- 底本
- Anonymus, In Aristotelis artem rhetoricam commentarium. Commentaria in Aristotelem Graeca XXI.2, ed. H. Rabe, Berlin: Reimer 1896, pp. 1-262. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4026.tlg001.humanitext-grc1:205.14-207.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注释者解释了亚里士多德《修辞学》卷三第十章(1411a14–31)中所引用的各种精妙表达与隐喻的词义及历史背景,包括塞斯托斯与小篮、埃癸娜的眼眵、莫伊罗克勒斯的利息、佩西普斯的创口以及公民大会与骚聚的区分。
οἱ δὲ λέγουσι τὴν τηλίαν εἶναι καλαθίσκον τετράγωνον, ἐν ᾧ ἀπετίθουν τὰ ἄλφιτα· ὁ γοῦν στόλος ὁ ἐν Πειραιεῖ ὡς καλαθίσκον εἶχε τὴν Σηστὸν φυλάττοντα τὰ πρὸς τροφὴν ἐπιτήδεια ὡς ὁ Μίδας τὴν πάραλον, καὶ ὅταν οὐκ εἶχον τραφῆναι, ἀπήρχοντο ἐκεῖ εἰς τὴν Σηστὸν καὶ ἐλάμβανον ἐκεῖθεν, εἴ τι ἦν αὐτοῖς χρήσιμον πρὸς τροφήν, ὥσπερ εἰ ἐν τῇ Σηστῷ ἐναπετίθουν τὰ πρὸς τροφὴν αὐτοῖς ἐπιτήδεια. [a 14] ἡ Αἴγινα πλησίον ἦν τῶν Ἀθηναίων, καὶ εἴ τι ἤκουσεν, ὅτι βουλεύονται οἱ Ἀθηναῖοι κατὰ τοῦ Φιλίππου, ἐμήνυε τοῦτο πρὸς τὸν Φίλιππον· λέγει οὖν ὁ Περικλῆς δεῖν ἀφανίσαι τὴν Αἴγιναν ὡς λήμην τοῦ Πειραιέως ἤτοι τοῦ στόλου. ἡ λήμη μεταφορική ἐστι λέξις· λέγεται γὰρ ἐπὶ τῶν ὀφθαλμῶν. [a 15] ὁ Μοιροκλῆς κατηγορεῖτο παρά τινος ἐπιεικοῦς ὡς πονηρός· ὠνόμασε γοῦν αὐτὸν τὸν ἐπιεικῆ πονηρότερον καί φησι ‘σὺ μὲν πονηρεύῃ ἐπιτρίτων τόκων1 ἤτοι ἀπὸ τρίτης γενεᾶς εἶ πονηρός· ὁ πάππος σου γὰρ ἦν πονηρός, εἶτα ὁ πατήρ σου καὶ τότε σύ, ὥστε ἐγγὺς ἔχεις τὴν πονηρίαν· ἐγὼ δέ εἰμι πονηρὸς ἐπιδεκάτων ἤτοι ἀπὸ δεκάτης γενεᾶς· ὁ γὰρ πρόπαππός μου ἦν πονηρός, ἐξ οὗ παρῆλθον δέκα γενεαί, καὶ τότε ἐγενόμην αὐτός’. ἢ νοεῖται καὶ τὸ ἐπιτρίτων τόκων ὅτι ‘σὺ μὲν τοκίζεις λαμβάνων χάριν τόκου τὸ τρίτον, ὧν δέδωκας δανειακῶς· οἷον εἰ δώδεκά εἰσι τὰ δοθέντα