- 底本
- Anonymus, In Aristotelis artem rhetoricam commentarium. Commentaria in Aristotelem Graeca XXI.2, ed. H. Rabe, Berlin: Reimer 1896, pp. 1-262. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4026.tlg001.humanitext-grc1:207.2-208.28
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注解者阐释并拓展了亚里士多德《修辞学》第3卷第10章中关于“置于眼前”的表达以及源自伊菲克拉特斯、卡布里阿斯与伯里克利等人演说例证的比例隐喻。
65v] ἐλευθερία τῆς Ἑλλάδος συγκατετάφη τῇ ἀρετῇ καὶ τῇ ἀνδρίᾳ τῶν θανόντων· ἐπ’ αὐτοῖς γὰρ ζῶσιν ἐδόκουν ἐλεύθεροι καὶ κρατοῦντες τῶν ἄλλων· αἱ γὰρ τρίχες σύμβολόν εἰσι τῆς ἐλευθερίας· τῶν γὰρ δούλων τὰς τρίχας ἀπέκοπτον, ἵνα μὴ παρεμποδίζωνται εἰς τὰς ἐνεργείας. [a 34] τὸ γὰρ δακρύειν πρόδηλον ἦν καὶ φανερόν. ἐπεὶ συγκατετάφη ἡ ἐλευθερία, λοιπὸν ἀνελευθερία ἐστὶν ἤτοι δουλεία, ἥτις ἀντίκειται τῇ ἀρετῇ ἤτοι τῇ ἀνδρίᾳ τῶν θανόντων. [b 2] καὶ ὁ Ἰφικράτης ᾐτιᾶτο τὸν δῆμον ὡς ἀχάριστον καὶ μὴ εὐχαριστοῦντα τοῖς εὐεργέταις· καὶ δεῖξαι τὴν ἀχαριστίαν αὐτῶν ὑποσχεθεὶς ἔφη τὴν ὁδὸν αὐτῷ γενέσθαι τῆς ἀποδείξεως διὰ μέσων τῶν πεπραγμένων τῷ Χάρητι· πολλὰ γὰρ ὠφελήσας τὴν πόλιν οὐκ ἀξίως εὐηργετήθη παρ’ ὑμῶν· ὡς γὰρ οἱ ἀπό τινος εἴς τι ὁδεύειν μέλλοντες πρότερον διὰ τοῦ μέσου βαδίζουσιν, οὕτως ἔχει καὶ ἐπὶ τούτων· ἄλλως γὰρ ἔφησε μὴ δεῖξαι αὐτοὺς ἀχαρίστους, εἰ μὴ βαδίσω διὰ τῶν πραχθέντων τῷ Χάρητι.1 [b 4] καὶ τὸ διὰ μέσου ποιεῖ πρὸ ὀμμάτων ἤτοι φανερὸν τὸ πρᾶγμα. καὶ τὸ φάναι παρακαλεῖν· κινδύνου προκειμένου τῇ πόλει παρὰ τῶν πολεμίων ἔβλεπε καταρρᾳθυμοῦντα τὸν δῆμον καὶ μὴ θέλοντα διαναστῆναι καὶ ἐκκρούσασθαι τὸν κίνδυνον τῆς πόλεως· φησὶ γοῦν ‘ὁρᾶτε τὸν κίνδυνον τῶν πατέρων· πολλὰ γὰρ ἐκινδύνευσαν οἱ πατέρες ἡμῶν ὑπὲρ τῆς πόλεως, ὡς ἂν ἡ πόλις εὐθηνῇ· παρακαλεῖ γὰρ ὁ κίνδυνος τῶν πατέρων ἡμᾶς βοηθῆσαι τοῖς νῦν προκειμένοις κινδύνοις’. σχόλιον εὗρον τὸ λέγον, ὅτι ‘οἱ τῶν πατέρων ἡμῶν κίνδυνοι ὑπὲρ τῆς πατρίδος ἀναγκάζουσι καὶ ἡμᾶς τοῖς παροῦσι κινδύνοις βοηθῆσαι’· μεταφορὰ πρὸ ὀμμάτων. [b 6] τοῦ Χαβρίου ὁ πατὴρ εὐηργέτησε πολλὰ τὴν πόλιν τῶν Ἀθηναίων· ὃν ἀμειβόμενοι οἱ Ἀθηναῖοι ἔστησαν αὐτῷ εἰκόνα χρυσῆν καὶ ἐποίησαν καὶ αὐτὸν ἀτελῆ· τελευτῶν δὲ ἀφῆκε τῷ υἱῷ αὐτοῦ τῷ Χαβρίᾳ τὴν ἀτέλειαν. ἐπεὶ δὲ σπάνις χρημάτων τῇ πόλει ἐγένετο, συμβουλεύει ἵνα ἐκ τῶν ἐχόντων τὴν