← 佚名

亚里士多德《修辞学》佚名评注

§190.6-191.9

散文中格律的弊端与节奏的限定作用

本节注解亚里士多德《修辞学》卷三第8章(1408b21–28),阐释散文中使用格律会显得虚伪并引开听者对论证的注意力,指出散文不应完全缺乏节奏与无限制,而应由不定音节数构成的节奏(数目)加以界定。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.1.8#1

8. Τὸ μὲν γὰρ εἶναι τὴν λέξιν ἔμμετρον καὶ μετρικῷ ἀνήκουσαν ἀνδρὶ ἐστὶν ἀπίθανον, ἤτοι ὁ ταῦτα λέγων τὰ ἔμμετρα ἀπίθανός ἐστι καὶ ψευδής· [b 22] δοκεῖ γὰρ πεπλάσθαι ἤτοι ἐπιτηδεύειν τὰς τοιαύτας ἐμμέτρους λέξεις διὰ τὸ ἀπατῆσαι, καὶ ἅμα ἡ τοιαύτη λέξις ἡ ἔμμετρος ἐξίστησι τὸν ἀκροατὴν τοῦ οἰκείου λογισμοῦ καὶ τοῦ προσέχειν τῇ ἀποδείξει· καὶ προσέχει πάλιν πότε ῥηθῇ καὶ ἔλθοι τοιαύτη ὁμοία λέξις· ἀκούσας γὰρ τοιαύτης ἐμμέτρου λέξεως οἷον ‘‘τὸν δ’ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς’’ πάλιν ἐξέχεται τοῦ ἀκοῦσαι καὶ ἑτέρου μέτρου, δι’ οὗ δείκνυται, τίνα εἰσὶ τὰ παρ’ ἐκείνου ῥηθέντα. καὶ ἄλλως· ξενικὴ οὖσα ἡ λέξις καὶ παράξενος ἡ μετρικὴ ποιεῖ τὸν ἀκροατὴν γλιχόμενον καὶ πάλιν ἀκοῦσαι τοιαύτης λέξεως. [b 25] τοῖς ἀπελευθέροις ἐδίδοντο πάλαι ἐπίτροποι, ἵνα αὐτῶν ἀντιποιῶνται καὶ μὴ καταφρονῶνται· οὐ γὰρ τῆς αὐτῆς παρρησίας ἐτύγχανον οἱ ἐλεύθεροι καὶ ἀπελεύθεροι καὶ διὰ τοῦτο εἶχον ἐπιτρόπους. τῶν γοῦν κηρύκων προαναφωνούντων ‘τίνα ἐπιτροπεῦσαι αὑτοῦ αἱρεῖται ὅδε ὁ ἀπελεύθερος;’ πρὸ τοῦ πληρῶσαι τοὺς κήρυκας τὴν ἀναφώνησιν ἔλεγον τὰ παιδία ‘τὸν Κλέωνα’. ὡς γοῦν ἀπὸ τῆς τῶν παίδων ἀναφωνῆς προλαμβανούσης τὴν τῶν κηρύκων φωνὴν ἔχομεν προεγνωσμένον,1 ὃν αἱροῦνται ἐπίτροπον οἱ ἀπελεύθεροι, οὕτως καὶ ἅμα τῷ ῥηθῆναι ξενικὴν ἤτοι ἔμμετρον λέξιν εὐθὺς ἔχομεν ἐγνωσμένον καὶ ὅτι καὶ ἑτέραν τοιαύτην λέξιν μέλλει ὁ λέγων εἰπεῖν. ἢ καὶ οὕτως· ἅμα τῷ ἀκοῦσαι ‘‘τὸν δ’ ἀπαμειβόμενος προσέφη πόδας’’ εὐθὺς ἐγνωσμένον, ὅτι καὶ ἕτερον μέλλει στίχον εἰπεῖν, δι’ οὗ δηλώσει, τίνα εἶπεν ὁ Ἀχιλλεύς. [b 26] τὸ δὲ ἄρρυθμον ἀπέραντόν ἐστιν ἤτοι οὐκ ἔχει ὡρισμένον ἀριθμὸν ὁ ἄρρυθμος καὶ πεζὸς λόγος· ὁ μὲν ἔμμετρος λόγος οἷον ὁ στίχος ἔχει ὡρισμένον ἀριθμὸν τὴν ἑξαποδίαν, ὁ δὲ ἄρρυθμος ἀόριστον ἔχει τὸ μέτρον· ποτὲ μὲν γὰρ τὸ κῶλον ἔχει δεκαπέντε συλλαβάς, ποτὲ δὲ ιηʹ, ποτὲ ιβʹ, ποτὲ κʹ. δεῖ δὲ καὶ τὸ ἄρρυθμον ἤτοι τὰ πεζὰ κῶλα πεπεράνθαι ἤτοι μετρεῖσθαι μέτρῳ τινὶ ἀορίστῳ, ἀλλ’ οὐ μέτρῳ ὡρισμένῳ, ὥσπερ τῇ ἑξαποδίᾳ ὁ ἡρωικὸς καὶ ἰαμβικὸς στίχος τῇ διποδίᾳ, ἀλλὰ ποτὲ μὲν ιβʹ συλλαβαῖς, ποτὲ ιηʹ, ποτὲ κʹ· καὶ γὰρ τὸ ἄπειρον ἤτοι τὸ μηδ’ ὅλως ὑποπῖπτον μέτρῳ τινὶ διὰ τὴν ἀπειρίαν ἀηδές ἐστι καὶ ἄγνωστον. [b 28] πάντα δὲ τὰ κῶλα περαίνονται καὶ μετροῦνται ἀριθμῷ, οὐ μὴν ὡρισμένῳ ἀλλ’ ἀορίστῳ· ἢ γὰρ ιεʹ συλλαβαῖς ἢ ιηʹ. διὸ καὶ ὁ ἀριθμὸς τῆς λέξεως τοῦ σχήματος ἤτοι τῶν κώλων ῥυθμός ἐστι καὶ ῥυθμὸν ἔχουσιν, οὗτινος (τοῦ σχήματος τῆς λέξεως) τὰ μέτρα εἰσὶ τμητὰ2 ἤτοι ἀόριστα· ποτὲ μὲν γὰρ ιεʹ συλλαβαῖς περαίνεται τὸ κῶλον, ποτὲ δώδεκα. τὸ δὲ μέτρον τῶν ἡρωικῶν στίχων ἐστὶν ἄτμητον· ἑξαποδίᾳ γὰρ μετρεῖται καὶ οὐκ ἔστι δυνατὸν μετρηθῆναι τετραποδίᾳ ἢ ἄλλῳ τινὶ μέτρῳ.

