- 底本
- Anonymus, In Aristotelis artem rhetoricam commentarium. Commentaria in Aristotelem Graeca XXI.2, ed. H. Rabe, Berlin: Reimer 1896, pp. 1-262. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4026.tlg001.humanitext-grc1:193.22-195.10
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注释者阐释亚里士多德《修辞学》卷三第9章(1409a24–1409b8),结合纳齐安的贵格利等人的实例,对比通过连词相接的“连贯风格”与具有明确起讫的“紧缩风格(周期文体)”。
9. Περὶ λέξεως. Τὴν δὲ λέξιν ἀνάγκη εἶναι εἰρομένην, εἶτα διὰ τοῦ καὶ τῷ συνδέσμῳ μίαν ἐφερμηνεύει, τίς ἐστιν ἡ εἰρομένη, καί φησιν, ὅτι εἰρομένη ἐστίν, ἥτις ἐστὶ μία τῷ συνδέσμῳ· κἂν γὰρ πολλὰς ὑποθέσεις ἀφηγῆται, ἀλλ’ οὖν, καθ’ ὃ ἡ λέξις εἴρεται καὶ συμπλέκεται τῷ συνδέσμῳ, δοκεῖ τε καὶ ἡ λέξις μία τῷ συνδέσμῳ, κἂν πολλαί εἰσι, καὶ αἱ ὑποθέσεις αἱ πολλαὶ ὡς μία τῷ συνδέσμῳ ὑπόθεσις δοκεῖ. [a 25] ἀναβολαὶ λέγονται αἱ διὰ μακροῦ ἀποδόσεις, οἷον ‘ἔμελλεν ἄρα πολλὰς ἡμῖν ὑποθέσεις τῶν λόγων ἀεὶ προτιθεὶς ὁ μέγας Βασίλειος’· τὸ ‘καὶ γὰρ ἐφιλοτιμεῖτο τοῖς ἑαυτοῦ λόγοις’ τοῦτο ἄλλη ὑπόθεσις παρὰ τὸ ‘ἔμελλεν ἄρα πολλάς’, ἀλλ’ ὁ γὰρ σύνδεσμος καὶ ὁ καί παρεμπεσόντες συνέπλεξαν ταύτην τῇ ἑτέρᾳ καὶ δοκεῖ μία ὑπόθεσις τῷ συνδέσμῳ. εἰ δὲ εἶπον οὕτως ‘ἐφιλοτιμεῖτο τοῖς ἑαυτοῦ λόγοις’, ἀσυνδέτως εἶπον πολλὰς ὑποθέσεις. ὥστε εἰρομένη ἐστὶ λέξις ἡ μία μὲν τῷ συνδέσμῳ, ὑποθέσεις δὲ πολλὰς ἔχουσα, δοκοῦσαι δὲ πᾶσαι τῷ συνδέσμῳ καὶ ἔχουσαι καὶ πᾶσαι μίαν ἀπόδοσιν1 τὸ ‘ἑαυτὸν νῦν ἡμῖν προθήσειν ὑπόθεσιν’. [a 26] κατεστραμμένη ἢ συνεπτυγμένη λέξις λέγεται ἡ ἄνευ συνδέσμων ἤτοι ἡ γοργός, ἡ σύντομος, ἡ ἐγγὺς ἑαυτῆς στρεφομένη, ἢ τὴν ἀπόδοσιν ἑαυτῆς ἔχουσα, οἷον ‘ἐγὼ ἀπελθὼν ἐλυτρωσάμην αὐτόν’, ἐγγὺς ἡ ἀπόδοσις· οἱ γὰρ σύνδεσμοι πλειόνων ὑποθέσεών εἰσιν ἐφελκυστικοί. ἀντίστροφα λέγονται τὰ ἰσόστροφα, ἃ περὶ τὰ αὐτὰ στρέφονται· περὶ τὰ αὐτὰ στρέφονται, διότι εἰσὶ σύντομα καὶ ἐγγὺς τὰς ἀποδόσεις ἔχουσιν, οἷον “Χριστὸς γεννᾶται· δοξάσατε. Χριστὸς ἐξ οὐρανῶν· ἀπαντήσατε”. [a 27] ‘Ἡροδότου Θουρίου ἥδ’ ἱστορίης ἀπόδειξις’. ἐλλιπές ἐστι τὸ τοιοῦτον· τὴν γὰρ ἀπόδοσιν ἔχει διὰ μακροῦ ἀποδοθεῖσαν καὶ ἀποταθεῖσαν. οἱ Ἁλικαρνασεῖς ἄποικοι τῶν Θουρίων. ἥδε ἡ ἀπόδειξίς ἐστι τῆς ἱστορίας τοῦ Ἡροδότου. [a 26] στροφή, ἀντιστροφὴ καὶ ἐπῳδή. ἀντίστροφα λέγονται τὰ μικρά. [a 27] εἰρομένη δὲ λέξις ἐστὶν ἡ μὴ ἔχουσα τὸ τέλος καὶ τὴν ἀπόδοσιν καθ’ ἑαυτὴν ἤτοι ἐγγὺς ἑαυτῆς καὶ συντόμως ἀποδιδόμενον, ἀλλὰ διὰ μακροῦ ἀποδιδόμενον, ἤτοι ἡ μακρὰ καὶ μετὰ πολλὰ τὴν ἀπόδοσιν ἔχουσα. εἰ μὴ γὰρ καὶ τὸ πρᾶγμα καὶ ἡ διάνοια τελειωθῇ, οὐκ ἀποδίδοται, κἂν δεκαπέντε κῶλα εἴπῃς. [a 31] ἔστι δὲ ἀηδὴς διὰ τὸ ἄπειρον ἤτοι διὰ τὸ μετὰ [τὰ] πολλὰ καὶ διὰ μακροῦ τὴν ἀπόδοσιν ἔχειν· ἕκαστος γὰρ τοῦ τέλους καὶ τῆς ἀποδόσεως ἐφίεται, διὰ δὲ τὸ μὴ συντόμως ἀποδίδοσθαι τὴν ἀπόδοσιν ἀηδιζόμεθα· ἀεὶ γὰρ ὀρεγόμεθα τοῦ τέλους καὶ τῆς ἀποδόσεως ἀκοῦσαι. διὸ καὶ οἱ δρομεῖς πόρρω ὄντες τοῦ τέλους οὐ κάμνουσιν, ἡνίκα δὲ πλησιάσουσι τῷ τέλει, εὐθὺς κάμνουσι διὰ τὸ ἐφίεσθαι συντόμως τὸ τέλος καταλαβεῖν· ὅτε καὶ ἑαυτοὺς μᾶλλον ἐπιτείνουσι διὰ τὴν τοῦ τέλους ἔφεσιν. οὐ κάμνουσι πρότερον ἤτοι πόρρω ὄντες τοῦ τέλους. [a 34] κατεστραμμένη δὲ λέξις ἐστὶν ἡ ἐν περιόδοις θεωρουμένη ἤτοι ἡ γοργὸς καὶ συνεπτυγμένη. περίοδος δέ ἐστι λέξις ἔχουσα ἀρχὴν καὶ τελευτὴν ἤτοι ἀπόδοσιν αὐτὴν καθ’ αὑτὴν ἤτοι εὐπεριόριστον καὶ ἐγγὺς τῆς ἀρχῆς καὶ τέλος ἔχουσαν καὶ μέγεθος εὐσύνοπτον ἤτοι σύντομον ἤτοι μὴ ὂν ἐπὶ μακρὸν ἀποτεταμένον· ‘ὁ γὰρ οἷς ἂν ἐγὼ ληφθείην κατασκευάζων’ τοῦτο ἡ ἀρχή, ‘οὗτος ἐχθρὸς ἐμοί, κἂν μήπω βάλλῃ’ τοῦτο ἡ ἀπόδοσις· ὥστε ἐγγὺς τῆς ἀρχῆς ἀπεδόθη καὶ ἡ ἀπόδοσις. [b 1] ἡ τοιαύτη δὲ λέξις ἡ σύντομον ἔχουσα καὶ τὴν ἀρχὴν καὶ τὴν ἀπόδοσιν ἐγγὺς ἤτοι ἡ κατεστραμμένη ἐστὶ καὶ ἡδεῖα καὶ εὐμαθὴς ἤτοι εὐδιάγνωστος καὶ σαφὴς διὰ τὸ σύντομον διὰ τὸ ἐναντίως ἔχειν τῷ ἀπεράντῳ ἤτοι τῇ εἰρομένῃ λέξει τῇ διὰ μακροῦ ἐχούσῃ τὴν ἀπόδοσιν· καὶ ὅτι ὁ ἀκροατὴς ἀεί τι ἔχει ἤτοι νοεῖ, καὶ διὰ τοῦτό ἐστι καὶ ἡδεῖα· σύντομον γὰρ ἔχει τὴν ἀπόδοσιν· μυρία γὰρ ἐὰν εἴπῃς, οὔπω συνίησι, πρὸς τί ταῦτα συντείνουσιν, εἰ μὴ τὴν ἀπόδοσιν ἐπάξεις. [b 3] καὶ πεπεράνθαι τι αὐτῷ2 ἤτοι ἐνόησέ τι ὁ ἀκροατής. ἀηδὴς δέ ἐστιν ἡ εἰρομένη λέξις διὰ τὸ μηδὲν προνοεῖν ἢ ἀνύειν,3 ἤτοι διὰ τὸ μηδὲν δύνασθαι νοῆσαι εὐθύς, ἡνίκα ἄρξεται λέγειν ὁ ῥήτωρ, πολλῶν ῥηθέντων, εἰ μὴ ἡ ἀπόδοσις ἀποδοθῇ, ἐπὶ τῆς κατεστραμμένης συνίησί τι ὁ ἀκροατὴς διὰ τὸ ἐγγὺς εἶναι τὴν ἀπόδοσιν.
