← 佚名

亚里士多德《修辞学》佚名评注

§195.10-197.1

周期句的易记性及其结构形式

注解者论述了紧缩风格(周期句)因节奏短小而易于记忆和领会,强调周期句必须表达完整思想并避免因标点导致歧义,进而说明了周期句的两种形式(双节句与单节句)及其易于朗诵换气的特点。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.1.9#2

. εὐμαθὴς δέ ἐστιν ἡ κατεστραμμένη λέξις, διότι ἐστὶν εὐμνημόνευτος. [b 5] τοῦτο δὲ τὸ εἶναι εὐμνημόνευτον ἔχει,1 διότι ἔχει ἀριθμὸν βραχύτατον· μετρεῖται γὰρ τὸ κῶλον πέντε ἢ ἓξ ἢ ὀκτὼ συλλαβαῖς. αὕτη δὲ ἡ κατεστραμμένη λέξις καὶ περίοδός ἐστι καὶ ἐν περιόδοις θεωρεῖται· ἔχει γοῦν ἡ τοιαύτη λέξις ἀριθμὸν τὸ μέτρον ἐκεῖνο, ὃ πάντων ἐστὶν εὐμνημονευτότατον ἤτοι τὸ βραχύτατον μέτρον· τὰ γὰρ βραχέα καὶ ὧν τὸ κῶλον ἔχει ἓξ ἢ ἑπτὰ συλλαβὰς εὐμνημόνευτα μᾶλλον τῶν χύδην ἤτοι τῶν πεζῶν λόγων· ἡ γοῦν κατεστραμμένη λέξις ἀριθμὸν ἔχει, ἐν ᾧ μετρεῖται, καὶ οὐκ ἔστιν ἄπειρος ὡς ἡ εἰρομένη. [b 8] δεῖ δὲ τὴν περίοδον ἀπαρτίζειν διάνοιαν τελείαν, οἷά εἰσι καὶ τὰ τοῦ Σοφοκλέους ἰαμβεῖα· καὶ τὰ τοιαῦτα γὰρ περιοδικά εἰσι καὶ ἐν δυσὶ κώλοις ἢ ἑνὶ κώλῳ διάνοιαν ἀπαρτίζουσιν, ὡς τὸ ‘‘ἀεὶ 〈μὲν〉, ὦ παῖ Λαρτίου, δέδορκά σε πεῖράν τιν’ ἐχθρῶν ἁρπάσαι πειρώμενον.’’ τὰ δὲ τοῦ Εὐριπίδου ἰαμβεῖα εἰρομένην λέξιν ἔχουσι· μακρὰς γὰρ τὰς ἀποδόσεις ἔχουσιν, ὡς τὸ ‘‘ἥκω νεκρῶν κευθμῶνα’’. ἡ ὅλη γοῦν περίοδος ὀφείλει ἀπαρτίζειν διάνοιαν καὶ τὸ ὅλον κῶλον, μὴ μέντοι γε δὲ διακόπτεσθαι ταῖς στιγμαῖς, οἷά εἰσι τὰ κατὰ σύνθεσιν καὶ διαίρεσιν· καὶ ἐνταῦθα μὲν διαστίξαντες ἄλλην διάνοιαν ἀπαρτίσομεν, ἐνταῦθα δὲ διαστίξαντες ἄλλην, οἷόν ἐστι τὸ ‘γένοιτο, Ζεῦ, τὸν σῦν καταβαλεῖν ἐμέ,’ καὶ οἷόν ἐστι καὶ τὸ ‘‘Καλυδὼν 〈μὲν〉 ἥδε γαῖα Πελοπίας χθονός·’’ εἰ μὲν γὰρ στίξομεν εἰς τὸ ἥδε, νοεῖται, ὅτι αὕτη ἡ Καλυδών ἐστι γῆ, καὶ μέρος τῆς Πελοποννήσου, εἰ δὲ στίξομεν εἰς τὸ μέν, νοεῖται, ὅτι ἥδε ἡ γῆ τῆς Πελοποννήσου ἐστὶ Καλυδών, καὶ νοεῖται ἡ μὲν Καλυδὼν ὅλον, ἡ δὲ Πελοπόννησος μέρος τῆς Καλυδῶνος, ὡς τὰ ὅλα ὀνομάζεσθαι Καλυδών.2 [b 11] καὶ γὰρ ἐν τῷ διαιρεῖσθαι καὶ διακόπτεσθαι τὸ περιοδικὸν κῶλον ταῖς τοιαῖσδε ἢ ταῖς τοιαῖσδε στίξεσιν ἔστιν ὑπολαβεῖν τὸ ἐναντίον, ἤτοι ἄλλην διάνοιαν