- 底本
- Anonymus, In Aristotelis artem rhetoricam commentarium. Commentaria in Aristotelem Graeca XXI.2, ed. H. Rabe, Berlin: Reimer 1896, pp. 1-262. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4026.tlg001.humanitext-grc1:200.17-202.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阐释亚里士多德《修辞学》卷三第九章中关于对照法、均等法与类音法的定义与实例,论及归谬法的逻辑类比、节句间语音与格的对应条件,以及厄庇卡耳摩斯表面对照的辨析。
[a 22] ἐπεὶ καὶ ὁ ἔλεγχος συναγωγή ἐστι τῶν ἀντικειμένων·1 ὁ γὰρ κυρίως ἐλέγχων λαμβάνει τὸ ἀντιφατικῶς ἀντικείμενον τῷ δειχθέντι καὶ συναχθέντι συμπεράσματι, εἶτα ἐξ αὐτοῦ συνάγει ἄτοπόν τι καὶ ἐκ τοῦ δειχθῆναι ἄτοπόν τι ἐκ τῆς ὑποτεθείσης ὑποθέσεως βεβαιοῖ τὸ συντεθὲν συμπέρασμα ἐξ ἀρχῆς, ὅπερ ἐστὶν ἡ εἰς ἀδύνατον ἀπαγωγή.2 [a 22] ἀντίθεσις μέν ἐστι τὸ τοιοῦτον ἤτοι τὸ λαμβάνειν τὰ ἀντικείμενα ἐν τοῖς κώλοις καὶ ἐν ταῖς ἀποδόσεσι. παρίσωσίς ἐστιν, ὅταν τὰ κῶλα ἴσας ἔχωσι συλλαβάς. παρομοίωσις δέ ἐστι τὰ ὁμοιοτέλευτα, τὰ τὴν αὐτὴν ἔχοντα τελευτὴν κῶλα, ἤτοι ὅταν ἑκάτερον τῶν κώλων ἔχωσι τὰ ἔσχατα ὅμοια (ὅμοια δὲ κατὰ τὸν ψόφον τῆς φωνῆς)· καὶ ἀεὶ μὲν τὰ πάρισα ἔχουσι † τὰ πάρισα τὴν αὐτὴν ἀρχὴν κατὰ τὸν ψόφον τῆς φωνῆς καὶ τὰ αὐτὰ ὀνόματα ἔχουσι κατὰ τὸν ψόφον τῆς φωνῆς τὰ πάρισα. [a 25] ἀνάγκη ἢ ἐπὶ τῆς ἀρχῆς ἔχειν τὰ αὐτὰ ὀνόματα τὰ πάρισα ἢ ἐπὶ τῆς τελευτῆς. ἡ δὲ τελευτὴ τῶν παρίσων κώλων ἢ τὰς αὐτὰς ἔχουσι συλλαβὰς τὰς ἐσχάτας ἢ τὴν αὐτὴν πτῶσιν τοῦ ὀνόματος τοῦ αὐτοῦ, οἷον καὶ τὰ κῶλα τὰ δύο τελευτῶσιν εἰς τὸ αὐτὸ ὄνομα, ἤτοι ἢ εἰς θηλυκὸν ὄνομα ἢ εἰς ἀρσενικόν, καὶ εἰς τὴν αὐτὴν πτῶσιν, εἰς δοτικὴν καὶ δοτικὴν ἢ εἰς γενικὴν καὶ γενικήν, ἢ τὸ αὐτὸ ὄνομα, ἤτοι καὶ τὰ τέλη τῶν δύο κώλων θηλυκοῦ ὀνόματός εἰσιν ἢ ἀρσενικοῦ (τὸ αὐτὸ δὲ ὄνομα κατὰ τὸν ψόφον). [a 28] ἀγρὸν ἔλαβε, † τὸ κῶλον, ἀργὸν παρ’ αὐτοῦ. πάρισα τὰ κῶλα ἔχοντα ἐν τῇ ἀρχῇ τὸ αὐτὸ ὄνομα ἤτοι ἀγρόν καὶ ἀργόν, τὸ αὐτὸ δὲ κατὰ τὸν ψόφον ἐστὶν ὄνομα τὸ ἀγρὸν καὶ ἀργόν· ἐκ τοῦ Ἀριστοφάνους. [a 29] ‘δωρητοί τ’ ἐπέλοντο παραρρητοῖς ἐπέεσι’. τὰ δύο ταῦτα τὰ κῶλα πάρισα ὄντα ἔχουσιν ἐν ἀρχῇ τὸ αὐτὸ ὄνομα κατὰ τὸν ψόφον, δωρητοί καὶ παραρητοῖς, καὶ ἐκεῖ ρητοί καὶ ἐνταῦθα ρητοῖς· καί ἐστι κατὰ τὸν ψόφον τῆς φωνῆς τὸ αὐτό· ἐν τῷ ἰῶτα δὲ τοῦ Ὁμήρου ἐστίν, ἔνθα ὁ Νέστωρ πέμπεται πρὸς τὸν Ἀχιλλέα πρέσβις. τὸ δωρητοὶ τοῦτο λέγει, ὅτι οἱ ἄνθρωποι ἢ ὑπὸ δώρων ἤτοι λαβόντες δῶρα ἐξίστανται τῆς παλαιᾶς ἔχθρας ἢ παραρρητοί εἰσιν ἤτοι ἱκετευόμενοι καὶ παρακαλούμενοι. [a 30] ἐν τῇ τελευτῇ δὲ ταῦτα τὰ πάρισα ἔχουσι τὰς αὐτὰς συλλαβάς, τετοκέναι καὶ γεγονέναι, τὸ έναι ἐν τῇ τελευτῇ ἑκατέρου τοῦ κώλου· πτῶσιν δὲ τοῦ αὐτοῦ ὀνόματος τὸ φροντίσι καὶ τὸ ἐλπίσι, θηλυκοῦ ὀνόματός ἐστι καὶ τῆς αὐτῆς πτώσεως. [a 32] ὁ δεῖνα μηδὲν ὠφελήσας πώποτε τὴν πόλιν ἀξιοῖ χαλκοῦς στῆναι (ἀνδριάντα στῆσαι χαλκοῦν αὐτοῦ) μὴ ἄξιος ὢν χαλκοῦ. τὸ αὐτὸ ὄνομά ἐστι κατὰ τὸν ψόφον τὸ χαλκοῦς καὶ τὸ χαλκοῦ. καὶ τὸ κακῶς καὶ κακῶς τὸ αὐτὸ ὄνομα. ἀπὸ συλλαβῆς δὲ τῆς αὐτῆς, οἷον τὸ δεινόν τὸ νόν καὶ τὸ ἀργὸν τὸ γόν. [a 36] ἔστι δὲ εὑρεῖν κῶλα ἔχοντα πάντα ἤτοι τὸ ἔχειν κατὰ τὴν ἀρχὴν τὸ αὐτὸ ὄνομα καὶ ἔσονται καὶ ὁμοιοτέλευτα· ἤτοι τὸ αὐτὸ καὶ ἓν κῶλον ἔχον τὰ πάντα, καὶ τὸ αὐτὸ κῶλον εὑρήσεις ἔχον καὶ πάρισον καὶ ἀντίθεσιν· τὸ δ’ ἀληθὲς τοῦτό ἐστι, τὸ αὐτὸ εἶδος τῆς περιόδου ἤτοι τὴν αὐτὴν περίοδον τὴν ἐν δυσὶ κώλοις πεπεραιωμένην εὑρήσεις ἔχουσαν πάντα, ὥστε εἶναι τὰ ἐν αὐτῇ κῶλα καὶ πάρισα καὶ ἀντίθεσιν ἔχοντα καὶ ὁμοιοτέλευτα. [b 2] πρὸς τὸν Θεοδέκτην ἔγραψεν ὁ Ἀριστοτέλης Ῥητορικήν, ἐν ᾗ ἀπηριθμήσατο τὰς τῶν περιόδων ἀρχάς, οἷαι ὀφείλουσιν εἶναι. ὁ Ἐπίχαρμος ποιητὴς κωμικός. [b 5] τόκα μὲν ἤτοι τότε μὲν ἐγὼ ἦν ἐν τήνων ἤτοι ἐκείνων, τόκα δὲ (τότε δὲ) ἦν παρὰ τήνοις ἤτοι παρ’ ἐκείνοις· φαίνονται μὲν ταῦτα τὰ δύο κῶλα ἀντιθέσεις ἔχειν διὰ τὸ μέν καὶ δέ (εἰσὶ γὰρ οἱ σύνδεσμοι ὁ δὲ καὶ ὁ μὲν ἑτέρων καὶ ἑτέρων ὀνομάτων ἐφελκυστικοί), οὐκ εἰσὶ δὲ τῇ ἀληθείᾳ ἐναντίοι οἱ σύνδεσμοι.3
