- 底本
- Anonymus, In Aristotelis artem rhetoricam commentarium. Commentaria in Aristotelem Graeca XXI.2, ed. H. Rabe, Berlin: Reimer 1896, pp. 1-262. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4026.tlg001.humanitext-grc1:197.1-198.23
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
本节注解亚里士多德《修辞学》卷三第9章(1409b15–35),分析了过短的节句(尻尾短缩的节句)与过长的节句如何导致朗读者和听众跌跤碰壁,解释了将过长周期句比作诗歌引子的论点,并详细阐明了呼应段、分割式及对立式文体的定义。
ἢ τὸ διῃρημένον ἤτοι βραχεῖα καὶ οὐχὶ ἀπέραντον καὶ μακρὸν ἔχει τὸ κῶλον, ὡς μὴ ἐξαρκεῖν τὸ πνεῦμα τοῦ ἀναγινώσκοντος ἄχρι τοῦ τέλους τοῦ κώλου. [b 16] κῶλον δέ ἐστι τὸ ἓν μόριον αὐτῆς· δυσὶ γὰρ κώλοις περατοῦται ἡ περίοδος. [b 10] “Καλυδὼν μὲν ἥδε γαῖα.” τοῦ Εὐριπίδου ἐστί· κεῖται δὲ ἐν τῷ Μελεάγρῳ “ἐν ἀντιπόρθμοις πάντ’ ἔχουσιν εὐδαιμονίαν· Οἰνεὺς δ’ ἀνάσσει τῆσδε γῆς Αἰτωλίας, Πορθάονος παῖς, ὅς ποτ’ Ἀλθαίαν γαμεῖ, Λήδης ὅμαιμον, Θεστίου δὲ παρθένον”. ἢ τὸ [b 15] μὴ ἐν διαιρέσει νοεῖται οὕτως, ὥστε ἀναπνεῖν καὶ μὴ πληρουμένης τῆς διανοίας διὰ τὸ διαιρῆσαι τὸ κῶλον μεταξύ. [b 18] μυούρους ἤτοι πάνυ μικρούς, οἷον εἴ εἰσι τρισύλλαβοι ἢ τετρασύλλαβοι. τὸ μὲν γὰρ μικρὸν πάνυ ποιεῖ τὸν ἀκροατὴν πολλάκις προσπταίειν καὶ προσκρούειν· ἡ γὰρ τάσις τῆς φωνῆς τοῦ λέγοντος ἔχουσα ἔτι ὁρμὴν ἀνακόπτεται καὶ ἀναχαιτίζεται καὶ ἵσταται καὶ ἠρεμεῖ καὶ πάλιν ὁρμήσασα ἀνακόπτεται καὶ ἠρεμεῖ διὰ βραχυκωλίαν· ὅταν γὰρ ὁ ῥήτωρ ἔχων τάσιν ἐν τῷ ἀναγινώσκειν ὁρμῶν ἐπὶ τὸ πόρρω ἔτι καὶ τὸ μέτρον διὰ τὸ προσδοκᾶν εἶναι τὸ κῶλον σχοινοτενὲς ἀντισπασθῇ καὶ ἀντικρουσθῇ ἀπὸ τῆς πρόσω ὁρμῆς παυσαμένου τοῦ ὅρου, οὗ ἔχει τὸ κῶλον ἐν ἑαυτῷ,1 ἀνάγκη προσπταίειν διὰ τὴν ἀνάκρουσιν καὶ ἀναχαίτισιν τῆς τάσεως τῆς φωνῆς τὸν ἀναγινώσκοντα ῥήτορα, οἷά εἰσι τὰ τοιαῦτα κῶλα ‘προσέβαλεν ὁ ἀνήρ· συνεκροτήθη ὁ πόλεμος’. [b 22] εἴ δὲ μακρά εἰσι τὰ κῶλα καὶ σχοινοτενῆ, ποιεῖ τὸν ῥήτορα τὸν ἀναγινώσκοντα ἀπολείπεσθαι τῆς ἀποδόσεως καὶ στίζειν καὶ ἀναπνεῖν καὶ ταῦτα τῆς ἀποδόσεως μήπω