← 佚名

亚里士多德《修辞学》佚名评注

§198.23-200.17

对立文体的结构与相反节句的对应

注解者结合伊索克拉底等人的诸多文例,阐释了亚里士多德《修辞学》卷三第9章(1410a1–23)中的对立文体(对句),说明相反节句如何对应相反归结,并解释了这种结构因其清晰度与类似三段论的推论过程而令听者悦服的原因。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.1.9#4

[1410 a 1] οἷον ‘ἀμφοτέρους ὤνησαν οἱ πρὸς βαρβάρους στρατευσάμενοι, τούς τε μείναντας καὶ καταλειφθέντας οἴκοι καὶ τοὺς ἀκολουθήσαντας αὐτοῖς’· ἰδοὺ δύο κῶλα ἔχοντα ἐναντία τό τε καταλειφθῆναι καὶ τὸ ἀκολουθῆσαι, ἑκάστῳ δὲ κώλῳ οἰκεία καὶ κατάλληλος ἀπεδόθη ἀπόδοσις· [a 2] ‘τοῖς μὲν γὰρ ἤτοι τοῖς ἀκολουθήσασι προσεγένετο τὸ προσκτήσασθαι οἴκοι πλείω ὡς ἐκ τοῦ πολέμου πολλὰ κερδήσασι, τοῖς δὲ ἤτοι τοῖς ἀπομείνασι κατέλιπον τὴν οἴκοι ἔξοδον γενομένην ἀνενδεῆ καὶ αὐτάρκη ἤτοι καὶ τοῖς ἀπομείνασι κατέλιπον εἰς διοίκησιν πολλά’, καὶ ἀποδόσεις ἤτοι τὸ πλεῖον καὶ ἀνενδεὲς καὶ ἱκανὸν ἐναντία εἰσίν· εἰ τῷ ἐναντίῳ δὲ κώλῳ ἀπεδόθη τὸ ἐναντίον, καὶ τῷ ἐναντίῳ δὲ κώλῳ ἀποδοθήσεται τὸ ἐναντίον. πάλιν ἄλλο παράδειγμα· [a 5] ‘καὶ τοῖς χρημάτων δεομένοις’, ἓν κῶλον, ‘καὶ τοῖς ἀπολαῦσαι βουλομένοις’, ἕτερον κῶλον ἐναντίον τῷ προτέρῳ κώλῳ· ἡ γὰρ ἀπόλαυσις τῇ κτήσει ἀντίκειται· τούτοις τοῖς δυσὶ κώλοις ἀπεδόθη ἀπόδοσις. ἄλλο παράδειγμα· [a 6] ‘πολλάκις συμβαίνει ἐν ταῖς πόλεσι ταύταις τοὺς φρονίμους ἀτυχεῖν’, ἓν κῶλον, ‘καὶ τοὺς ἄφρονας κατορθοῦν’ ἤτοι εὐτυχεῖν, ἄλλο κῶλον ἐναντίον· ἐναντία γὰρ τὸ εὐτυχεῖν καὶ ἀτυχεῖν· τούτοις ἀπεδόθη μία ἀπόδοσις. ἄλλο παράδειγμα· [a 8] ‘εὐθὺς ἠξιώθησαν τῶν ἀριστείων ἤτοι βραβείων, οὐ πολὺ δὲ ὕστερον καὶ τὴν ἀρχὴν τῆς θαλάσσης ἔλαβον’· ἐναντία ταῦτα τὰ ‘ἡ μὲν γὰρ ἠξιώθησαν δωρεῶν, φαίνονται ὅτι ἐνδεεῖς ἦσαν’, ‘ἡ δὲ ἐξουσίαν τῆς θαλάσσης ἔλαβον, εἰσὶν ἀνενδεεῖς’.1 ἄλλο· [a 10] ‘καὶ πλεύσας μὲν ὁ Ξέρξης διὰ τῆς ἠπείρου, πεζεύσας δὲ διὰ τῆς θαλάσσης’· ἐναντίον τὸ πεζεῦσαι τῷ πλεῦσαι· ἀπόδοσις πρὸς μὲν τὸ πεζεῦσαι τὸ ζεῦξαι τὸν Ἑλλήσποντον, πρὸς δὲ τὸ πλεῦσαι τὸ διορύξαι τὸν Ἄθων, ἐναντία δὲ τὸ διορύττειν καὶ τὸ ζευγνύειν. ἄλλο· [a 12] ‘καὶ οἱ μὲν πολῖται ἐστερήθησαν καὶ ἐξωρίσθησαν τῆς πόλεως νόμῳ καὶ ψήφῳ τυραννικῇ’. [a 13] ‘οἱ μὲν γὰρ τῶν πολιτῶν κακῶς