[a 22] 因为反驳也是对立面的推导;因为严格意义上的反驳者,采取与已被证明和推导出的结论发生矛盾对立的命题,继而由此推导出某种荒谬,并通过从所设定的假说中证明出某种荒谬,来确证最初构成的结论,这恰恰就是归谬法。 [a 22] 对照法就是这样一种形式,即在各节句中以及在各归结中采取对立之物。均等法,是指节句具有相等的音节。而类音法,是指同尾,即具有相同末尾的节句,亦即当两个节句的末端相似时(在语音的声响上相似);而且均等的节句总是具有†均等的节句在语音的声响上具有相同的词首,并且均等的节句在语音的声响上具有相同的词语。 [a 25] 均等的节句必然要么在词首具有相同的词语,要么在末尾[具有相同的词语]。均等节句的末尾,要么具有相同的末位音节,要么具有相同词语的相同格,例如两个节句都以相同的词语结尾,即要么以阴性词语要么以阳性词语结尾,并且处于相同的格,即与格对与格,或属格对属格,要么具有相同的词语,即两个节句的末端都属于阴性词语或阳性词语(在声音上是相同的词语)。 [a 28] “他接受了田地,†节句,从他那里接受了荒地”。这些节句是均等的,在句首具有相同的词语,即“田地”与“荒地”,但在声音上“田地”与“荒地”是相同的词语;出自阿里斯托芬。 [a 29] “既因礼物而回心转意,又因劝诱的言辞而被说服”。这两个均等的节句在句首具有声音上相同的词语,“因礼物回心转意”〔dōrētoi〕与“被劝诱”〔pararētois〕,那里有“rētoi”,这里有“rētois”;而且在语音的声响上是相同的;这出现在荷马的第九卷中,那里涅斯托耳作为使节被派遣前往阿喀琉斯处。 “因礼物回心转意”是指,人们要么受礼物的影响,即收下礼物而放弃旧怨,要么是“被劝诱”,即受到乞求和劝说。 [a 30] 在末尾,这些均等节句具有相同的音节:“已经生育”与“已经产生”,即每个节句末尾的“-enai”;至于同一词语的格,则是“以忧虑”与“以希望”,属于阴性词语且具有相同的格。 [a 32] “某人从未有益于城邦分毫,却要求树立青铜雕像(为自己树立青铜雕像),而自己却不值一枚铜钱”。 “青铜雕像”与“铜钱”在声音上是相同的词语。 “恶劣地”与“恶劣地”也是相同的词语。出于相同音节的例子,如“可怕的”之中的“-non”与“荒废的”之中的“-gon”。 [a 36] 也可以找到具备一切特征的节句,即在句首具有相同的词语,并且它们也将是同尾的;亦即同一个单一的节句具备一切,你会发现同一个节句兼具均等法与对照法;但真相是这样的:你会发现同一形态的周期句,即以两个节句终结的同一周期句具备一切,以至于其中的各节句既是均等的,又具有对照法,并且是同尾的。 [b 2] 亚里士多德给狄奥德克泰斯写了一部《修辞学》,在其中列举了周期句的开端应当是怎样的。厄庇卡耳摩斯是一位喜剧诗人。 [b 5] “‘toka men’即那时一方面,我在‘tēnōn’即他们家中,‘toka de’(那时另一方面)我在‘tēnois’身边,即在他们身边”。这两个节句由于包含“一方面”与“另一方面”而看似具有对照(因为连接词“另一方面”与“一方面”倾向于引出互不相同的词语),但实际上这些连接词并不是相反的。
- 3.1.9ἐπεὶ καὶ ὁ ἔλεγχος συναγωγή ἐστι τῶν ἀντικειμένων
ἐπεί在句首引导独立的原因从句。这是为前一分块末尾提出的“对照言辞类似于推论”的观点提供补充论据,解释了作为推论的一种,反驳(ἔλεγχος)正是通过对立前提推导出结论的过程(归谬法)。
- 3.1.9ὅπερ ἐστὶν ἡ εἰς ἀδύνατον ἀπαγωγή
关系代词ὅπερ的先行词是前面整句所描述的一整套论证过程(设定矛盾对立面、推导荒谬、从而确证最初结论)。它保持中性单数形式ὅπερ而未被吸引为阴性表语名词ἡ ... ἀπαγωγή的性,是因为它指代前述的整个事件。
- 3.1.9οὐκ εἰσὶ δὲ τῇ ἀληθείᾳ ἐναντίοι οἱ σύνδεσμοι
οἱ σύνδεσμοι(连接词,即μέν与δέ)为主语,ἐναντίοι(相反的)为表语形容词。承接前文括号中关于连词倾向引出不同词语的说明,得出结论:“但实际上这些连接词并不是[真正的]对立项”。
