- 底本
- Anonymus, In Aristotelis artem rhetoricam commentarium. Commentaria in Aristotelem Graeca XXI.2, ed. H. Rabe, Berlin: Reimer 1896, pp. 1-262. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4026.tlg001.humanitext-grc1:191.9-192.18
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注解者论述了散文言辞为何应具备破缺的节奏而非严格的格律,比较了英雄格、抑扬格与长短格的特质及局限,并分析了适合散文的佩昂格的构造与比例关系。
[b 30] διὸ δεῖ τὸν λόγον τὸν πεζὸν ἔχειν ῥυθμόν, οὐ μέντοι γε δὲ μέτρον ἢ ἡρωικὸν ἢ ἀναπαιστικὸν ἢ ἰαμβεῖον· εἰ γὰρ ἔχει καὶ μέτρον, ἐστὶ ποίημα ἤτοι ποίησις· ἔχειν δὲ ῥυθμὸν μὴ ἀκριβῆ ἀλλὰ παρεφθαρμένον·1 ἔστι δὲ τοῦτο ἤτοι τὸ μὴ τηρεῖσθαι τὸν ῥυθμὸν ἀκριβῆ ἐν τῷ πεζῷ λόγῳ, ἐὰν μέχρι τινὸς ἤτοι μέχρι τινῶν συλλαβῶν ἐστι τοῦ κώλου ὁ ῥυθμὸς τηρούμενος, εἶτα αἱ ἄλλαι συλλαβαὶ τοῦ κώλου εἰσὶν ἀνειμέναι καὶ διεφθαρμέναι, οἷον εἴ τινες μὲν λέξεις τοῦ κώλου εἰσὶ σπονδειακαὶ ἢ ἀναπαιστικαὶ ἢ δακτυλικαί, ἐν αἷς καὶ θεωρεῖται ὁ ῥυθμός, αἱ δὲ ἄλλαι λέξεις οὐκ εἰσὶ μετρικαὶ ἤτοι σπονδειακαὶ ἢ δακτυλικαί, ἀλλὰ κοιναὶ καὶ ῥυθμὸν οὐκ ἔχουσι. τοιοῦτον δέ καὶ ὁ Ἑρμογένης παραδίδωσιν. [b 32] ὁ μὲν ἡρῷος ῥυθμός ἐστι σεμνὸς ἤτοι ἀπόκροτος, στομφώδης καὶ λεκτικὸς ἤτοι μεγαλόφωνος καὶ ἁρμονίας ἤτοι ῥυθμοῦ δεόμενος, ὁ δὲ ἴαμβός ἐστιν ἡ κοινὴ λέξις καὶ συνήθης, ᾗ πάντες χρῶνται· διὸ πολλῶν ὄντων τῶν μέτρων, ἡρωικῶν, ἀναπαιστικῶν, τροχαϊκῶν, ἀπὸ πάντων τῶν μέτρων μάλιστα χρῶνται τῷ ἰαμβείῳ μέτρῳ καὶ ἰαμβεῖα φθέγγονται. ἐπεὶ δὲ τὸ ἰαμβεῖον μέτρον ταπεινὸν τὸν λόγον ποιεῖ καὶ ἀνειμένον, δεῖ ἀναμεταξὺ χρᾶσθαι τῇ σεμνότητι καὶ ἐκστῆσαι καὶ ἐξᾶραι διὰ τῆς σεμνότητος τὸ τοῦ λόγου ταπεινόν· ἡ γὰρ σεμνότης ἐξαίρει τὸ τοῦ λόγου ταπεινὸν ἅτε μέγεθος ποιοῦσα. [b 36] ὁ δὲ τροχαῖος ῥυθμὸς κορδακικώτερός ἐστιν ἤτοι ἀνειμενώτερος. ἔστι δὲ τὸ κορδακίζειν