ἀπώλοντο, οἱ δὲ αἰσχρῶς ἐσώθησαν’ ἤτοι ἔφυγον. “ἔτι δὲ κοινῆς τῆς πατρίδος οὔσης τοὺς μὲν τυραννεῖν τοὺς δὲ μετοικεῖν καὶ φύσει πολίτας ὄντας”. “ὁρῶσα δὲ περὶ τὰς ἄλλας πράξεις οὕτω ταραχώδεις οὔσας τὰς τύχας, ὥστε πολλάκις ἐν ταύταις”. “καὶ πρὸς ἅπαντας τοὺς κινδύνους διενεγκόντες εὐθὺς μὲν τῶν ἀριστείων ἠξιώθησαν”· τοῦ Παναθηναϊκοῦ τοῦ Ἰσοκράτους ἑπόμενον· λείπει δέ, ὅτι πρὸς εἰδότας, ὅτι τὰς μὲν τῶν σωμάτων εὐτυχίας οὕτω μεγάλων δωρεῶν ἠξίωσαν,2 τοῖς δὲ ὑπὲρ τῶν κοινῶν ἰδίᾳ πονήσασι καὶ τὰς αὑτῶν ψυχὰς οὕτω παρασκευάσασιν, ὥστε καὶ τοὺς ἄλλους ὠφελεῖν δύνασθαι τούτους, τοῖς μὲν πλείω ἐπόρισαν, τοῖς δὲ ἀσφαλῶς ἔχειν τὰ προσόντα δεδώκασιν. ἄλλο· [a 14] ‘καὶ ἰδίᾳ μὲν τοῖς βαρβάροις χρῆσθαι ἱκέταις, κοινῇ δὲ πολλοὺς τῶν συμμάχων περιορᾶν δουλεύοντας’. ἄτοπον γάρ φησιν· ἰδίᾳ μὲν ἱκετεύουσι τοῖς βαρβάροις ὑπείκομεν, κοινῇ δὲ τοὺς συμμάχους περιορῶμεν καὶ μὴ βοηθοῦμεν αὐτοῖς. ἐνταῦθα ἐναντίον τὸ δέχεσθαι τοὺς ἱκέτας καὶ τὸ περιορᾶν. πάλιν ἄλλο· [a 16] ‘οὕτως ἐστράτευσαν εἰς τοὺς πολεμίους, ὥστε ἢ ζῶντας αἰχμαλώτους ἄξειν αὐτοὺς ἢ σφάξαι καὶ καταλεῖψαι τελευτήσαντας’. [a 17] ὁ Πειθόλαος καὶ ὁ Λυκόφρων ῥήτορες. οὗτοι δὲ οἱ τῆς πατρίδος προδόται οἴκοι μὲν ὄντες καὶ ἐν τῇ πατρίδι ἐπώλουν ἡμᾶς, ἐλθόντες δὲ εἰς ἡμᾶς ἐώνηνται καὶ ἠγοράσθησαν παρ’ ἡμῶν κρατηθέντες παρὰ τῶν πολεμίων’· ἢ καὶ οὕτως ‘οἴκοι μὲν καθήμενοι οἱ ῥήτορες πωλοῦσιν ἡμᾶς, ἐλθόντες δὲ εἰς ἡμᾶς ἐώνηνται παρ’ ἡμῶν· διδόαμεν γὰρ αὐτοῖς χρήματα καὶ ἀγοράζομεν αὐτούς, ἵνα μὴ εἴπωσι τὰ λυσιτελοῦντα τῇ πόλει’. [a 19] ἅπαντα γὰρ ταῦτα τὰ ῥηθέντα παραδείγματα ποιοῦσι τὸ εἰρημένον ἤτοι τὸ τοῖς ἐναντίοις κώλοις ἀποδίδοσθαι ἑκάστῳ κώλῳ καὶ ἀπόδοσιν κατάλληλον, ἵνα ᾖ, εἰ τὸ ἐναντίον τῷ ἐναντίῳ, καὶ τὸ ἐναντίον τῷ ἐναντίῳ. ἡ τοιαύτη δὲ λέξις ἡ ἀντικειμένη ἤτοι ἡ ἔχουσα ἐν τοῖς διττοῖς κώλοις τὰ ἀντικείμενά ἐστιν ἡμῖν ἡδεῖα, διότι τὰ ἐναντία παράλληλα κείμενα γνωριμώτερα μᾶλλον γίνεται καὶ ὅτι ἔοικε συλλογισμῷ· εἰ γὰρ τῷ ἐναντίῳ ἐστὶ τὸ ἐναντίον ἀπόδοσις, συλλογίζεται ὁ ἀκροατής, καὶ τὸ ἐναντίον ἔσται ἀπόδοσις τοῦ ἑτέρου κώλου τοῦ ἐναντίου.