ἀτέλειαν ὁ Λεπτίνης ἀφαιρήσωσιν αὐτήν· [f. 66r] ὅθεν καὶ ὁ Χαβρίας ἐκινδύνευεν ἀπολέσαι τὴν ἀτέλειαν καί φησιν ‘αἰσχύνθητε τὴν χρυσῆν εἰκόνα τοῦ πατρὸς αὐτοῦ ἱκετηρίαν οὖσαν’2 ἤτοι ὑμᾶς ἱκετεύουσαν ὑπὲρ τοῦ υἱοῦ. [b 8] ἐν τῷ παρόντι λόγῳ τὸ λέγειν τὴν εἰκόνα ἱκετηρίαν ἐστὶ μεταφορά· ἁρμόζει γάρ, ὅσον ἐπὶ τῇ εἰκόνι τοῦ πατρὸς Χαβρίου, τὸ εἰπεῖν αὐτὴν ἱκετεύουσαν μεταφορικῶς (τὸ γὰρ ἱκετεύειν ἐπὶ τῶν ἐμψύχων λέγεται ἀνθρώπων), διότι ὁ πατὴρ αὐτοῦ πολλὰ [f. 66r] τὴν πόλιν ὠφέλησεν. οὐκ ἀεὶ δὲ πᾶσαν εἰκόνα δεῖ λέγειν μεταφορικῶς ἱκετεύουσαν· ἐπὶ τῆς παρούσης γοῦν ὑποθέσεως ἁρμόζει λέγειν τὴν εἰκόνα ἱκετηρίαν· κινδυνεύοντος γὰρ αὐτοῦ τοῦ Χαβρίου ἱκετεύει ἡ εἰκών· ἡ μεταφορὰ ἐξ ἐμψύχου εἰς ἄψυχον, ἡ δὲ εἰκὼν ὑπόμνημά ἐστι τῶν εὐεργεσιῶν, ἃς ἐποίησεν ὁ πατὴρ εἰς τὴν πόλιν. ἄλλο παράδειγμα· [b 11] ‘καὶ πάντα τρόπον μελετῶντες ἀεὶ μικρὰ φρονεῖν’ ἤτοι ταπεινοῦσθαι· τὸ γὰρ μελετᾶν ἐπὶ αὐξήσεως καὶ ἐπιδόσεως λαμβάνεται ἐπὶ τὸ μεῖζον· νῦν δὲ ἐλήφθη τὸ μελετᾶν ἐπὶ αὐξήσεως τῆς ἐπὶ τὸ ἔλαττον· τὸ γὰρ μικρὰ φρονεῖν ταπεινοῦσθαι καὶ ἐλαττοῦσθαί ἐστιν. ἄμφω γὰρ ἤτοι ὁ νοῦς καὶ τὸ φῶς δηλοῖ τι· ὁ μὲν γὰρ νοῦς φῶς ἐστι τῶν νοημάτων καὶ τῶν νοητῶν, τὸ δὲ φῶς φῶς ἐστι τῶν αἰσθητῶν. [b 13] ‘οὐ γὰρ σπεύδομεν διαλῦσαι τοὺς πολέμους ἀλλ’ ἀναβάλλεσθαι’ ἤτοι ἀλλ’ ἄλλους λαβέσθαι πολέμους περὶ τοὺς ἔτι ἐπικειμένους ἡμῖν. τὸ εἰπεῖν τὰς συνθήκας καὶ τοὺς ὅρκους τρόπαιον μεταφορά ἐστι τῶν ἐν ταῖς πόλεσι γινομένων τροπαίων. τὰ μὲν γὰρ τρόπαια ὑπὲρ μικρῶν εἰσι καὶ ἐν ἑνὶ πολέμῳ καὶ ἅπαξ γίνονται, αὗται δὲ αἱ συνθῆκαι ἀποχὴν ποιοῦσι παντὸς πολέμου. [b 17] καὶ μιᾶς τύχης, ἤτοι ἅπαξ ἔτυχε γενέσθαι. ἄμφω γὰρ καὶ τὸ τρόπαιον καὶ ἡ συνθήκη ἤτοι ἡ σπονδὴ νίκης εἰσὶ σημεῖα. ἔτι καὶ αἱ πόλεις εἰ ἔχουσι πολίτας φαύλους, εὐθύνας διδόασι καὶ τιμωροῦνται ὡς ἀπαιδεύτους ἐῶσαι αὐτούς, ὡς καὶ ὁ παιδαγωγὸς τιμωρεῖται, εἴ γε ὁ παιδευόμενος παρ’ αὐτοῦ ἀπαίδευτος μείνῃ. [b 21] τὰ ἀστεῖα γίνονται ἀπὸ τοῦ λαμβάνειν μεταφορὰς ἀναλόγους· οἷον ὡς εἶπεν ὁ Περικλῆς τὴν νεότητα τὴν ἀπολομένην ἐν τῷ πολέμῳ ‘οὕτως ἠφάνισται ἐκ τῆς πόλεως, ὥσπερ εἴ τις τὸ ἔαρ ἐκ τοῦ ἐνιαυτοῦ ἐξέλῃ’. καὶ ἐν τῷ τὴν μεταφορὰν ποιεῖν τὰ πράγματα πρὸ ὀμμάτων ἤτοι ἐναργῆ καὶ φανερὰ παριστᾶν τὰ πράγματα.