εἶδος ἀνειμένης ὀρχήσεως, ἢ τὸ κορδακικώτερον ἤτοι συντομώτερον· κορδακίζειν γάρ ἐστι τὸ εἶδος τῆς ὀρχήσεως, ὃ οἱ Σθλάβοι ὀρχοῦνται, τὸ εὐκίνητον· σύντομον δέ ἐστι, διότι συντόμως περατοῦται· τετράμετρον γάρ ἐστιν· ἐπὶ γὰρ τῶν ἰαμβείων τοὺς δύο πόδας λαμβάνουσιν ὡς ἓν καὶ κατὰ συζυγίαν μετροῦσιν αὐτούς, ὅθεν καὶ τρίμετροι λέγονται, καὶ ἐπὶ τῶν τροχαίων κατὰ συζυγίαν μετροῦμεν. τροχαῖος δὲ λέγεται ἐκ μεταφορᾶς τοῦ τροχοῦ· ὡς γὰρ ἐπὶ τοῦ τροχοῦ τὸ ἄνω μέρος τοῦ τροχοῦ καὶ ἐφ’ ὕψους ὂν χαμαὶ γίνεται καὶ ὑποκάτω, οὕτω καὶ ὁ τροχαῖος ἀπὸ μακροῦ ἀρχόμενος καταλήγει εἰς βραχύ. [1409 a 1] ὁ γὰρ τροχαῖος ῥυθμός ἐστι τετράμετρος. περὶ μὲν τῶν ἄλλων μέτρων ἐτεχνολόγησαν, πῶς δεῖ χρᾶσθαι αὐτοῖς καὶ οἷον ῥυθμὸν ἀποτελοῦσι· λείπεται δὴ παιάν, ἤτοι περὶ δὲ τοῦ παιᾶνος οὔπω ἐφθάσαμεν εἰπεῖν. παιὰν ἐστιν ὁ ἔχων συλλαβὴν μίαν μακρὰν καὶ τρεῖς συλλαβὰς βραχείας· ἐπίτριτος δὲ ὁ ἔχων μίαν βραχεῖαν, τὰς δὲ ἑτέρας τρεῖς συλλαβὰς μακράς. [a 3] ἔχομεν μέτρον ἡρωικὸν καὶ τροχαϊκὸν καὶ τρίτον παιανικὸν (τὸ γὰρ ἰαμβικὸν τῆς κοινῆς διαλέκτου ἐστί) καὶ ἐχόμενον τῶν εἰρημένων μέτρων·2 ἐν γὰρ τῷ παιανικῷ μέτρῳ εὑρήσεις καὶ τὸ δακτυλικὸν μέτρον καὶ τὸ τροχαϊκὸν καὶ τὸ ἀναπαιστικόν· ἐν μὲν γὰρ τῷ πρώτῳ παιᾶνι, ἐν ᾧ ἐστι τὸ ἓν μακρόν, τὰ δὲ τρία βραχέα, εὑρήσεις τὸν δάκτυλον, ἐν δὲ τῷ δευτέρῳ παιᾶνι τῷ ἔχοντι τὴν πρώτην συλλαβὴν βραχεῖαν, τὴν δὲ δευτέραν μακράν, εὑρήσεις τὸν ἴαμβον, ἐν δὲ τῷ τρίτῳ παιᾶνι τῷ ἔχοντι τὰς δύο συλλαβὰς βραχείας, τὴν δὲ τρίτην μακράν, εὑρήσεις καὶ τὸν ἀνάπαιστον καὶ τὸν τροχαῖον· ἐπεὶ γὰρ ἐν τῷ παιᾶνι ἡ μία συλλαβή ἐστι μακρά, αἱ δὲ τρεῖς βραχεῖαι, τὸ δὲ μακρὸν δύναμιν ἔχει δύο βραχέων, λοιπὸν ἐν αὐτῷ θεωρεῖται ὁ ἡμιόλιος λόγος· τὰ γὰρ τρία πρὸς τὰ δύο τὸν ἡμιόλιον λόγον ἔχουσιν.
