳ ἔχουσι τὸ ὡς. τὸ κυρτὸν λέγεται ἐπὶ τῶν ἀνθρώπων, ἐκεῖνος δὲ αὐτὸ ἐξελάβετο ἐπὶ τῶν κυμάτων, κυρτὰ εἰπὼν τὰ κύματα. καὶ τὸ φαληριόωντα εἰπεῖν τὰ κύματα ἤτοι λευκὰ ἐστὶ μεταφορὰ ἀπὸ ἐμψύχων εἰς ἄψυχα· τὸ γὰρ λευκαίνεσθαι ἐπὶ ἀνθρώπων λέγεται γερόντων. οἱ δὲ εἶπον τὸ φαληριόωντα λέγεσθαι ἐπὶ τῶν ἵππων κυρίως, οἵτινες κυρτοῦσι τὸν τράχηλον, ἔνθα τὸ φάλαρον ἐπίκειται ἤτοι ἡ κεφαλαραία τοῦ χαλινοῦ. [a 8] καὶ πάλιν πρὸ μὲν ἤτοι ἔμπροσθεν μὲν ἠγείροντο τἆλλα κακά, ἀτὰρ ἤτοι σὺν τούτοις δὲ ἠγείροντο ἐπ’ ἄλλα ἤτοι ἄλλα κακά· τὰ γὰρ κακὰ ἀκίνητα ὄντα καὶ ἄψυχα οὕτω παρεισάγει αὐτὰ ὡς κινούμενα καὶ ὡς ζῶντα ἀπὸ τοῦ λέγειν ταῦτα ἐγείρεσθαι· τὸ γὰρ ἐγείρεσθαι ἐπὶ ζώντων καὶ ἐμψύχων λέγεται. ἡ δὲ ἐνέργεια μίμησίς τίς ἐστιν· ὅταν γὰρ εἰσάγῃς τὰ πράγματα καὶ παριστᾷς ὡς ἐνεργοῦντα, τότε φαίνῃ ἀκριβῶς αὐτὰ μιμούμενος. [a 10] ἀπὸ οἰκείων ἤτοι ἀπὸ τῶν ἐγγὺς καὶ μὴ πόρρω ποιητέον τὰς μεταφορὰς καὶ ἀπὸ φανερῶν καὶ γνωρίμων ἢ ἀπὸ ἐνεργούντων. φιλοσοφίαν λέγει τὴν διαλεκτικήν· ἐκεῖ γὰρ παραδίδωσιν ἐπιτηρεῖν τὰς ὁμοιότητας οὐχὶ ἐπὶ τῶν ἐγγύς, οἷον κατὰ τί κοινωνεῖ ὁ ἵππος τῷ ἀνθρώπῳ, ἀλλ’ ἐπὶ τῶν πόρρω καὶ τῶν πολὺ διεστηκότων, οἷον κατὰ τί κοινωνεῖ ὁ ἄνθρωπος τῷ λίθῳ· εὐστόχου γὰρ καὶ σοφοῦ καὶ φρονίμου ἀνδρός ἐστι τὸ θεωρεῖν τὸ ὅμοιον ἤτοι τὰς ὁμοιότητας ἐν τοῖς πολὺ διέχουσιν ἤτοι ἐπὶ τῶν κατὰ πολὺ διεστηκότων καὶ διαφερόντων ἀλλήλων.
