- 底本
- Anonymus, In Aristotelis artem rhetoricam commentarium. Commentaria in Aristotelem Graeca XXI.2, ed. H. Rabe, Berlin: Reimer 1896, pp. 1-262. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4026.tlg001.humanitext-grc1:19.11-20.22
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
本节依据亚里士多德《修辞学》第1卷第5章(1361b23–1362a9),阐述五项全能运动员的构成要素、良好老年的定义与成立条件,以及技艺与运气带来的幸运之具体事例。
φαίνεται δὲ λέγων, τίς ὁ πένταθλος, ἐκ τοῦ εἰπεῖν οὕτως, [b 23] ὅτι ὁ μὲν δυνάμενος τὰ σκέλη ῥιπτεῖν δρομικός, πρῶτον εἶδος τοῦ πεντάθλου, ὁ δὲ θλίβειν καὶ κατέχειν παλαιστικός, δεύτερον, τρίτον ὁ ὦσαι τῇ πληγῇ πληκτικός, τέταρτον δὲ ὁ ἀμφοτέροις τούτοις, τῷ καὶ παλαίειν καὶ πλήττειν, παγκρατιαστικός, ὁ δὲ πᾶσι τοῖς ῥηθεῖσιν ἐνευδοκιμῶν, τῷ τρέχειν, τῷ θλίβειν καὶ κατέχειν, τῷ ὠθεῖν καὶ πλήσσειν, καὶ μέγεθος ἔχειν καὶ ἰσχὺν καὶ τὰ ἄλλα, πένταθλος. [b 26] εὐγηρία δὲ βραδυτὴς γήρως μετὰ ἀλυπίας· εἰ γὰρ ταχὺ γηράσκει, δεινόν, μαραινομένης τῆς ἀκμῆς πρὸ τῆς ὥρας· εἰ δὲ βραδέως μὲν γηράσκει τις, ἐπιπόνως δέ, καὶ τοῦτο χαλεπώτατον, οἷον εἰ ὀφθαλμιᾷ, εἰ τετρεμαίνει, εἰ παραληρεῖ, εἰ κωφεύει. [b 28] ἔστι δὲ εὐγηρία καὶ ἐκ τῶν τοῦ σώματος ἀρετῶν, εἰ ἰσχυρόν ἐστι τὸ σῶμα καὶ ἀνένδοτον πρὸς τὰ τοῦ γήρως κακὰ καὶ τὴν ψυχρότητα καὶ τὸ θάλπος, καὶ ἐκ τῆς τύχης ἤτοι τῶν τυχηρῶν ἀγαθῶν· εὐγηρία γὰρ τὸ ἔχειν τὰ ζωαρκῆ καὶ χρειώδη καὶ τὰ πρὸς ἀνάπαυσιν καὶ τὰ πρὸς τιμήν. [b 29] μὴ ἄνοσος γὰρ ὢν μηδὲ ἰσχυρὸς ἐν τοῖς ἀναγκαίοις καὶ χρειώδεσι πόνοις οὐκ ἔσται ἀπαθὴς οὐδ’ ἄλυπος οὐδὲ πολυχρόνιος, ἐφ’ ᾧ χρήζει τῶν τοῦ σώματος ἀρετῶν,1 οὔτε ἂν εὐτυχὴς διαμένοι μὴ τοῖς ἀπὸ τύχης ἀγαθοῖς καὶ τοῖς ἐκτὸς ὀργανικοῖς βοηθούμενος χρήμασι καὶ κτήμασι καὶ πλήθει φίλων. [b 31] ἔστι δὲ καὶ ἄλλη μακροβιότης οἷον εὐγηρία, χωρὶς μέντοι ἰσχύος καὶ ὑγείας καὶ τῶν