因为希腊的自由已与死者的美德和英勇一同埋葬;因为当他们活着的时候,希腊人显得是自由的并统治着其他人;因为头发是自由的象征;奴隶的头发会被剪去,以免他们在劳作中受到妨碍。[a 34] 因为哭泣是事先显而易见和清楚明白的。既然自由已一同被埋葬,剩下的便是缺乏自由,即奴役,它与死者的美德即英勇相对立。[b 2] 伊菲克拉特斯也指责民众忘恩负义、不向施恩者报恩;他在许诺证明他们的忘恩负义时说,他的证明之路是通过卡瑞斯所建之功绩的中间而实现的;“因为他为城邦带来了诸多益处,却没有从你们那里获得相称的恩待。”因为正如那些将要从一处前往另一处的人首先穿过中间前行一样,在这些事情上也是如此;因为他说,如果不通过卡瑞斯所建的功绩前行,他就无法证明他们是忘恩负义的。[b 4] “通过中间”这句表述也使事物置于眼前,即变得明白。“说‘呼唤’也是如此”:当城邦面临来自敌人的危险时,他看到民众怠惰偷安,不愿奋起击退城邦的危险;于是他说:“请看父辈的危险;因为我们的父辈为了城邦冒了许多危险,好使城邦繁荣;因为父辈的危险正呼唤我们在当前面临的危险中予以救助。”我发现了一条古注说:“我们的父辈为了祖国所冒的危险,也迫使我们在眼前的危险中予以救助”;这是置于眼前的隐喻。[b 6] 卡布里阿斯的父亲为雅典人的城邦带来了诸多益处;雅典人为了回报他,为他树立了金像,并赋予他免税特权;他在临终时把免税特权留给了他的儿子卡布里阿斯。但当城邦出现资金匮乏时,莱普提涅斯建议从享有免税特权的人手中剥夺它;因此卡布里阿斯也面临失去免税特权的危险,并说:“敬畏他父亲的金像吧,它成了一根祈求者的橄榄枝”,即为了儿子而向你们祈求。[b 8] 在当前的言论中,把雕像称为“祈求者之枝”是一个隐喻;因为就卡布里阿斯父亲的雕像而言,隐喻性地说它在祈求是恰当的(因为祈求是针对有灵魂的人类而言的),因为他的父亲曾极大地造福城邦。但并不应当总把每一座雕像都隐喻性地说成是在祈求;在当前的主题下,把雕像称为祈求者之枝才是恰当的;因为在卡布里阿斯本人面临危险时,雕像在祈求;这种隐喻是从有灵魂者移至无灵魂者,而雕像是父亲对城邦所施恩惠的纪念物。另一个例子:[b 11] “且以一切方式始终练习着心怀卑小”,即受到贬损;因为“练习”通常用于朝向更大者的增长和进步,但现在“练习”却被用于朝向更小者的增长;因为心怀卑小就是受到贬损和缩小。因为二者——即理智与光——都表明了某种事物;因为理智是思想和可知事物的光,而光是可感事物的光。[b 13] “因为我们并不是急于消除战争,而是急于推迟战争”,即急于在仍旧压在我们身上的战争之外招揽别的战争。把条约和誓言称为“战胜纪念碑”,是从各城邦建立的战胜纪念碑而来的隐喻。因为战胜纪念碑是为了微小之事、在单场战争中且仅设立一次的,而这些条约则带来了对一切战争的中止。[b 17] “且出于一次命运”,即它恰好只发生了一次。因为战胜纪念碑和条约(即停战协定)二者都是胜利的标志。此外,各城邦如果拥有恶劣的公民,也会因任由他们缺乏教养而承担责任并受到惩罚,正如蒙馆师如果由他教育的人仍然缺乏教养也会受到惩罚一样。[b 21] 妙语源自采用比例隐喻;例如伯里克利谈到在战争中死去的青年人时说:“从城邦中消逝,正如有人把春天从一年中抽离一样。”也源自隐喻把事物置于眼前,即生动而明显地呈现事物。
- 3.1.10ἄλλως γὰρ ἔφησε μὴ δεῖξαι αὐτοὺς ἀχαρίστους, εἰ μὴ βαδίσω διὰ τῶν πραχθέντων τῷ Χάρητι
此处出现了从间接引语向直接引语的句法转换(oratio variata)。在由 ἔφησε 所统辖的不定词结构 μὴ δεῖξαι 中,动作主体为伊菲克拉特斯本人,而条件从句 εἰ μὴ βαδίσω 则转为直接引语的第一人称单数(不定过去时虚拟式或将来时直陈式)。
- 3.1.10αἰσχύνθητε τὴν χρυσῆν εἰκόνα τοῦ πατρὸς αὐτοῦ ἱκετηρίαν οὖσαν
动词 αἰσχύνθητε 是被动不定过去时命令式,但具有中动/及物含义(“对……感到羞愧/敬畏”),直接支配宾格补足语(τὴν χρυσῆν εἰκόνα)。分词短语 ἱκετηρίαν οὖσαν 则充当与该宾格一致的谓语性分词(次要谓语)。
