- 底本
- Anonymus, In Aristotelis artem rhetoricam commentarium. Commentaria in Aristotelem Graeca XXI.2, ed. H. Rabe, Berlin: Reimer 1896, pp. 1-262. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4026.tlg001.humanitext-grc1:202.5-203.26
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
本节基于亚里士多德《修辞学》1410b6–35,论述机智隐喻的来源在于其能迅速带来认识与学习。注释者比较了隐喻与明喻在结构上的差异(比较前置词的有无以及归结的简洁性),并阐明为何既非浅显亦非晦涩、尤其是采用对照句式的修辞推论会受到赞赏。
10. Λεκτέον δέ, πόθεν γίνονται αἱ μεταφοραὶ αἱ ἀστεῖαι καὶ εὐδοκιμοῦσαι καὶ ἐπαινεταί. ἡ μὲν οὖν μέθοδος αὕτη παραδώσει, πόθεν ληφθήσονται αἱ μεταφοραί. ὁ δ’ εὐφυὴς καὶ ἐγγυμνασθεὶς εἰς τὸ ποιεῖν ταύτας ποιήσει ταύτας ῥᾳδίως. [b 10] τὸ γοῦν μανθάνειν τι ῥᾳδίως ἡδὺ μὲν δοκεῖ· τὰ δὲ ὀνόματα πραγμάτων σημαντικά εἰσιν· ὥστε τῶν ὀνομάτων ὅσα ποιοῦσιν ἡμῖν μάθησιν καὶ γνῶσίν τινα, ἥδιστα δοκοῦσι. ποιοῦσι δὲ τὰ ὀνόματα ἡμῖν μάθησιν, ἐὰν τὰ ἐν ἄλλοις κείμενα ὀνόματα εἰς ἄλλα μεταφέρωμεν, ὡς τὴν γυναῖκα εἴπῃ τις μαίνανδρον. [b 12] αἱ μὲν οὖν γλῶτται ἤτοι αἱ διάλεκτοί εἰσιν ἀγνῶτες ἡμῖν καὶ ἄγνωστοι, τὰ δὲ κύρια ἴσμεν ὀνόματα· ἡ δὲ μεταφορὰ ἡ εὐδοκιμοῦσα (ἔστι δέ, ὅταν ἀπ’ ἀλλήλων εἰς ἄλληλα μετασκευάζωμεν τὰ ὀνόματα) τοῦτο ποιεῖ ἤτοι τὸ γνῶσιν ἡμῖν παρέχειν ἅμα τῷ ῥηθῆναι, εἰς ὃ πρᾶγμα ἀπὸ ἄλλου μετεκομίσατο τὸ ὄνομα. [b 14] ἡ γοῦν καλάμη ἐπὶ τῆς καλάμης τῶν ξηρῶν ἀσταχύων λέγεται· εἰ γοῦν ἐκεῖθεν μετακομίσει τις τὸ ὄνομα εἰς τὸ γῆρας, ἐποίησεν ἅμα τῷ ῥηθῆναι καὶ γνῶσιν τοῦ πράγματος καὶ παράστασιν διὰ τοῦ γένους, τουτέστι τῆς ἀπανθήσεως· τὸ γὰρ γῆρας καὶ ἡ καλάμη ὑπὸ τὸ αὐτὸ γένος ἀνάγονται ἤτοι τὴν ἀπάνθησιν· καλάμη γὰρ λέγεται, ἧς ἐπὶ τὸ ἄκρον ἀναφύεται