τοῦ σώματος ἀρετῶν· πλὴν τί τὸ κέρδος, εἰ μακρόβιος ὤν τις νοσώδης ἐστὶ καὶ περίλυπος καὶ πόνους τοὺς ἀναγκαίους οὐ φέρων μηδὲ ταῖς φυσικαῖς λειτουργίαις ὑπουργῆσαι δυνάμενος; [b 39] εὐτυχία δ’ ἐστὶν ἐκεῖνα τὰ ἀγαθά, ὧν ἡ τύχη αἰτία, ἢ πάντων ἢ τῶν γε πλειόνων. τίνων δὲ αἰτία ἡ τύχη; [1362 a 2] ἐνίων μὲν καὶ ὧν αἱ τέχναι, οἷον εἰ τῆς κεφαλῆς πληρωθείσης αἵματος, ὃ βάρος τοῖς ὀφθαλμοῖς ἐνεποίει καὶ τύφλωσιν, καταπεσὼν ἢ προσράξας τις νέος τὴν κεφαλὴν ἢ τὴν ῥῖνα ἐκένωσε τὸ αἴτιον καὶ ὀπτικὸς ἐφάνη καὶ ἀνάλγητος τὴν κεφαλήν, εὐτυχὴς ἂν ὁ παῖς ἐκεῖνος· τούτου δὲ τέχνη ἡ ἰατρική. πάλιν τις πυρέττων κατὰ τύχην ὕδωρ πιὼν ἢ οἶνον ἀνθοσμίαν ἔπαυσε τὸν πυρετόν. τούτων ἡ τύχη αἰτία. [a 3] πολλῶν δὲ καὶ ἀτέχνων, ὧν οὐχὶ τέχνη προΐσταταί τις, ἀγαθῶν ἡ τύχη αἰτία γίνεται, οἷον πολλῶν δυσειδῶν καὶ μελάνων τεχθέντων εἷς κάλλιστος ἐτέχθη· τοῦτο γὰρ δηλοῖ τὸ ὅσων ἡ φύσις, ἐνδέχεται δὲ καὶ παρὰ τὴν φύσιν εἶναι·2 αἰτία μὲν γὰρ ἡ φύσις τῶν δυσειδῶν, ἐνδέχεται δὲ καὶ μὴ δυσειδὲς γενέσθαι· ἔστι γὰρ τοιούτων παραλόγων ἀγαθῶν ἢ κακῶν ἡ τύχη αἰτία· ἡ γὰρ καλὰ τίκτουσά τις γυνὴ παρὰ φύσιν καὶ τὸν λόγον δυσειδὲς ἔτεκεν ἢ τοὐναντίον δύσμορφα καὶ τερατώδη τίκτουσα κάλλιστον καὶ ὡραῖον ἐκυοφόρησεν. [a 6] ἢ τυχηρόν ἐστιν, ἐφ’ ᾧ καὶ φθόνος, ἡνίκα ἄλλοι μὲν οὐκ εἶδον τὸν θησαυρόν, εἷς δὲ ἐκείνων εὗρεν, ἢ εἰ τῶν ἀδελφῶν ἐφεστώτων ἢ τῶν γειτόνων ἢ ἄλλου τινὸς τοῦ μὲν πλησίον αὐτοῦ ὄντος τὸ βέλος ἔτυχε καὶ ἔτρωσεν, αὐτὸν δὲ μή· ἢ εὐτυχής τίς ἐστιν, εἰ ἔθος εἶχε φοιτᾶν εἰς τὸ θέατρον ἀεί, ἐν δὲ ἡμέρᾳ τινὶ αὐτὸς μὲν οὐκ ἀπῆλθεν, οἱ δὲ ἀδελφοί, οἳ καὶ στάσεως γενομένης ἐφθάρησαν. ἰσχὺς οὖν ἐστιν, ἵνα πάλιν εἴπωμεν, δύναμις τοῦ κινεῖν ἕτερον καθ’ ἕλξιν, ὤθησιν, πίεσιν, σύνθλιψιν. μέγεθος δέ ἐστιν αὖθις ὑπεροχὴ κατὰ μῆκος, πλάτος, βάθος.