ἀπαρτίζει καὶ ἄλλην, ἀμφότεραι δὲ διάνοιαι αἱ ὑποσημαινόμεναι ταῖς τοιαῖσδε ἢ ταῖς τοιαῖσδε διαστίξεσίν εἰσιν ἐναντίαι· ὅπερ ἔστιν ἰδεῖν καὶ ἐπὶ τοῦ εἰρημένου κώλου, τὸ “Καλυδὼν ἥδε γαῖα”. ἐναντίας γὰρ παρεμφαίνει διανοίας ἡ ἄλλη καὶ ἄλλη διάστιξις, τὸ δὲ τοιοῦτον ἀσάφειαν μᾶλλον ποιεῖ· ὥστε τὸ κῶλον τὸ περιοδικόν, ὅπερ θεωρεῖται ἐν ταῖς κατεστραμμέναις λέξεσιν, οὐκ ὀφείλει εἶναι τοιοῦτον ὡς δύνασθαι διακόπτεσθαι ταῖς διαστίξεσιν, ἵν’, εἰ μὲν τοιῶσδε στίξομεν, ἄλλην ἀπαρτίζῃ διάνοιαν, εἰ δὲ τοιῶσδε, ἄλλην, ἀλλὰ δεῖ εἶναι ἀδιάκοπον καὶ μὴ δυνάμενον διαιρεῖσθαι, ὥστε τὴν αὐτὴν καὶ μίαν ἀπαρτίζειν διάνοιαν τὸ περιοδικὸν κῶλον. [b 13] ἡ δὲ περίοδός ἐστι διττή, ἡ μὲν θεωρουμένη ἐν δυσὶ κώλοις, ὡς τὸ μὲν ἓν κῶλον εἶναι ἀρχήν,3 τὸ δὲ ἕτερον ἀπόδοσιν, οἷόν ἐστιν ‘ὁ γὰρ οἷς ἂν ἐγὼ ληφθείην ταῦτα πράττων καὶ κατασκευάζων’, τοῦτο ἓν κῶλον καὶ ἀρχή, εἶτα τὸ ἕτερον κῶλον, ὅπερ ἐστὶν ἡ ἀπόδοσις, ‘οὗτός ἐστιν ὁ πολεμῶν, κἂν μήπω βάλλῃ μηδὲ τοξεύῃ’· ἡ δ’ ἑτέρα περίοδος ἡ μονόκωλος ἤτοι ἡ ἐν ἑνὶ κώλῳ τὴν διάνοιαν ἀπαρτίζουσά ἐστιν ἀφελὴς ἤτοι ἁπλουστέρα. [b 13] ἔστι δὲ ἐν τοῖς κώλοις τοῖς δυσὶ τῆς περιόδου λέξις ἡ τετελειωμένη ἤτοι ἡ ἀπαρτίζουσα καὶ τελειοῦσα διάνοιαν καὶ διῃρημένη ἤτοι σύντομος καὶ μὴ ἔχουσα τὸ κῶλον ἐκτεταμένον καὶ διῆκον ἐπὶ πολὺ καὶ εὐανάπνευστος· ἐπεὶ γὰρ μικρόν ἐστι τὸ κῶλον, δηλονότι καὶ εὐανάπνευστόν ἐστι διὰ τὴν βραχύτητα καὶ οὐ διὰ τὴν διαίρεσιν· ὅταν γὰρ ᾖ μακρὸν τὸ κῶλον, ὡς τὸ ‘ἔμελλεν ἄρα’, διὰ τὸ μὴ ἐξαρκεῖν τὸ πνεῦμα τοῦ ἀναγινώσκοντος ἄχρι τοῦ τέλους τοῦ κώλου διαιρεῖ τὸ κῶλον καὶ ἐν τῷ μεταξὺ ὑποστίζει καὶ ἀναπνεῖ. [b 16] ἀλλ’ ὅλη ἡ λέξις ἤτοι ὅλον τὸ κῶλον διὰ τὴν μικρότητά ἐστιν εὐανάπνευστον διὰ τὸ ἐξαρκεῖν τὸ πνεῦμα τοῦ ἀναγινώσκοντος εἰς τὸ ἀπνευστὶ διελθεῖν τὸ κῶλον, οἷόν ἐστιν ‘ὁ γὰρ οἷς ἂν ἐγὼ ληφθείην’. διῃρημένη· ἀπαρτίζει γὰρ μίαν διάνοιαν καὶ ἓν κῶλον, ὡς τὸ ‘οἷς ἂν ἐγὼ ληφθείην’, εἶτα λέγει καὶ τὴν ἀπόδοσιν, ‘οὗτος ἐμοὶ πολεμεῖ’, καὶ ἔχει καὶ ἡ ἀπόδοσις ἑτέραν διάνοιαν· ὥστε διῄρηται ἡ ἀπόδοσις τῆς ἀρχῆς.