11. “当我们做什么时这会发生”,即使事物明白地呈现出来[会发生]。[b 25] “通过所有表示处于现实活动中、即表示某种现实活动的事物。”[b 27] 因为正方形数是完满的,善人也是完满的,但正方形并不表示现实活动;而说“处于绽放的盛期”是表示现实活动的隐喻;因为绽放是一个隐喻且表示现实活动;因为绽放是一种现实活动。[b 29] “应当释放”,意为“应当使之自由”,也是表示现实活动的隐喻;因为使之自由是一种现实活动。“应当释放”是针对释放奴隶的人而言的;因此说“应当释放你”,即从指控中解脱出来,是表示现实活动的;因为“应当释放”本义上是针对释放奴隶的人而言的;如果有人把“应当释放”用于从指控中解脱某些人的人,那么此时它便是一个隐喻。[b 30] 说“希腊人跃出,即用脚自由地起舞”,“跃出”也是展现现实活动的隐喻;因为“跃出”言说并表示迅速,即速度;而速度是一种现实活动。也有文本写作“执矛跃出”。[b 31] 在通过隐喻把无灵魂之物说成、即作成有灵魂之物中[使之显现];荷马也采用了这一点(即使用表示现实活动的隐喻);在所有事物中,暗示这种现实活动使隐喻广受赞誉。[b 33] αὖτις是阿提卡方言。把石头说成“无耻的”,即不知羞耻的,是一个隐喻;因为不知羞耻是针对人类而言的,且是一种现实活动。《奥德赛》第十一卷中有“无耻的巨石又向平原滚去”,话语是关于西绪福斯的。有人投掷石头并击中了西绪福斯;而石头击中西绪福斯后,又向后转回投掷者那里,并落到了地上。[b 34] “飞去”是一种现实活动,是针对有翼之物而言的。[b 35] 还有说“箭矢渴望扑飞上去”;因为渴望即怀抱热忱是针对有灵魂之物而言的,而不是针对箭矢即无灵魂之物而言的。以及“长矛立在地上,切望即渴望饱食并饱尝血肉”;因为切望是针对有灵魂之物而言的。διέσσυτο意为穿过。μαιμώωσα意为渴望着。[1412 a 2] 因为所有这些,即长矛和巨石,既然被称为渴望着和不知羞耻,便作为有灵魂之物被引入,并因此也作为在活动之物[被引入];因为这类事物是现实活动,且是针对有灵魂之物被采用的。[a 4] 而这些——即渴望和无耻——他通过比例隐喻,将前者赋予长矛,将后者赋予石头;因为这是按照比例的隐喻;因为无耻是按照比例被转移到石头上的。因为正如石头毫不退缩地被掷向西绪福斯一样,无耻之徒也毫不退缩地冲向被无耻对待之人;并且由于被投掷的石头对无耻之徒具有某种相似性,因此他把巨石称为无耻的。[a 6] 广受赞誉的肖像即带有“如”的直喻,也产生这些即巧妙性。“弯曲”是针对人类而言的,但他把它用于波浪,称波浪是弯曲的。把波浪说成“戴白冠的”,即白色的,是从有灵魂之物移至无灵魂之物的隐喻;因为变白是针对老年人而言的。但也有人说,“戴白冠的”本义上是针对马而言的,马在配有颔饰即缰绳顶带的地方弯起颈项。[a 8] 又如“先前”,即较早时其他灾祸升起,“然而”,即随同这些,“其上又有其他”,即其他灾祸升起了;因为灾祸虽是不动且无灵魂的,他却借由说它们升起,把它们当作移动的和活着的引入;因为升起是针对活着的和有灵魂之物而言的。现实活动是一种摹仿;因为每当你引入事物并呈现为在活动时,那时你便显得在精确地摹仿它们。[a 10] 应当从贴近的事物,即从相近而非遥远的事物,以及从明白和熟知的事物、或从活动的事物中制作隐喻。他把辩证法称为“哲学”;因为正是在那里,他教导人们观察相似性,不是在相近的事物中——例如马与人在何种程度上相通,而是在遥远且相隔甚远的事物中——例如人与石头在何种程度上相通;因为在相隔甚远的事物中,即在彼此相差甚远且相互殊异的事物中考察相似之物即相似性,属于命中要害、聪明且有明智之人。
- 3.1.11Καὶ τί ποιοῦσιν ἡμῖν γίνεται τοῦτο
与格 ἡμῖν 和分词 ποιοῦσιν 构成表时间或条件的关涉与格(“当我们做什么时 / 通过我们做什么”)。主语 τοῦτο 指向前文所论述的“使事物明白地呈现出来(τὸ παριστᾶν τὰ πράγματα φανερά)”。
- 3.1.11ταῦτα δέ, τὸ μενεαίνειν καὶ τὸ ἀναιδές, τὸ μὲν προσῆψε τῷ λίθῳ τὸ δὲ τῷ δόρατι
并列的两个短语 τὸ μενεαίνειν(渴望)与 τὸ ἀναιδές(无耻)由后文的 τὸ μέν ... τὸ δέ ... 承接。原文按交错配列(chiasmus)作“将一方赋予石头,另一方赋予长矛”(τὸ μέν 就近指代 τὸ ἀναιδές,τὸ δέ 指代前面的 τὸ μενεαίνειν,与荷马原诗及下文语境中石头无耻而长矛渴望一致)。译文依据实际指涉的逻辑意义进行了对应整理。
