- 底本
- Anonymus, In Aristotelis artem rhetoricam commentarium. Commentaria in Aristotelem Graeca XXI.2, ed. H. Rabe, Berlin: Reimer 1896, pp. 1-262. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4026.tlg001.humanitext-grc1:192.18-193.21
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注疏者释读亚里士多德《修辞学》1409a4–22,通过对比各音步的时值比例阐明佩昂格适合散文的原因,并说明为何言辞开头宜用第一佩昂格、结尾宜用第四佩昂格,以凭借节奏实现明确的休止。
[a 4] ἐκείνων δὲ τῶν ἄλλων μέτρων ὁ μὲν σπονδεῖός ἐστιν ἓν πρὸς ἓν ἤτοι τὸν ἴσον λόγον ἔχει ὁ σπονδεῖος· τὰ γὰρ δύο μακρὰ ἔχει· ὁ δὲ τροχαῖος καὶ ὁ ἴαμβος τὸν διπλάσιον λόγον ἔχουσι καὶ τὸν ἄνισον, ὃν λόγον τὰ δύο πρὸς τὸ ἕν· καὶ γὰρ καὶ ὁ τροχαῖος ἐκ μακροῦ καὶ βραχέος σύγκειται καὶ ὁ ἴαμβος βραχὺ ἔχει καὶ μακρόν, τὸ δὲ μακρὸν δύναμιν ἔχει δύο διχρόνων, ὡς εἴπομεν. [a 6] ὁ δὲ ἡμιόλιος ἤτοι ὁ παιὰν ὁ ἔχων τὸν λόγον τὸν ἡμιόλιον ἔχεται τῶν λόγων τούτων1 ἤτοι τοῦ λόγου, ὃν ἔχει ὁ τρία πρὸς τὰ δύο, ὃν ἔχει αὐτὸς ὁ παιάν, καὶ τοῦ λόγου, ὃν ἔχει τὰ δύο πρὸς τὸ ἕν, ὃν ἔχει ὁ τροχαῖος καὶ ὁ ἴαμβος. οἱ μὲν ἄλλοι ἀφετέοι ἤτοι οἱ δάκτυλοι καὶ οἱ τροχαῖοι διὰ τὰ εἰρημένα, ἤτοι διότι τῆς ποιήσεώς εἰσιν· ἀπὸ πάντων γὰρ τῶν ῥυθμῶν μόνος ὁ παιανικὸς ῥυθμὸς οὐκ ἔστι μετρικός· οὐ γὰρ χρῶνται αὐτῷ οἱ ποιηταί· ὥστε διὰ τὸ μὴ εἶναι μετρικὸν λανθάνει, εἰ χρώμεθα αὐτῷ ἐν τῷ πεζῷ λόγῳ, τοὺς ἀκροατάς. [a 10] δεῖ δὲ τὴν τελευτὴν τοῦ λόγου διαφέρειν τῆς ἀρχῆς τοῦ λόγου. [a 12] τὸ μὲν εἶδος τοῦ παιᾶνος τὸ ἕν, ἐν ᾧ ἡ μὲν ἀρχὴ αὐτοῦ ἐστι μακρά, τὰ δὲ τρία βραχέα, ἁρμόζει τῇ ἀρχῇ τοῦ λόγου· τὸ γὰρ μακρὸν ἔχει στάσεως λόγον καὶ ἠρεμίας, δεῖ δὲ ἐκ στάσεως καὶ ἠρεμίας γενέσθαι τὴν κίνησιν· ἐξ ἀκινησίας γὰρ ἡ κίνησις γίνεται. [a 14] Δαλογενῆ λέγει τὸν Ἀπόλλωνα ὡς ἐν τῇ Δήλῳ γεννηθέντα. “Δαλογενές, εἴτε Λύκιε † ἑκάετε”, ἤτοι πόρρω βάλλων, τὸ δα μακρόν ἐστι, τὰ δὲ τρία βραχέα. τὸ δὲ ἕτερον εἶδος τοῦ παιᾶνος ἐξ ἐναντίας, ἤτοι ὁ τέταρτος παιὰν ἐξ ἐναντίας ἐστὶ τῷ πρώτῳ παιᾶνι, οὗτινος αἱ μὲν ἐξ ἀρχῆς κείμεναι συλλαβαί εἰσι βραχεῖαι, τὸ δὲ τέλος τῆς λέξεως μακρόν, οἷον “μετὰ δὲ γᾶν”, τὸ γᾶν μακρόν, τὰ δὲ πρὸ αὐτοῦ βραχέα, “ὕδατά τ’ ὤ”, τὸ τω μακρόν· ἔστι δὲ ἐκ τῆς θεογονίας καὶ λέγει, ὅτι ἡ γῆ κρυπτομένη ἦν ὑπὸ τῶν ὑδάτων ἡμῖν ἀφανής. τοῦτο δὲ τὸ εἶδος τοῦ παιᾶνος προσαρμόζει τῷ τέλει τοῦ λόγου· [a 17] τελευτὴν γὰρ τοῦ λόγου ποιεῖ, καθ’ ὃ εἰς μακρὸν λήγει, τὸ δὲ μακρὸν στάσιν τινὰ καὶ ἠρεμίαν παρεμφαίνει· τὸ δὲ βραχὺ διὰ τὸ ἀτελὲς ἤτοι διὰ τὸ μὴ ἀνήκειν τῷ τέλει τοῦ λόγου (κίνησιν γὰρ παρεμφαίνει, εἰ ὁ λόγος εἰς βραχὺ λήγει) γίνεται κολοβὸς καὶ ἐλλιπής.2 [a 19] ἀλλὰ δεῖ τὸν λόγον ἀποκόπτεσθαι ἤτοι ἠρεμεῖν καὶ ἵστασθαι καὶ βεβηκέναι καὶ τέλος λαμβάνειν δῆλον οὐ διὰ τὸν γράφοντα, ἤτοι οὐ διὰ τὸ στίξαι τὸν γραφέα ἄχρι τοῦδε φαίνεται ὡς ἔλαβεν ὁ λόγος τέλος,3 οὐδὲ διὰ τὴν παραγραφὴν ἤτοι παραγράψαι στιγμὴν, ἀλλὰ διὰ τὸν ῥυθμόν· λαμβάνει γὰρ τέλος δῆλον ἀπὸ τοῦ ῥυθμοῦ, ὅταν καταλήγῃ καὶ τελευτᾷ ὁ λόγος εἰς μακρόν, ὡς ἐπὶ τοῦ “μετὰ δὲ γᾶν ὕδατα” καταλήγει ὁ λόγος καὶ ἔλαβε τέλος εἰς τὸ νύξ, ὅπερ ἐστὶ μακρόν. [a 22] καὶ τίνες ῥυθμοὶ ποιοῦσι τὸν λόγον εὔρυθμον, οἱ τροχαϊκοὶ καὶ οἱ δακτυλικοί.
