← 佚名

亚里士多德《修辞学》佚名评注

§203.26-205.13

隐喻的呈现在眼前与历史实例分析

注释家依据亚里士多德《修辞学》第3卷第10章,阐述广受好评的隐喻如何刺激思考并将事物生动地置于眼前(探讨了 energeias 与 enargeias 的异读),并剖析了独眼、窒息、行资、大棒及玩物等具体的历史隐喻用例。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.1.10#2

ἀντικειμένως ἔχει ἡ εἰρήνη καὶ ὁ πόλεμος. εὗρον δὲ καὶ σχόλιον λέγον, ὅτι ἐκ τοῦ Ἰσοκράτους ἐστὶ τοῦτο· ὁμονοησάντων φησὶ τῶν Ἑλλήνων πάντων εἰς τὸν κατὰ τοῦ Ξέρξου πόλεμον φησὶ1 ‘πόλεμον νομίζομεν τὴν κοινὴν εἰρήνην ἀμφισβητοῦντες περὶ τοῦ τίνας δεῖ ἄρχειν, Λακεδαιμονίους ἢ Ἀθηναίους’. [b 31] ἐν δὲ τοῖς ὀνόμασίν ἐστιν εὐδοκίμησις, ἐὰν ἔχωσι τὰ ὀνόματα μεταφορὰν μήτε ἀλλοτρίαν καὶ ἔξω τοῦ πράγματος καὶ ἀσαφῆ μήτε ἐπιπόλαιον καὶ σαφῆ· εἰ γάρ ἐστι σαφὴς ἡ μεταφορά, οὐ ποιεῖ τὸν νοῦν πάσχειν, οὐ κοπιᾶν περὶ τὴν νόησιν· ἐκείνη δὲ ἐπαινεῖται ἡ μεταφορὰ ἡ τὸν νοῦν βλάπτουσα.2 ἔτι ἐπαινεῖται ἡ μεταφορά, εἰ ποιεῖ τὸ μεταφορικὸν ὄνομα τὸ πρᾶγμα τὸ λεγόμενον πρὸ ὀμμάτων ἤτοι φανερόν, ὡς καὶ δοκεῖν ὁρᾶν τὸ πρᾶγμα. [b 34] δεῖ γὰρ μᾶλλον ὁρᾶν τὰ πραττόμενα, οὐχὶ τὰ μέλλοντα πράττεσθαι ὁρᾷ τις· ταῦτα γὰρ ἀφανῆ εἰσι. τινὰ τῶν ἀντιγράφων ἔχουσιν [b 36] ἐνεργείας, καὶ νοεῖται τοῦτο πρὸς τὸ ‘ὁρᾶν δεῖ τὰ πραττόμενα· ἐκεῖνα γὰρ ὁρᾷ τις τὰ ἐνεργείᾳ ὄντα’· εἰ δὲ κεῖται ἐναργείας, νοεῖται πρὸς τὸ ‘πρὸ ὀμμάτων δεῖ τὸ πρᾶγμα ποιεῖν τὴν μεταφοράν, ὡς δοκεῖν εἶναι ἐναργὲς καὶ δῆλον’. ἐναργείας ἤτοι φανερώσεως, ὡς καὶ ἐναργῶς παριστᾶν τὸ πρᾶγμα. [1411 a 4] ἡ Λακεδαιμονία μέρος τὸ ἔκκριτον τῆς Ἑλλάδος· ἐπολεμεῖτο γοῦν αὕτη παρὰ τοῦ Ξέρξου, καὶ ὁ Λεπτίνης συμβουλεύει τοῖς Ἀθηναίοις βοηθῆσαι τοῖς Λακεδαίμοσιν· εἰ γὰρ ἐκ τῆς Ἑλλάδος ἀφαιρεθείη ἡ Λακεδαιμονία, ἔμεινεν ἡ Ἑλλὰς ἑτερόφθαλμος καὶ ἀκαλλής. ὁ Κηφισόδοτος ῥήτωρ ἦν. ὁ δὲ Χάρης στρατηγὸς ἦν τῶν Ἀθηναίων. ὁ Φίλιππος ἐκράτησε τὴν Πύδναν καὶ τὴν Παγασὰν (Ἀθηναίων δὲ ταῦτα πολίχνια) καὶ δέδωκε ταῦτα τοῖς Ὀλυνθίοις, εἶτα ἔγνων οἱ Ὀλύνθιοι τὸν Φίλιππον σπουδάζοντα καταδουλῶσαι αὐτοὺς ὡς καὶ τοὺς ἄλλους συμμάχους καὶ ἐάσαντες τὸ συμμαχεῖν αὐτῷ συνεκρότησαν πόλεμον ἔχοντες καὶ τοὺς Ἀθηναίους συναρήγοντας αὐτοῖς. εἶτα τοῦ πολέμου συστάντος πρὸς τὸν Φίλιππον ὁ Χάρης κατὰ τὸν καιρὸν τοῦ πολέμου ἠνάγκαζεν εὐθύνας δοῦναι ἤτοι λογαριασθῆναι ἐφ’ οἷς ἐνήργησαν· [a 