他通过如此言说,似乎表明了谁是五项全能运动员:[b 23] 即能够甩动双腿的人是奔跑者(五项全能运动员的第一种),能够压制并按住对手的人是角力者(第二种),能够通过打击进行推挤的人是拳击者(第三种),兼具这两者、既能角力又能打击的人是全能格斗者(第四种),而在所有上述事项中皆表现杰出的人——在奔跑、压制与按住、推挤与打击方面,并拥有身材高大、力量以及其他素质的人——才是五项全能运动员。[b 26] 良好的老年是指衰老的迟缓并伴随着免于痛苦;因为如果一个人衰老得很快,那是可怕的,盛年未到时辰便已枯萎;但若一个人衰老得虽慢却痛苦重重,这也是最难以忍受的,例如患眼疾、发抖、胡言乱语、耳聋。[b 28] 良好的老年既源于身体的美德(如果身体强健且对老年的祸患以及严寒酷暑不屈服),也源于运气即运气带来的善事;因为良好的老年在于拥有自给自足之物、必需之物、休息之物以及尊荣之物。[b 29] 因为若非无病无灾,在必要与必需的劳苦中也不强健,一个人就不会免受病痛,也不会免于痛苦,更不会长寿,因此一个人需要身体的美德;若没有来自运气的善事以及外在的工具性手段——金钱、财产和众多朋友——的协助,他也无法保持幸运。[b 31] 还有另一种看似良好老年的长寿,然而缺乏力量、健康与身体的美德;但是,如果一个人虽长寿却多病且满怀痛苦,无法承受必要的劳苦,甚至不能顺应自然的生理机能,这又有什么益处呢?[b 39] 幸运是指那些运气作为其原因的善事,或者是全部,或者至少是绝大部分。那么运气是哪些事物的原因呢?[1362 a 2] 对于某些事物而言,它也是各门技艺作为原因的事物之原因;例如,当头部充满淤血,对眼睛造成沉重压迫乃至失明时,一个青年跌倒或撞击了头部或鼻子,从而排出了致病的因由,重见光明且头部不再疼痛,那么那个少年便是幸运的;而掌管此事的技艺乃是医术。又如,某人发烧,偶然饮用了水或醇香的葡萄酒便退了烧。运气就是这些事情的原因。[a 3] 运气也成为许多无技艺管辖的善事的原因;例如,在出生了许多相貌丑陋、皮肤黝黑的孩子之后,出生了一个极美的孩子。因为“凡以自然为原因的事物,但也有可能违反自然而存在”这句话指的就是这一点。因为自然固然是丑陋者的原因,但也可能不生成丑陋者;因为运气就是此类违背常理的善事或恶事的原因;生下美丽孩子的妇女违反自然和常理生下了丑陋的孩子,或者反过来,生下畸形怪胎的妇女生育了一个极美且端庄的孩子。[a 6] 抑或,招致嫉妒的幸运是指:当其他人没有看见宝藏,而他们中的一人却找到了它;或者当兄弟们、邻居们或其他某人站在旁边时,箭矢击中并伤及身旁之人,却没有伤到他本人;或者某人习惯总是前往剧场,但在某一天他自己没有去,他的兄弟们去了,并在发生暴乱时丧命,那么这个人就是幸运的。因此,再次重申,力量是指通过拉、推、压、挤来移动他者的能力。而身材高大,再次重申,是指在长度、宽度和厚度上的超出。
- 1.0.5ἐφ’ ᾧ χρήζει τῶν τοῦ σώματος ἀρετῶν
ἐφ' ᾧ 用作表示因果或结果的连词性短语(“为此”、“因此”),承接前文“若非无病且强健便不能免除痛苦或长寿”这一推论,引出需要身体美德的依据。
- 1.0.5τὸ ὅσων ἡ φύσις, ἐνδέχεται δὲ καὶ παρὰ τὴν φύσιν εἶναι
中性单数定冠词 τό 将其后接的整个引文分句(亚里士多德 1362a3 处的原话)名词化,作为动词 δηλοῖ 的主语。