在那些其他的格律中,强强格是一比一的,亦即强强格具有相等的比;因为它具有两个长音节。而长短格与抑扬格则具有两倍比与不等的比,这一比例相当于二比一;因为长短格也是由一个长音节和一个短音节构成,抑扬格也具有一个短音节和一个长音节,正如我们所说,长音节具有两个时值的力量。 而一点五倍比的格律,亦即具有一点五倍比的佩昂格,则与这些比相连:即三对二的比(佩昂格本身所具有的)以及二对一的比(长短格与抑扬格所具有的)。其他格律,即长短短格与长短格,由于前述的原因(亦即因为它们属于诗作)应当被弃用;因为在所有的节奏中,唯有佩昂格节奏不是格律性的;因为诗人们并不使用它;因此,由于它不具格律性,如果我们在散文言辞中使用它,听众便不易察觉。 言辞的结尾必须与言辞的开头不同。 佩昂格的一种形式,即其开头为长音节而其余三个为短音节者,适合于言辞的开头;因为长音节具有静止与安息的道理,而运动应当由静止与安息中产生;因为运动产生于不动的状态。 他说“提洛所生者”,是指阿波罗,因其生于提洛岛。“提洛所生者,无论吕基亚的……远射之神”(亦即射向远处者),其中的“提(Δα)”是长音节,而其余三个是短音节。至于佩昂格的另一种相反的形式,亦即第四佩昂格与第一佩昂格相反,其开头的各音节是短的,而措辞的末尾是长的,例如“在大地之后(μετὰ δὲ γᾶν)”,“地(γᾶν)”是长音节,其前的音节是短的;“以及水……(ὕδατά τ’ ὤ)”,“τω”是长音节。这是出自《神统记》,他说大地被水覆盖而对我们隐而不见。佩昂格的这一形式适合于言辞的结尾;因为就其终结于长音节而言,它构成了言辞的结尾,而长音节显示出某种静止与安息;但短音节由于未完成,亦即由于不适于言辞的结尾(因为如果言辞终结于短音节,便显示出运动),[言辞]就变得残缺而不完整。 相反,言辞应当被截断,亦即安息、站定、立稳,并获得一个明确的终点,不是由于书写者——亦即并非由于抄写员点标点至此才显现出言辞已告终结——也不是由于分段标记(亦即在旁标注句读),而是由于节奏;因为当言辞终结并结束于长音节时,它便从节奏中获得了明确的终点,正如在“在大地之后,水……”中,言辞终结并在“夜(νύξ)”字上告终,而该字正是长音节。 至于何种节奏能使言辞节奏优美,则是长短格节奏与长短短格节奏。
- 3.1.8ἔχεται τῶν λόγων τούτων
中动相动词 ἔχομαι 支配属格,意为“紧邻”、“相连属”。其后 ἤτοι 引领的同位成分进一步解释说明佩昂格既连属于其自身具备的 3:2 之比,又接续于长短格与抑扬格的 2:1 之比。
- 3.1.8γίνεται κολοβὸς καὶ ἐλλιπής
表语形容词 κολοβός 和 ἐλλιπής 为阳性单数主格,与其承前省略的主语“言辞”(ὁ λόγος)相一致;这也与紧接在前的插入从句(εἰ ὁ λόγος εἰς βραχὺ λήγει)的主语相呼应。
- 3.1.8οὐ διὰ τὸ στίξαι τὸν γραφέα ἄχρι τοῦδε φαίνεται ὡς ἔλαβεν ὁ λόγος τέλος
此句用 ἤτοι 引出对前文 ἀλλὰ δεῖ τὸν λόγον ἀποκόπτεσθαι... οὐ διὰ τὸν γράφοντα 的释义。冠词不定词短语 διὰ τὸ στίξαι τὸν γραφέα(由于抄写员加了标点)修饰动词 φαίνεται,意为“并非由于抄写员点标点至此,才显得言辞告终”。