5] ὁ δὲ Κηφισόδοτος ἔφησε πρὸς τὸν Χάρητα ‘ἵνα τί πειρᾷ νῦν λογαριασθῆναι εὑρὼν τὸν δῆμον εἰς πνῖγμα;’ ἤτοι εἰς πνιγμοσύνην, ὅτε πνίγονται καὶ ἀναγκάζονται. [a 9] Εὔβοιά ἐστιν ὁ Εὔριπος. οἱ Θηβαῖοι ἐστράτευσαν κατὰ τῆς Εὐβοίας μετὰ στόλου, τὴν [f. 65r] δὲ Εὔβοιαν εἶχον οἱ Ἀθηναῖοι σύμμαχον. οἱ Ἀθηναῖοι γοῦν ἐπεσίτισαν ἤτοι ἔπεμψαν ἐπισιτισμοὺς καὶ τροφὰς εἰς Εὔβοιαν· καὶ παρακαλεῖ τις αὐτοὺς ἐξιέναι καὶ ἀναγνωσθῆναι τὸ ψήφισμα τοῦ Μιλτιάδου· τοῦτο δὲ ἔμελλεν εἰπεῖν ‘ὥσπερ ὁ Μιλτιάδης μαθὼν τὸν Ξέρξην, ὅτι στρατεύεται κατὰ τῆς Ἑλλάδος, μὴ βουλευσάμενος ἐξῄει κατὰ τοῦ Ξέρξου, οὕτω δεῖ καὶ ὑμᾶς νῦν ἐξιέναι κατὰ τῶν Θηβαίων περιπλεομένων τὴν Εὔβοιαν μὴ βουλευσαμένους ἀλλ’ αὐθημερόν’· τὸ γὰρ ψήφισμα τοῦ Μιλτιάδου τοῦτο ἦν τὸ μὴ βουλεύσασθαι. ὁρᾷς τὴν μεταφοράν, πῶς ἀντὶ τοῦ εἰπεῖν μὴ βουλεύσασθαι εἶπε τὸ τοῦ Μιλτιάδου ψήφισμα. [a 5] καὶ τὸ ἑτερόφθαλμον μεταφορά· κυρίως γὰρ ἡ λέξις αὕτη λέγεται ἐπὶ τῶν ἀνθρώπων τῶν ἐχόντων ἕνα ὀφθαλμόν. [a 7] τὸ πνῖγμα μεταφορά ἐστιν· λέγεται γὰρ ἐπὶ τῶν πνιγομένων. [a 11] καὶ τὴν Ἐπίδαυρον καὶ τὴν παραλίαν ἐκούρσευον οἱ Ἀθηναῖοι, ἐξ ὧν ἐκέρδαινον πολλά, καὶ εἶχον ταῦτα καὶ πρὸς τοὺς πολέμους ἐφόδια, εἶτα ἐσπείσαντο οἱ Ἀθηναῖοι τῇ Ἐπιδαύρῳ καὶ τῇ παραλίᾳ. ἠγανάκτει γοῦν φάσκων αὐτοὺς παρῃρῆσθαι καὶ ἐστερῆσθαι τὰ ἐφόδια τοῦ πολέμου·3 ὅταν γὰρ οὐκ εἶχον χρήματα εἰς τοὺς πολέμους, ἐπορίζοντο ἐκ τῆς Ἐπιδαύρου ἁρπάζοντες καὶ κουρσεύοντες [f. 65r] αὐτήν. τὸ γοῦν ἐφόδιον μεταφορά ἐστιν· λέγονται γὰρ ἐπὶ τῶν περιπατούντων καὶ στελλομένων εἰς ὁδοιπορίαν μακράν, οὐχὶ ἐπὶ χωρῶν καὶ κάστρων. [a 13] ὁ Πειθόλαος ῥήτωρ ἦν. τὴν πάραλον ἔλεγεν ἤτοι τὴν Σαλαμῖνα ἀντικρὺ οὖσαν τοῦ Πειραιέως καὶ τῶν Ἀθηνῶν ῥόπαλον τοῦ δήμου· ἐν γὰρ ταῖς Ἀθήναις ὅτε ἐνεωτέρισέ τι καὶ ἠτάκτησεν ὁ δῆμος, ἐμήνυον εἰς Σαλαμῖνα καὶ ἐλάμβανον ἐκεῖθεν συμμαχίαν καὶ ἐσωφρόνουν τοὺς νεωτερίσαντας καὶ ἐκόλαζον. τὸ ῥόπαλον μεταφορικὴ λέξις. γράφεται καὶ πάραλον τοῦ Μίδου· ὡς γοῦν ἡ πάραλος ἦν τηλία καὶ παίγνιον τοῦ Μίδου, οὕτω καὶ ἡ Σηστὸς τηλία καὶ παίγνιον τοῦ Πειραιέως ἤτοι τοῦ στόλου τῶν ἐν Πειραιεῖ· ἐκεῖ γὰρ ὡς τὰ πολλὰ τὸ ναυτικὸν ἐξήργετο καὶ ἔπαιζε. [a 13] μεταφορά ἐστι τὸ λέγειν τὴν Σηστὸν παιγνίδιον.

和平与战争是对照并立的。我还发现了一条古注说这是出自伊索克拉底;他说在全希腊人为了对付薛西斯的战争而同心协力之际,“彼[伊索克拉底]说:‘我们争论着应当由谁统治,是拉刻代蒙人还是雅典人,从而将共同的和平视作战争。’” [b 31] 在词语方面,声誉在于这些词语所包含的隐喻既非外在离题且晦涩,亦非浮浅而显见。因为如果隐喻是显见的,它就不能使心灵有所触动,也不能让它在理解上经历劳作;而受到称赞的正是那给心灵带来劳顿的隐喻。此外,如果隐喻性的词语能将所说的事物置于眼前,即变得醒目可见,以至于仿佛看到了该事物,那么这一隐喻便更受称赞。 [b 34] 因为人们更应当看见正在发生的事情,人们并不看见将要发生的事情;因为后者是不可见的。某些抄本写作[b 36] “现实活动的”,这是针对“应当看见正在发生的事情;因为人们所看见的是那些处于现实活动之中的事物”而言的;但如果写的是“明晰生动的”,则是针对“隐喻应当将事物置于眼前,从而显得明晰而显豁”而言的。明晰生动,即醒目的显现,以便明晰地呈现该事物。 [1411 a 4] 拉刻代蒙是希腊的精华部分。无论如何,它当时正受到薛西斯的攻击,而莱普提涅斯建议雅典人援助拉刻代蒙人;因为如果把拉刻代蒙从希腊剔除,希腊就将沦为独眼且丑陋的残缺之躯。刻菲索多托斯是位演说家。哈瑞斯是雅典人的将军。腓力攻占了彼得纳和帕加塞(这些是雅典人的小市镇),并将它们交给了奥林托斯人;随后奥林托斯人得知腓力正致力于像对待其他盟友一样奴役他们,便放弃了与他结盟,并在有雅典人相助支援的情况下发动了战争。接着,在针对腓力的战争爆发之际,哈瑞斯在战事紧要关头强迫他们接受审查,即就他们的所作所为交代账目。 [a 5] 刻菲索多托斯便对哈瑞斯说:“见人民陷入窒息,即陷入受扼迫逼的困境,你为何现在还要试图强行交代账目?” [a 9] 优卑亚即欧里波斯。底比斯人率舰队征伐优卑亚,而雅典人视优卑亚为盟友。雅典人于是补给给养,即向优卑亚运送补给与粮食;有人呼吁他们出征并宣读米勒提阿德斯的决议;而这意在表明:“正如米勒提阿德斯得知薛西斯进犯希腊后未加商讨便出击薛西斯那样,你们如今也应当未加商讨、即日出击绕航优卑亚的底比斯人”;因为米勒提阿德斯的决议正是“未加商讨”。你看这隐喻,他是如何不说“未加商讨”,而代之以“米勒提阿德斯的决议”的。 [a 5] “独眼的”也是隐喻;因为该词本义是就只有一只眼睛的人而言的。 [a 7] “窒息”也是隐喻;因为它是就处于窒息状态的人而言的。 [a 11] 雅典人过去常常劫掠埃庇道洛斯和沿海地带,从中获取巨利,并将这些财物保留作为战争的行资;后来雅典人与埃庇道洛斯和沿海地带达成了停战协定。于是他[演说家]愤怒地声称他们被剥夺并失去了战争的行资;因为每当他们缺乏战费时,便通过强夺和劫掠埃庇道洛斯来筹措。 “行资”无论如何是个隐喻;因为它们本是就徒步旅行和整装远行的人而言的,而非针对土地和堡垒。 [a 13] 培托劳斯是位演说家。他把帕拉洛斯船,即正对着比雷埃夫斯和雅典的萨拉米斯,称为人民的“大棒”;因为在雅典,每当人民发动变乱或秩序骚乱时,他们就派人向萨拉米斯告急,从那里获得援军,从而使变乱者恢复理智并惩戒他们。 “大棒”是一个隐喻性的词。它也被写为“米达斯的帕拉洛斯”;正如帕拉洛斯船曾是米达斯的面盆和玩物一样,塞斯托斯也是比雷埃夫斯的,即驻扎在比雷埃夫斯的舰队的面盆和玩物;因为海军大抵在那里休整游乐。 [a 13] 把塞斯托斯称为“玩物”是一个隐喻。

语法注3 条
  1. 3.1.10ὁμονοησάντων φησὶ τῶν Ἑλλήνων πάντων εἰς τὸν κατὰ τοῦ Ξέρξου πόλεμον φησὶ

    两次出现的 φησί 中,第一个指古注(σχόλιον)的作者,第二个则引出所引用的伊索克拉底的话(或作为叙述动词的重复)。译文依据前文对古注的提及,理顺了这一重叠引用的结构。

  2. 3.1.10ἐκείνη δὲ ἐπαινεῖται ἡ μεταφορὰ ἡ τὸν νοῦν βλάπτουσα

    与前句中不让理智劳作(οὐ κοπιᾶν περὶ τὴν νόησιν)的浅白隐喻相对照,βλάπτουσα(字面义为“伤害”、“损伤”)在此并非指破坏性的害处,而是指对理智施加认知负担、促使其花费精力思索的刺激作用。

  3. 3.1.10παρῃρῆσθαι καὶ ἐστερῆσθαι τὰ ἐφόδια τοῦ πολέμου

    完成时被动态不定式 παρῃρῆσθαι 与 ἐστερῆσθαι 所带的宾格 τὰ ἐφόδια 属于保留宾格(retained accusative)。源于剥夺动词带双宾格的句式,在被动语态下人(αὐτούς)转化为主语,而所剥夺之物仍保留宾格。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4026.tlg001.humanitext-grc1:203.26-205.13