χάριν δάνους, λαμβάνεις εἰς τόκον τὰ δʹ· ἐγὼ δὲ τὸ δέκατον τοῦ τόκου λαμβάνω εἰς τόκον ἀπὸ τῶν χρεωστῶν· πονηρότερος ἄρα σύ’. [a 17] τὸ ἐπιτρίτων τόκων μεταφορά· λέγεται γὰρ ὁ τόκος ἐπὶ τῶν γεννωμένων παιδίων. [a 20] ‘ὑπερήμεροι τῶν γάμων’ ἤτοι διῆλθον τὸν νενομισμένον καιρὸν τοῦ γάμου· ἐλήφθη δὲ τὸ ὑπερήμεροι ἐκ τοῦ [f. 65r] ὑπερημέρου χρέους καὶ βραδύνοντος περὶ τὴν ἀπόφλησιν τοῦ χρέους· ἢ ἐπὶ δικαστηρίου. ὁ Πεύσιππος εἶχεν εἰς τὸν πόδα πληγήν· εἶχε δὲ ἡ πληγὴ πέντε ὀπάς, ἃς ὠνόμασε σύριγγας, δεδεμένος ἐν νόσῳ καὶ πληγῇ πεντασυρίγγῳ2 ἤτοι πέντε ὀπὰς ἐχούσῃ· ὡς γὰρ οἱ δεδεμένοι στρέβλαις οὐ συγχωροῦνται ἡσυχάζειν ὑπὸ τοῦ πόνου ἀλλὰ φωνάζουσιν, οὕτω καὶ ὁ Πεύσιππος ὑπὸ τῆς νόσου δεδεμένος φωνάζει καὶ οὐχ ἡσυχάζει. [a 23] ὡς γὰρ αἱ μύλαι ἀλήθουσι τὸν σῖτον, οὕτω καὶ αἱ νῆες τῶν Ἀθηναίων ὡς μύλαι διήρχοντο τὰς χώρας τῶν πολεμίων καὶ κατελήιζον. ὁ Κύων [f. 65v] ἤτοι ὁ Διογένης. [a 25] Ἀττικὰ φιλίτια· ἐν τούτοις γὰρ τοῖς καπηλείοις εἰσερχόμενοι τὰς φιλίας ἐποίουν. τὰ φιλίτια συμπόσια ἦσαν τῶν Λακεδαιμονίων καὶ ἑορτή. Ἀττικά· Ἀθήναια. ὁ Περικλῆς ἐστρατήγει καὶ ἐπολέμει τὴν Σικελίαν, εἰς τὸν πόλεμον δὲ τοῦτον ἐκένωσαν οἱ Ἀθηναῖοι χρήματα πολλά· ὅθεν καὶ εἶπε ‘τὴν πόλιν ἐξεκένωσαν εἰς τὸν τῆς Σικελίας πόλεμον’. εὗρον σχόλιον τοιοῦτον· ὡς τὸ ἐκχεόμενον ἐκκενοῦται, οὕτω καὶ ἡ πόλις κατεχομένη ὑπὸ τυράννου τινὸς ἐξεχεῖτο πᾶσα εἰς Σικελίαν. [a 26] τοῦτο γὰρ τὸ ἐξεκένωσαν μεταφορά ἐστι καὶ πρὸ ὀμμάτων ἤτοι δῆλον καὶ ἐναργὲς τὸ πρᾶγμα ποιοῦσα. ὡς καὶ βοῆσαι τὴν Ἑλλάδα. τὸ βοῆσαι ἐπὶ ἀνθρώπων λέγεται, οὐκ ἐπὶ χώρας. [a 29] ἐκκλησία λέγεται, ὅταν συνδρομὴ γένηται πολλῶν χάριν τινὸς βουλῆς καὶ σκέψεως· συνδρομὴ δέ ἐστιν, ὅταν πλῆθος ἀκοῦσάν τι καινὸν γενόμενον ἢ τάραχόν τινα συνδράμῃ μάτην εἰς θέαν ἐκείνου. [a 28] ὁ Κηφισόδοτος ἔβλεπε τοὺς Ἀθηναίους συνερχομένους χάριν συμβουλῆς, εἶτα διαλυομένους πάλιν μηδὲν συμβουλευσαμένους· φησὶ γοῦν ‘προσέχετε, μή πως αἱ ἐκκλησίαι ὑμῶν εἰσι πολλαὶ συνδρομαὶ καὶ ποιοῦσι τὰς ἐκκλησίας εἶναι συνδρομὰς καὶ λογίζεσθαι οἱ ῥήτορες οἱ πρὸς λύμην ἀεὶ τῆς πόλεως σπεύδοντες’.3 εὗρον σχόλιον, ὅτι αἱ ἐκκλησίαι ἴδιαί εἰσι τῆς δημοκρατίας· πολλῶν οὖν συνδρομῶν καθ’ ἑκάστην παρὰ Ἀθηναίων γινομένων συνεβούλευέ τις κωλῦσαι αὐτάς, μή ποτε δημοκρατίας ποιήσωσι. [a 30] καὶ ὁ Ἰσοκράτης ἔβλεπε τοὺς Ἀθηναίους ἀπερχομένους εἰς τὰς πανηγύρεις καὶ διαλύοντας τοὺς χοροὺς καὶ τὰς πανηγύρεις ἐν τῷ ποιεῖν δικασίματα· οἱ γὰρ ἀπερχόμενοι εἰς τὰς πανηγύρεις ἀπήρχοντο διὰ σύστασιν τῶν πανηγύρεων, οὐχὶ πρὸς κατάλυσιν· φησὶ γοῦν ‘προσέχετε, μή πως ἀπερχόμενοι εἰς τὰς πανηγύρεις ποιῆτε τὰς συνδρομάς’. [a 31] ἐπὶ τῷ τάφῳ τῶν τριακοσίων τῶν τελευτησάντων ἐν Σαλαμῖνι. ἀπῆλθεν ἅπασα ἡ Ἑλλὰς καὶ ἀπέκειρε τὰς οἰκείας κόμας σημαίνουσα ἐκ τούτου, ὅτι ἡ [f.
但另有人说,面盆(tēlia)是一个方形小篮,他们把大麦粉存放在其中;无论如何,驻扎在比雷埃夫斯的舰队把塞斯托斯当作保管口粮物资的小篮,正如米达斯对待帕拉洛斯船那样;每当他们缺乏粮食时,便前往塞斯托斯,从那里获取任何对他们口粮有用的东西,正如他们把粮食储备存放在塞斯托斯一样。 [a 14] 埃癸娜靠近雅典人,一旦听说雅典人针对腓力有何密谋,便向腓力告发;因此伯里克利说,应当把埃癸娜当作比雷埃夫斯、即舰队的“眵目糊”(眼眵)予以清除。“眼眵”是一个隐喻性的词;因为它是针对眼睛而言的。 [a 15] 莫伊罗克勒斯被一位正派人士指控为邪恶;于是他称那位正派人士更加邪恶,并说:“你是以三分之一的利息作恶,即你是从第三代起就是恶人;因为你的祖父是恶人,然后是你的父亲,接着是你,所以你的邪恶近在眼前;而我是以十分之一的利息作恶,即是从第十代起才是恶人;因为我的曾祖父是恶人,自他之后过了十代,然后我自己才出生。”或者,“以三分之一的利息”也可以这样理解:“你通过收取所借贷之物的三分之一作为利息来放贷;例如借出的款项是十二,你就收四作为利息;而我从债务人那里只收取利息的十分之一作为利息;因此你更为邪恶。” [a 17] “以三分之一的利息”是隐喻;因为利息(产出)本是就初生的小儿而言的。 [a 20] “逾期未婚者”,即他们错过了法定的婚期;而“逾期者”一词取自逾期债务以及在清偿债务方面拖延的人,或者取自法庭。佩西普斯足部受了伤;而伤口有五个孔洞,他称之为瘘管,被拘禁在疾病和五孔伤口中,即拥有五个孔洞的创口;因为正如被拘禁在刑架上的人因痛苦而不被允许安静下来而是呼喊叫唤,佩西普斯同样被疾病所拘禁而呼喊叫唤,无法安静。 [a 23] 因为正如磨盘研磨谷物一样,雅典人的船只也像磨盘一样掠过敌人的土地并大肆劫掠。“犬”,即第欧根尼。 [a 25] “阿提卡的共餐(philitia)”;因为他们走进这些小酒馆结下友谊。共餐是拉刻代蒙人的宴饮和节日。“阿提卡的”,即“雅典的”。伯里克利曾任统帅并对西西里作战,雅典人为了这场战争耗尽了大量金钱;因此他[亚里士多德]说“他们为了西西里的战争汲空了城邦”。我发现了这样一条古注:正如倒出的东西被汲空一样,被某个僭主控制的城邦也全都被倾倒向西西里。 [a 26] 因为这句“汲空了”是一个隐喻,并将事物置于眼前,即变得显豁而生动。“希腊呼喊”也是如此。呼喊是就人类而言的,而非就土地而言。 [a 29] 所谓“公民大会(ekklēsia)”,是指众人为了某种审议和考量而聚集在一起的时候;而“骚聚(syndromē)”,是指人群听说发生了什么新鲜事或动乱,徒然跑来围观的时候。 [a 28] 刻菲索多托斯看到雅典人为了商议而聚集,随后又在毫无决议的情况下再次散去;于是他说:“当心你们的公民大会不要成了许多骚聚,而那些总是致力于摧毁城邦的演说家们正使公民大会沦为骚聚并如此被看待。”我发现了一条古注说公民大会是民主制的特征;因此雅典人每日产生诸多骚聚,有人便建议阻止它们,以免它们建立民主制。 [a 30] 伊索克拉底也看到雅典人前往参加节日庆典,却通过制造诉讼打乱了歌舞队和节日集会;因为前往参加节日集会的人本是为了维持节日,而非为了拆散它;于是他说:“当心你们前往参加节日庆典时不要制造出骚聚。” [a 31] “在死于萨拉米斯的三百人的坟墓上。”全希腊都前往并剪断了自己的头发,以此表明:
- 3.1.10ἐπιτρίτων τόκων
属格 ἐπιτρίτων τόκων(以三分之一的利息)作为表示比率或份额的属格使用。注释者给出了两种解释:(1)指自祖父起算的三代人的世代比喻;(2)指按借贷本金的三分之一(约33%)收取高额利息的放贷比喻。
- 3.1.10δεδεμένος ἐν νόσῳ καὶ πληγῇ πεντασυρίγγῳ
这是对亚里士多德所引“拘禁在五孔之疾中”(πεντασυρίγγῳ νόσῳ)这一隐喻的引申阐释。该词本指带五个孔的木枷(πεντεσύριγγον ξύλον),但注释者将其解释为足部伤口的“五个孔洞”(πέντε ὀπαί)即“瘘管”(σύριγγες),并以受刑架(στρέβλαι)拘禁之人比拟其受疾病束缚的情状。
- 3.1.10προσέχετε, μή πως αἱ ἐκκλησίαι ὑμῶν εἰσι πολλαὶ συνδρομαὶ καὶ ποιοῦσι τὰς ἐκκλησίας εἶναι συνδρομὰς καὶ λογίζεσθαι οἱ ῥήτορες οἱ πρὸς λύμην ἀεὶ τῆς πόλεως σπεύδοντες
在表达担忧的 προσέχετε μή πως 所引导的从句中,前半部分的谓语 αἱ ἐκκλησίαι ὑμῶν εἰσι πολλαὶ συνδρομαί 与后半部分的 καὶ ποιοῦσι τὰς ἐκκλησίας εἶναι συνδρομὰς καὶ λογίζεσθαι οἱ ῥήτορες... 并列。后半句的主语是后置的 οἱ ῥήτορες...,不定词 εἶναι 与 λογίζεσθαι 作 ποιοῦσι 的补足语,意为“使公民大会沦为骚聚并如此被看待”。