ὁ ἄσταχυς· ὡς γοῦν τοῦ ἀστάχυος κοπέντος μένει ξηρὰ ἡ καλάμη, οὕτω καὶ τὸ γῆρας ἐλθὸν διαφθείρει πᾶν, εἴ τι κάλλιστον ἔνεστιν ἐν τῷ ἀνθρώπῳ, ἤτοι ἰσχύν, τὸ κάλλος, τὴν τρίχα, τἆλλα, καὶ ἀπομένει κατάξηρος ὁ ἄνθρωπος. [b 15] καὶ γὰρ αἱ εἰκόνες καὶ αἱ παραβολαί, αἷς χρῶνται οἱ ποιηταί, ποιοῦσι τὸ αὐτό, ἤτοι γνῶσιν παρέχουσιν ἡμῖν τοῦ πράγματος ἢ τὸ ἀστεῖον· διόπερ ἐὰν εὖ ληφθῶσιν αἱ εἰκόνες παρὰ τῶν ποιητῶν (εὖ δὲ λαμβάνονται, ὅταν οὐκ εἰσὶ μακροαπόδοτοι καὶ ὅταν γνωρίζωσιν ἡμῖν τὸ πρᾶγμα καὶ παριστῶσι), φαίνονται ἀστεῖαι καὶ θαυμασταί. [b 17] ἡ εἰκὼν διαφέρει τῆς μεταφορᾶς τῇ προθέσει·1 ἡ μὲν γὰρ εἰκὼν ἔχει τὸ ὡς ἢ τὸ καθώς, ἡ δὲ μεταφορὰ οὔτε τὸ ὡς ἔχει οὔτε τὸ καθώς οὔτε ἄλλο τι τοιοῦτον· ἡ δὲ εἰκὼν ὡς μακροαπόδοτος κακίζεται· ἔχει γὰρ τὸ ὡς, οἷον ἐστιν ‘ὡς δ’ ὅταν τις λέοντα ἰδών’. διὸ ἡ μεταφορὰ εἰ μακροτέρως ἀποδοθῇ καὶ μακροαπόδοτος διὰ τὸ ὡς γένηται, οὐδαμῶς ἔχει τὸ ἡδύ· εἰ γὰρ διὰ μακροῦ ἔχει τὴν ἀπόδοσιν, οὐκ εὔγνωστον ἡμῖν παριστᾷ τὸ πρᾶγμα ἀλλ’ ἀσάφειαν ἐμποιεῖ. [b 19] καὶ οὐ λέγει ἡ μεταφορὰ ‘ὡς τοῦτο ἤτοι ὡς ἐπὶ τούτου ἔχει, οὕτω καὶ ἐκεῖνο ἔχει’· τὸ γὰρ λέγειν ‘ὡς τοῦτο ἔχει, οὕτως καὶ ἐκεῖνο’ τῆς εἰκόνος ἐστίν. ἢ καὶ οὕτως νοεῖται· καὶ οὐ λέγει ἐκεῖνο ἤτοι ἡ εἰκὼν καὶ παρίστα τὸ πρᾶγμα ὡς τοῦτο ἤτοι ἡ παραβολή.2 οὐδὲ ἡ ψυχὴ τοῦ ἀκροατοῦ ἐπὶ τῆς μεταφορᾶς ζητεῖ τοῦτο ἤτοι τὴν ὁμοίωσιν, ἤτοι ὡς ἐπὶ τούτου ἔχει, οὕτω καὶ ἐκεῖνο ἔχει, ἀλλ’ εὐθὺς ἅμα τῷ ῥηθῆναι συνίησι ταχέως καὶ τὸ λεγόμενον ἐπὶ τῆς μεταφορᾶς διὰ τὸ καὶ σύντομον εἶναι τὴν ταύτης ἀπόδοσιν· ὥστε καὶ τὰ ἐνθυμήματα ταχέως παριστῶντα ἡμῖν τὸ πρᾶγμα ἐπαινετά εἰσι καὶ ἀστεῖα. [b 23] καὶ ἃ μηδὲ δεῖ ζητεῖν διὰ τὸ σαφῆ εἶναι πάντα. οὔτε ὅσα εἰρημένα οὐκ ἐμποιοῦσι γνῶσιν ἡμῖν, οὔτε εὐδοκιμεῖ καὶ ἐπαινετά εἰσι τὰ ἀσαφῆ καὶ μηδαμῶς νοηθῆναι δυνάμενα, ἀλλ’ ἐκεῖνα εὐδοκιμοῦσι καὶ ἐπαινοῦνται, ὅσα ἅμα τῷ ῥηθῆναι νοοῦνται ἡμῖν καὶ γνῶσιν τοῦ πράγματος ἐμποιοῦσιν. [b 25] εἰ καὶ μὴ πρότερον, ἤτοι εἰ καὶ πρὸ τοῦ ῥηθῆναι καὶ τελειωθῆναι τὸν λόγον οὐ διάγνωσις ἡμῖν τοῦ πράγματος γίνεται, ἤγουν ἅμα τῷ ῥηθῆναι εὐθὺς καὶ γνῶσις ἡμῖν ἐγγίνεται· ἢ καὶ μετὰ τὸ ῥηθῆναι ὑστερίζει ἡ διάνοια ἡμῶν καὶ ἐγχρονίζει εἰς τὸ νοῆσαι τὸ λεγόμενον, τέως γοῦν νοεῖ αὐτό. [b 26] γίνεται γὰρ οἷον μάθησις καὶ γνῶσις ἐκ τούτων, ἐκείνως δὲ ἤτοι τὰ παντελῶς ἀγνοούμενα οὔτε τὰ ἐπιπόλαια καὶ πάντῃ γνώριμα οὐδέτερον ἐγγίνεται·3 οὔτε γὰρ ἅμα τῷ ῥηθῆναι γνῶσις ἡμῖν ἐγγίνεται οὔτε μετὰ τὸ ῥηθῆναι ὑστερίζει ἡ διάνοια περὶ τὴν νόησιν· τὸ μὲν γάρ ἐστι γνώριμον καὶ πρὸ τοῦ ῥηθῆναι, τὸ δέ ἐστι παντελῶς ἄγνωστον. [b 28] κατὰ δὲ τὴν λέξιν ἐκεῖνα τῶν ἐνθυμημάτων εὐδοκιμοῦσιν, ὅσα λέγονται ἀντικειμένως τῷ σχήματι, οἷον ‘οἱ προδόται τὴν κοινὴν εἰρήνην πόλεμον νομίζουσιν ἴδιον’· εἰρήνης γὰρ μὴ οὔσης κερδαίνουσι λαμβάνοντες δῶρα καὶ προδιδόντες τὴν πατρίδα.
10. 应当说明,机智、广受好评且值得称赞的隐喻源自何处。这一探究方法将传授隐喻应当从何处获取;而有天赋且在创造隐喻方面受到充分训练的人,将能轻松地创造出它们。 [b 10] 无论如何,轻松地学到某种知识看来是令人愉悦的;而词语是事物的指示记号;因此在词语之中,凡是能为我们带来某种学习和认识的,看来是最令人愉悦的。如果我们将用于其他事物的词语转移到别的事物上,词语就会为我们带来学习,例如有人把妻子称为“狂热逐男者”。 [b 12] 僻字即方言对我们而言是生疏未知的,而日常规范的词语则是我们所熟知的;但广受好评的隐喻(即当我们把词语相互转用于别的事物时),恰恰做到了这一点,亦即在说出的同时,就为我们提供了它把词语从别处转移过去的那一事物的认识。 [b 14] 例如,“残秆”是就干燥麦穗的残秆而言的;如果有人将这个词从那里转移到“老年”,那么在说出的同时,他就通过属,即通过凋萎,既产生出了对该事物的认识,又提供了意象;因为老年和残秆被归入同一属之下,即凋萎;因为顶端长出麦穗的部分被称为残秆;正如麦穗被割下后残秆依然干枯一样,老年一旦到来,也会摧毁人身上最美好的一切,即力量、美貌、毛发以及其余一切,而人便枯槁地留存下来。 [b 15] 诗人们所使用的明喻与比喻也起着同样的作用,即为我们提供对该事物的认识或机智的风趣;因此,如果明喻被诗人们恰当地采用(所谓恰当地采用,是指它们在展开归结时不拖沓,并且能使我们了解该事物并加以呈现),就会显得机智而令人赞叹。 [b 17] 明喻因前置语而与隐喻不同;因为明喻带有“如同”或“正如”,而隐喻既不带“如同”也不带“正如”,亦不带任何其他此类词语;明喻因其归结冗长而受到指责;因为它带有“如同”,例如“正如某人看见狮子时那样”。因此,隐喻如果被过长地归结展开,并且由于“如同”而变得归结冗长,就决不具有愉悦感;因为如果它要经过漫长的展开才能归结,就不会向我们呈现容易理解的事物,反而会造成晦涩。 [b 19] 而且隐喻不会说“正如这个,即正如在此事上是如此,在彼事上亦是如此”;因为说“正如这个如此,彼亦如此”是属于明喻的。或者也可以这样理解:即彼者(明喻)并不像这一个(比喻)那样讲述并呈现事物。在隐喻中,听者的心灵也不会去探求这个,即相似性,亦即“正如在此事上是如此,在彼事上亦是如此”,而是在说出的当下便迅速领会隐喻中所说的内容,因为它的归结是简洁的;所以迅速向我们呈现事物的修辞推论也是值得称赞且机智的。 [b 23] “而且根本无需探求之物”,因为一切皆清晰。凡说出后不能为我们带来认识的,以及那些晦涩且完全无法被理解的,既不会获得好评,也不值得称赞;相反,受到好评并获得称赞的,是在说出的同时便被我们理解并带来对事物的认识之物。 [b 25] “即使此前并非如此”,也就是说,即使在话语被说出和完结之前,我们尚未产生对该事物的辨识,但在说出的当下认识便立即在心中产生;或者即使在说出之后,我们的思考滞后,需要一段时间来理解所说之物,它终究还是理解了。 [b 26] 因为从这些当中产生出某种学习与认识;但以那种方式——即完全不为人知之物,或者浅显且到处皆知之物——两者都不会产生;因为既不会在说出的当下便在心中产生认识,也不会在说出之后思考仍在理解上滞后;因为一方在说出之前就已为人所知,而另一方则是完全未知的。 [b 28] 在措辞方面,那些在句式上以对照方式陈述的修辞推论广受好评,例如“叛国者将共同的和平视为自己的战争”;因为在没有和平时,他们通过收受礼物和背叛祖国来谋取私利。
- 3.1.10τῇ προθέσει
表示方式或限定的与格,意为“前置”或“附加”。正如后文所详述的,它指明喻通过在句首附加“如同”(ὡς)等比较连接词而区别于隐喻。
- 3.1.10καὶ οὐ λέγει ἐκεῖνο ἤτοι ἡ εἰκὼν καὶ παρίστα τὸ πρᾶγμα ὡς τοῦτο ἤτοι ἡ παραβολή
该句由 ἢ καὶ οὕτως νοεῖται(“或者也可以这样理解”)引出,作为前句的另一种解读。注释者通过 ἤτοι 引申出的同位短语,将指示代词 ἐκεῖνο 和 τοῦτο 分别明确解释为明喻(ἡ εἰκών)和比喻(ἡ παραβολή),用以说明两者在表述与呈现方式上的差异。
- 3.1.10ἐκείνως δὲ ἤτοι τὰ παντελῶς ἀγνοούμενα οὔτε τὰ ἐπιπόλαια καὶ πάντῃ γνώριμα οὐδέτερον ἐγγίνεται
此句属于破格结构(破折句)。副词 ἐκείνως(“以那种方式”)之后,插入了两个互相对立的极端例子(完全未知之物与浅显显然之物)作为中性复数短语,最终主语收束于中性单数代词 οὐδέτερον(“两者都不”),并与单数动词 ἐγγίνεται 形成搭配。