[1410 a 1] 例如,“向蛮族出征的人使双方皆蒙其利,既有留守家园的人,也有跟随他们的人”。看,这两个节句包含着相反的事物,即留守与跟随,并且为每个节句都给出了固有而适合的归结;[a 2] “因为对于前者,即跟随的人,由于在战争中获利颇丰,在家中增添了更多的财物,而对于后者,即留守的人,他们留下了在家中变得充裕而自足的开支,亦即也为留守者留下了充裕的管理资财”,而归结项——即“更多”与“充裕且充足”——是相反的;如果向相反的节句给出了相反的归结,那么向另一相反的节句也将给出相反的归结。再举一例: [a 5] “既向缺乏资财者”,这是一个节句,“又向意欲享受者”,这是与前一节句相反的另一节句;因为享受与占有是对立的;向这两个节句给出了归结。另一例: [a 6] “在这些城邦中,往往发生明智者遭遇不幸”,这是一个节句,“而愚昧者取得成功”,即享获幸运,这是另一相反的节句;因为享获幸运与遭遇不幸是相反的;向这些节句给出了一个单一的归结。另一例: [a 8] “他们随即被认为配享英勇奖赏,即奖品,不久之后也获得了制海权”;这些是相反的,即“一方面因其被认为配得赏赐,显见他们曾有所匮乏”,“另一方面因其获得了海上权柄,他们便不再匮乏”。另一例: [a 10] “而且薛西斯一方面航行穿过大陆,另一方面徒步行军穿过海洋”;徒步行军与航行是相反的;对于徒步行军的归结是在赫勒斯滂架桥,对于航行的归结是开凿阿索斯山,而开凿与架桥是相反的。另一例: [a 12] “公民们一方面依法令和僭主的表决被剥夺城邦并遭放逐”。 [a 13] “因为公民中一部分人悲惨地丧生,另一部分人则可耻地保全”,即逃亡了。“此外,在祖国本为共有之时,一部分人施行僭主统治,另一部分人本为天生公民却沦为侨民”。“看到关于其他事务的运气是如此动荡,以致常常在这些事务中……”“并且在所有危险面前皆表现卓异,因而随即被认为配享英勇奖赏”;这是顺承伊索克拉底的《泛雅典娜节献辞》;所省略的是“对知情者而言”,即他们认为身体的幸运配得上如此巨大的赏赐,而对于那些为了公共利益独自劳作、并以此锻炼自己的心灵使之也能造福他人的人,向一方提供了更多的财富,向另一方则赋予了安全保有已有之物的权利。另一例: [a 14] “在私下里将蛮族当作乞求者对待,在公开场合却坐视许多盟友沦为奴隶”。他说这是荒谬的;因为私下里我们向乞求的蛮族屈服,公开场合却坐视盟友而不加援助。在这里,接纳乞求者与坐视不管是对立的。再举一例: [a 16] “他们如此向敌人出征,以至于要么生擒他们作为俘虏,要么将其斩杀而弃尸”。 [a 17] 演说家佩托拉奥斯与吕科弗隆。“这些祖国的叛徒,当他们在家乡和祖国时出卖了我们,而来到我们这里后,作为被敌人俘获的人,却被我们买下并购得”;或者也可以这样:“演说家们安坐家中时出卖我们,来到我们这里后则被我们买下;因为我们给他们金钱买通他们,免得他们说出有利于城邦的话”。 [a 19] 因为所有这些被提及的例子都实现了上述的效果,即向相反的节句中每个节句都给出适合的归结,以使得若相反的归结对应相反的节句,则另一相反的归结也对应相反的节句。这种对立的言辞——即在两个节句中包含对立项的言辞——对我们而言是悦人的,因为相反之物并置在一起会变得更加清晰易晓,而且它类似于推论;因为听者推论道:如果向相反的节句给出了相反的归结,那么相反的项也必将成为另一相反节句的归结。

语法注2 条
  1. 3.1.9ἐναντία ταῦτα τὰ ‘ἡ μὲν γὰρ ἠξιώθησαν δωρεῶν, φαίνονται ὅτι ἐνδεεῖς ἦσαν’, ‘ἡ δὲ ἐξουσίαν τῆς θαλάσσης ἔλαβον, εἰσὶν ἀνενδεεῖς’

    此处的 ἡ μέν ... ἡ δέ 作副词性用法(相当于 ᾗ μέν ... ᾗ δέ),表示“一方面……另一方面……”,引导所引文句的对照视角。被中性复数定冠词 τά 名词化的两个引语与中性复数主语 ταῦτα 构成同位语(ἐναντία 作表语)。

  2. 3.1.9λείπει δέ, ὅτι πρὸς εἰδότας, ὅτι τὰς μὲν τῶν σωμάτων εὐτυχίας οὕτω μεγάλων δωρεῶν ἠξίωσαν

    λείπει(“缺少了……”)的主语是为引文补充的省略成分。第一个 ὅτι 是引导所缺文句的连词(“即……”),其后的 πρὸς εἰδότας(“对知情者而言”)进而统领第二个 ὅτι 引导的说明伊索克拉底原文主旨的从句。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4026.tlg001.humanitext-grc1:198.23-200.17