9. 论风格。 “言辞必然是连贯的”,接着他通过“并且因连词而合一”解释了何谓连贯风格,并说:因连词而合一者即是连贯风格;因为即使叙述了许多主题,无论如何,就言辞被连串起来且被连词交织而言,即使言辞有许多,因连词而显得是一条言辞,且许多主题因连词也显得如同一个主题。 所谓“序奏”,是指相隔久远的呼应,例如“伟大的巴西尔一直为我们提出言辞的诸多主题,终究将……”;“因为他也曾对其言辞竭尽热忱”这一句,是不同于“终究将[提出]许多……”的另一个主题,但连词“因为”和“并且”插入其中,将这一主题与另一主题交织在一起,因连词而显得是一个主题。但如果我说成“他对自己的言辞竭尽热忱”,那我便是无连词地陈述了许多主题。因此,连贯风格是因连词而合一、但包含许多主题的风格,这些主题因连词而全显现为一体,并且全部拥有一条归结,即“如今将他自己作为主题呈现给我们”。 所谓紧缩或敛聚的风格,是指不带连词的风格,亦即敏捷、短小、回环于自身附近的,或将其归结置于自身的,例如“我离去赎回了他”,其归结很近;因为连词会引来更多的主题。所谓“回环对句”,是指具有相等回环的句子,它们围绕着相同的事物回旋;之所以围绕相同事物回旋,是因为它们短小且归结邻近,例如:“基督降生,当赞美;基督自天而降,当迎接。” “这是图里奥伊的希罗多德的历史陈述。”这样的话是不完全的;因为它的归结在相隔久远之后才得以给出并被拉长。哈利卡尔那索斯人是图里奥伊人的殖民者。这就是希罗多德的历史陈述。 正歌、反歌与尾歌。短小的句子被称为回环对句。 而连贯风格则是其末尾与归结不在其自身之中、即不在此邻近处被简洁给出,而在相距久远处才被给出的风格,亦即漫长且在许多事物之后才具有归结的风格。因为除非事情与思想皆告完成,否则即便你说出十五个节句,归结也不会给出。 并且它因其无界限而不悦人,即因其在许多事物之后且相距久远才具有归结;因为人人都向往终点与归结,而由于归结不能简短地给出,我们便感到厌烦;因为我们始终渴望听到终点与归结。因此赛跑者在远离终点时并不疲乏,但当他们接近终点时,便因急于达到终点而立刻疲乏;此时由于对终点的渴望,他们更加奋力紧张。他们此前并不疲乏,亦即远离终点时并不如此。 而紧缩风格是指在周期句中体现的风格,即敏捷且敛聚的风格。所谓周期句,是指自身具有起点和终点(即归结)的风格,即界限分明、在起点邻近处便具有终点,且具有一览无余的篇幅(即简短、未被拉得过长的篇幅):“凡准备用于俘获我之手段者”,这是起点;“此人即使尚未放箭,亦是我的仇敌”,这是归结;因此,在起点邻近处,归结也被给出了。 这样兼具简短的起点与邻近的归结的风格,即紧缩风格,既令人愉悦又易于领会,亦即因其简短、且因其与漫无边际者(即相隔久远才具归结的连贯风格)处于相反的状态,而易于辨识且清晰明白;并且听者总能有所把握(即理解),也正因如此它是令人愉悦的;因为它具有简短的归结;因为如果你说了一万件事,只要你未引出归结,听者便仍不理解这些言语指向何方。 “并且对于他而言某事已然终结”,亦即听者理解了某事。而连贯风格之所以令人不悦,是因为无法预见或完成任何事物,即当演说家开始讲说、说出了许多话之后,若非归结被给出,便无法立刻理解任何事物;而在紧缩风格的情形下,听者因归结邻近而能够理解某事。
- 3.1.9δοκοῦσαι δὲ πᾶσαι τῷ συνδέσμῳ καὶ ἔχουσαι καὶ πᾶσαι μίαν ἀπόδοσιν
分词 δοκοῦσαι 与 ἔχουσαι 为阴性复数主格,在意义上与前文宾格短语 ὑποθέσεις... πολλὰς 相呼应(依义构句/破格构式 constructio ad sensum),而非语法上所预期的宾格形式 δοκούσας 与 ἐχούσας。
- 3.1.9καὶ πεπεράνθαι τι αὐτῷ
引自亚里士多德原文(1409b3)。句式由完成时被动不定词 πεπεράνθαι 与与格 αὐτῷ(与格表利害或施事,“对他而言”)结合而成。注释者将其释为 ἤτοι ἐνόησέ τι ὁ ἀκροατής(即听者理解了某事),将此被动的完成状态解释为听者理解的达成。
- 3.1.9διὰ τὸ μηδὲν προνοεῖν ἢ ἀνύειν
介词 διά 支配带冠词的不定词 τὸ ... προνοεῖν ἢ ἀνύειν,否定词 μηδὲν 作不定词的直接宾语(“因未预见或未达成任何事物”)。不定词在语义上的逻辑主语在后文紧接着的释义(διὰ τὸ μηδὲν δύνασθαι νοῆσαι...)中被指明为听者无法立即理解。