ἀποδοθείσης, οἷον λέγω ‘ἔμελλεν ἄρα πολλὰς ἡμῖν ὑποθέσεις τῶν λόγων ἀεὶ προτιθεὶς ὁ μέγας Βασίλειος· καὶ γὰρ ἐφιλοτιμεῖτο τοῖς ἑαυτοῦ λόγοις ὡς οὔπω τις τῶν πάντων οὐδείς’, διὰ τὴν μακροκωλίαν οἴεται εἰς τὸ οὐδείς ἀποδίδοσθαι τὸν λόγον καὶ διὰ τοῦτο στίζει καὶ ἠρεμεῖ ἐν αὐτῷ κἀντεῦθεν τῆς κυρίας ἀποδόσεως ἀπολείπεται, ὥσπερ καὶ ὁ κάμπτων ἔξω τοῦ τέρματος ἀπολείπει τοὺς συντρέχοντας αὐτῷ, ἅτε ἄλλην βαδίζων ὁδόν. μονόκωλος δὲ περίοδός ἐστιν αὕτη ‘ἐπ’ οὐδενὸς οὖν τῶν ἁπάντων οὐκ ἔστιν ἐφ’ ὅτῳ οὐχὶ τῶν ἁπάντων’. [b 25] αἱ δὲ περίοδοι αἱ μακραί, οἷον ‘ὁ γὰρ οἷς ἂν ἐγὼ ληφθείην ταῦτα πράττων καὶ πολέμους ἀνεγείρων καὶ συκοφάντας συνιστῶν’, ἡ τοιαύτη οὖν σχοινοτενὴς περίοδός ἐστι λόγος καὶ ἔοικεν ἀναβολῇ ἤτοι τῇ διὰ μακροῦ ἀποδόσει. [b 27] ποιήσαντα ἤτοι ποιητικῶς ποιήσαντα ἀναβολὰς ἤτοι διὰ μακροῦ ἀποδόσεις ἀντὶ τῶν ἀντιστρόφων ἤτοι τῶν μικρῶν καὶ συνεστραμμένων περιόδων. ἀντίστροφα λέγονται τὰ δύο κῶλα τῆς περιόδου, διότι στρέφονται περὶ τὰ ἴσα· καὶ τὸ κῶλον γὰρ τῆς ἀρχῆς καὶ τὸ κῶλον τῆς ἀποδόσεως ἄμφω εἰσὶ μικρά. [b 29] ἡ δὲ μακρὰ ἀναβολὴ ἤτοι ἡ διὰ μακροῦ ἀπόδοσις κακία ἐστὶ τοῦ ποιήσαντος αὐτήν, ἤτοι κακίζεται δὲ ὁ ποιήσας μακρὰν ἀπόδοσιν. εὗρον καὶ σχόλιον οὕτως ἑρμήνευον αὐτήν· ἡ δὲ μακρὰ ἀναβολὴ ἤτοι ἡ δὲ κακὴ βουλὴ τῷ ποιήσαντι καὶ τῷ βουληθέντι ἐστὶ κακίστη. [b 30] ἁρμόττει γοῦν τὸ τοιοῦτον ἤτοι τὸ προσπταίειν τὸν λέγοντα ἤτοι τὸν ἀκροατὴν καὶ εἰς τὴν μακροκωλίαν· φθάνουσι γὰρ πρὸ τῆς ἀποδόσεως στίζοντες οἰόμενοι ἐνταῦθα εἶναι καὶ τὴν ἀπόδοσιν, ἔνθα καὶ στίζουσιν· αἱ γὰρ λίαν μικραὶ περίοδοι ποιοῦσι τὸν ἀκροατὴν προπετῆ ἤτοι προσπίπτοντα καὶ προσκρούοντα· καὶ γὰρ ὁ ἀκροατὴς ἔχων τὸν νοῦν τεταμένον ἔτι πόρρω διὰ τὸ οἴεσθαι ἐπὶ πλέον τὴν ἔννοιαν τείνεσθαι ἀναχαιτίζεται τῆς πορρωτέρω νοήσεως διὰ τὸ ἄγαν βραχύκωλον τῆς περιόδου. [b 33] διῃρημένη δὲ λέξις ἐστὶν ἐν ταῖς περιόδοις, ὅταν ἡ ἐν τῷ ἑνὶ κώλῳ λέξις ἄλλην ἀπαρτίζῃ διάνοιαν καὶ ἡ ἐν τῷ ἑτέρῳ κώλῳ λέξις ἄλλην· καὶ γὰρ τὸ γυμνικοὺς ἀγῶνας καταστησάντων ἄλλην ἀπαρτίζει διάνοιαν. [b 35] ἀντικειμένη δὲ λέξις ἐστίν, ὅταν τῶν δύο κώλων ἐναντίων ὄντων πρὸς ἄλληλα ἢ μία ἀπόδοσις ἀποδίδοται ἢ ἑκάστῳ κώλῳ ἤτοι κατάλληλος ἑκάστῳ κώλῳ σύγκειται ἤτοι ἀποδίδοται ἀπόδοσις. τὸ ἐπέζευκται ἀντὶ τοῦ ἀποδίδοται.2
或者,“分割开的”是指它是短小的,并不拥有漫长无际以致朗读者的气息不足以支撑到节句末尾的节句。 [b 16]而节句是它(周期句)的一个部分;因为周期句是由两个节句所限制的。 [b 10] “这片土地固然是卡吕冬”出自欧里庇得斯;它见于《墨勒阿革洛斯》:“对岸之人凡事皆享福祉;而波耳托翁之子俄纽斯统治着这片埃托利亚之地,他曾娶勒达之妹、忒斯提奥斯之女阿尔泰亚为妻”。或者,[b 15] “不在分割中”是这样理解的:即使思想尚未圆满,也由于在中间分割节句而换气。 [b 18] “尻尾短缩的”,即极其短小的,例如仅有三个或四个音节的情况。因为极其短小的东西往往使听者跌跤和碰壁;因为说话者声音的气势虽仍保有冲劲,却因节句短小而受阻、被勒住、停顿并休憩,再次冲出后又受阻而休憩;因为当演说家在朗读中保持气势,因预料节句是延展的而仍向更远处及节奏尺度冲去时,一旦节句自身所具有的界限终止,便从前冲的势头中被向后拉扯并受击,朗读的演说家必然因声音气势的反冲与勒止而跌跤,诸如此类的节句如:“那人进攻了;战争爆发了”。 [b 22]然而,若节句漫长而延展,则会使朗读的演说家落后于归结,并在归结尚未给出时便断句换气;例如我说:“伟大的巴西尔总是为我们提出诸多讲论的主题,终究将要……因为他为自己的讲论所倾注的热忱是以往任何人都不曾有过的”,由于节句的漫长,他以为言辞在“任何人”处就已经归结,因此在那里断句休憩,从而脱离了原本的归结,正如绕过弯道标志线外侧的人由于走了另一条路而撇下与他同跑的人一样。而单节句周期句是这样的:“因此在所有事物中,无一事物不是在其中……”。 [b 25]而漫长的周期句,例如“凡行使我赖以被捕之事、挑起战争并网罗诬告者的人”,这种延展的周期句便是言论,类似于引子,亦即经由漫长延迟的归结。 [b 27] “作出者”,即以诗的方式作出了引子(即经由漫长延迟的归结),以代替呼应段(即短小紧凑的周期句)。周期句的两个节句被称为呼应段,是因为它们围绕均等之物而转折;因为起点的节句和归结的节句两者皆短小。 [b 29] “而漫长的引子”,即经由漫长延迟的归结,是作出它的人之过失;也就是说,作出漫长归结的人受到责难。我也发现有注解这样解释它:“漫长的引子”,即“恶谋对于策划者和图谋者而言乃是至恶”。 [b 30]无论如何,这类事情——即说话者或听者跌跤——也适用于节句的过长;因为他们在归结之前便抢先断句,以为在他们断句之处便有归结;因为过短的周期句会使听者仓促前倾,即跌跤碰壁;听者因以为意义会进一步延伸而将心神引向更远处,却因周期句节句的过短而从更远的理解中被勒回。 [b 33]周期句中的“分割开的言辞”,是指一个节句中的言辞完成一种思想,而另一个节句中的言辞完成另一种思想;因为“设立了体育竞技者”也完成了另一种思想。 [b 35]而“对立的言辞”是指,当两个节句彼此对立时,要么归结出一个单一的结论,要么为每个节句——即与每个节句相适合的结论——被结合在一起,亦即被归结。“被联结”是代替“被归结”。
- 3.1.9παυσαμένου τοῦ ὅρου, οὗ ἔχει τὸ κῶλον ἐν ἑαυτῷ
短语 παυσαμένου τοῦ ὅρου 是独立属格结构。关系代词 οὗ 受到先行词 ὅρου 的属格同化(牵引),在句法上充当动词 ἔχει 的直接宾语(相当于宾格 ὅν)。
- 3.1.9τὸ ἐπέζευκται ἀντὶ τοῦ ἀποδίδοται
这是注解者对亚里士多德正文(1409b36)中的动词 ἐπέζευκται(完成时被动态)所作的词义替换说明。冠词短语 ἀντὶ τοῦ ἀποδίδοται 意为“代替 ἀποδίδοται(被归结/给出)”,表明两者在此处的用法语义等价。