紧缩风格易于领会,是因为它易于记忆。 而它具有易于记忆这一特性,是因为它具有极短的节奏数;因为一个节句是由五个、六个或八个音节来度量的。而这种紧缩风格本身既是周期句,又在周期句中体现;无论如何,这类风格拥有的节奏数是所有尺度中最易于记忆的尺度,即极短的尺度;因为短小的东西以及节句拥有六七个音节者,比较随意的言语(即散文言论)更易于记忆;无论如何,紧缩风格拥有度量它的节奏数,并不像连贯风格那样漫无界限。 周期句应当表达一个完整的思想,就像索福克勒斯的抑扬格诗句那样;因为这类诗句也是周期句式的,并且在两个节句或一个节句中表达一个思想,例如:“拉厄耳忒斯之子啊,我固然时常看见你,正试图夺取对仇敌的企图。”而欧里庇得斯的抑扬格诗句则具有连贯风格;因为它们具有漫长的归结,例如:“我自亡者的渊薮而来”。无论如何,整个周期句应当表达一个思想,整个节句也当如此,绝不能被标点所切断,就像那些由组合与分割而产生的情况那样;若在此处断句,我们将完成一种思想,而若在彼处断句,我们将完成另一种思想,例如“宙斯啊,但愿我能击倒野猪”,又如“卡吕冬固然是珀罗普斯之地的土地”;因为如果我们断句在“这”上,意思就是这个卡吕冬是一块土地,是伯罗奔尼撒的一部分;但如果我们断句在“固然”上,意思就是伯罗奔尼撒的这块土地是卡吕冬,卡吕冬被理解为全体,而伯罗奔尼撒则是卡吕冬的一部分,以至于整体被称为卡吕冬。 因为在周期句节句因这般或那般的标点被分割和切断时,有可能理解出相反的意思;也就是说,它先后完成了彼此不同的思想,而由这般或那般的断句所暗示的两种思想是互相矛盾的;这一点在刚才提到的节句“卡吕冬固然是地”中也能看到。因为不同的断句暗示了互相矛盾的思想,而这类事情反倒造成了晦涩;因此,在紧缩风格中所见到的周期句节句,不应当是能够被断句所切断的,以至于如果我们这样断句就完成一种思想,而那样断句就完成另一种思想,反而必须是不被切断的、不可分割的,从而使周期句节句完成同一且唯一的思想。 周期句有两种:一种是在两个节句中体现的,以至于一个节句是起点,另一个节句是归结,例如“凡行使并筹划着我赖以被捕之事者”,这是一个节句兼起点,接着是另一个节句(即归结)“此人即使尚未放矢投枪,亦是发动战争者”;另一种周期句是单节句的,即在一个节句中完成思想的,这种周期句是质朴的,亦即更为单纯的。 而在周期句的两个节句中,言辞是完备的,即完成并圆满表达一个思想,且是分割开的,即简短而不使节句被拉长并延展过久,而且是易于一口气读完的;因为既然节句短小,显然因其短小而易于一口气读完,而不是因分割而如此;因为当节句漫长时(例如“终究将……”),由于朗读者的一口气不足以支撑到节句末尾,他便分割该节句,并在中间加上弱标点而换气。 然而整个言辞(即整个节句)因其短小而易于一口气读完,是因为朗读者的一口气足以不换气地读完整句,例如“凡我赖以被捕之事者”。所谓“分割开的”:因为例如“我赖以被捕之事者”完成了一个思想与一个节句,接着他又说出归结“此人对我发动战争”,而归结也拥有另一个思想;因此归结与起点被分割开来。

语法注3 条
  1. 3.1.9τοῦτο δὲ τὸ εἶναι εὐμνημόνευτον ἔχει

    τοῦτο 先行或同位地指代其后的带冠词不定式短语 τὸ εἶναι εὐμνημόνευτον,整体作动词 ἔχει 的宾语(“具有‘易于记忆’这一特性”)。

  2. 3.1.9ὡς τὰ ὅλα ὀνομάζεσθαι Καλυδών

    连词 ὡς 引导表结果的不定式 ὀνομάζεσθαι。其逻辑主语为宾格 τὰ ὅλα,而述语名词则作为被引述的名称保留主格形式 Καλυδών。

  3. 3.1.9ὡς τὸ μὲν ἓν κῶλον εἶναι ἀρχήν

    连词 ὡς 连同不定式 εἶναι 引导表结果或说明的从句,支配宾格主语 τὸ μὲν ἓν κῶλον 与宾格表语 ἀρχήν。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4026.tlg001.humanitext-grc1:195.10-197.1