因此散文言辞应当具有节奏,却绝不应当具有格律,无论英雄格、短长跳跃格还是抑扬格;因为如果它还具有格律,它就是诗篇,亦即诗作。然而,它应当具有的不是严格的节奏,而是有所破缺的节奏。散文言辞中未能保持严格的节奏,即指如下情形:如果在某一限度之内,亦即直到句肢的某些音节为止节奏得以保持,随后该句肢的其他音节便被放宽与破坏,例如,句肢中的某些用词是强强格、短长跳跃格或长短短格,在其中确实能观察到节奏,而其他用词则不是格律性的,亦即并非强强格或长短短格,而是日常的且不具节奏。赫尔墨革涅斯也传授了这样的看法。 英雄格节奏是庄重的,亦即峻峭的、夸饰的且适于朗诵的,亦即宏亮而需要谐调(即节奏)的;而抑扬格则是众人皆用的日常且习惯之文辞。因此,尽管有许多格律存在——英雄格、短长跳跃格、长短格——但在所有的格律中,人们尤其使用抑扬格格律并说出抑扬格之辞。然而,既然抑扬格格律使言辞显得低卑而松弛,就应当间或使用庄重之辞,并通过庄重来扭转并提升言辞的低卑;因为庄重能够造就崇高,从而提升言辞的低卑。 至于长短格节奏,则更具有科尔达克斯舞的特征,亦即更为放纵。跳科尔达克斯舞是一种放纵的舞蹈形式;或者“更具科尔达克斯之风”意为“更为急促”,因为跳科尔达克斯舞就是斯拉夫人所跳的那种敏捷舞蹈的形式;而它之所以是急促的,是因为它迅速完成,因为它是一个四音步诗行。因为对于抑扬格,人们将两个音步视为一个整体并按双步联合来衡量,所以它们也被称为三音步格;而对于长短格,我们也按双步联合来衡量。它被称为长短格(trochaios),是取自车轮(trochos)的比喻:正如在车轮上,车轮上方居高的部分转到地面并处于下方一样,长短格也是从长音节开始,终止于短音节。 因为长短格节奏是四音步格。关于其他的格律,学者们已经系统地阐述了应当如何使用它们以及它们能产生怎样的节奏;于是便只剩下了佩昂格,亦即我们尚未谈及佩昂格。佩昂格由一个长音节和三个短音节构成;而附三长格则具有一个短音节和其他三个长音节。 我们拥有英雄格格律与长短格格律,以及第三种(因为抑扬格属于日常对话)佩昂格格律,并且它是与上述格律相连属的;因为在佩昂格格律中,你将发现长短短格格律、长短格以及短长跳跃格。因为在具有一个长音节和三个短音节的第一佩昂格中,你将发现长短短格;在具有第一个音节为短、第二个音节为长的第二佩昂格中,你将发现抑扬格;而在具有前两个音节为短、第三个音节为长的第三佩昂格中,你将同时发现短长跳跃格与长短格。因为既然在佩昂格中有一个长音节和三个短音节,而长音节具有两个短音节的分量,所以在其中便观察到了一点五倍比(即三比二之比);因为三对二正具有一点五倍比。
- 3.1.8ἔχειν δὲ ῥυθμὸν μὴ ἀκριβῆ ἀλλὰ παρεφθαρμένον
不定式 ἔχειν 由前文的 δεῖ(1408b30)统领,继续表达以散文言辞(τὸν λόγον τὸν πεζόν)为逻辑主语的应当之意,与前文不得具有严格格律的否定性要求构成对照补充。
- 3.1.8ἐχόμενον τῶν εἰρημένων μέτρων
中被动态分词 ἐχόμενον 支配属格补足语(τῶν εἰρημένων μέτρων),意为“与……相连属、邻接”。它表明佩昂格并非孤立存在,而是如后文所解释的那样,内含此前述及的各格律元素并与它们相接合。