8. 因为文辞具有格律且属于格律家乃是缺乏说服力的;亦即,说出这些格律性言辞的人是缺乏说服力且虚假的。 因为他显得是为了欺瞒而捏造、亦即刻意讲究此类格律文辞,同时,此类格律文辞使听者脱离了自身的理性思考,不再专注于论证;听者反倒又去留心此类相似的文辞何时会被说出、何时会到来。因为在听到了诸如“足捷的阿喀琉斯回答他说道”这样的格律文辞之后,听者又一心想要听到另一个音步格律,通过它便能表明那个人说了些什么。从另一角度而言:格律文辞因其外来与奇特,使得听者渴望再次听到这样的文辞。 从前,获释奴隶们被指定监护人,以便监护人为他们主张权利,使他们不致遭人蔑视;因为自由人与获释奴隶并不享有同等的直言之权,为此他们才拥有监护人。总之,当传令官们事先高声询问“这位获释奴隶选谁作为自己的监护人?”时,在传令官们完成宣呼之前,孩子们就会说“克里昂”。正如我们从孩子们先于传令官之声的叫喊中,早已预先知晓获释奴隶们所选的监护人是谁一样,一旦说出了外来的即格律文辞,我们也立刻知晓说话者即将说出另一个这样的文辞。或者也可以这样理解:一听到“足〔捷的〕……回答他说道”,人们就立刻知晓,他即将说出另一行诗句,通过它将阐明阿喀琉斯说了什么。 但无节奏之物是无限制的;亦即,无节奏的散文言辞没有确定的数目。格律性言辞如诗行拥有六音步这一确定的数目,而无节奏之言辞则拥有不确定的度量;因为有时一个句肢含有十五个音节,有时十八个,有时十二个,有时二十个。然而无节奏之物即散文句肢也应当受到界定,亦即应当由某种不确定的度量来衡量,而非由确定的度量——如同英雄诗行由六音步、抑扬格诗行由双音步所界定那样——而是有时由十二个音节、有时十八个、有时二十个来衡量;因为无限之物,亦即完全不归属于任何度量之物,因其无限性而是令人不快的,也是不可认识的。 一切句肢都由数目来界定和衡量,诚然不是由确定的数目,而是由不确定的数目:或由十五个音节,或由十八个。因此,文辞结构的数目即句肢的数目就是节奏,句肢具有节奏,它(即文辞的结构)的度量是可分割的,亦即不确定的;因为有时句肢被界定为十五个音节,有时则为十二个。而英雄诗行的度量则是不可分割的;因为它是用六音步来衡量的,不可能用四音步或任何其他度量来衡量。

语法注2 条
  1. 3.1.8ἔχομεν προεγνωσμένον

    由动词 ἔχω 与完成时被动分词 προεγνωσμένον(中性单数宾格)构成的迂回完成时结构,其语义上的宾语为后接的关系从句 ὃν αἱροῦνται ἐπίτροπον。紧随其后的 ἔχομεν ἐγνωσμένον... ὅτι... 亦属同类结构。

  2. 3.1.8οὗτινος (τοῦ σχήματος τῆς λέξεως) τὰ μέτρα εἰσὶ τμητά

    关系代词 οὗτινος 的先行词并非紧邻的 ῥυθμός,而是如注解者在圆括号中所补充的那样,指“文辞的结构(τοῦ σχήματος τῆς λέξεως)”。表语形容词 τμητά(意为“可分割的”、“可变的”)紧接着由 ἤτοι ἀόριστα(亦即不确定的)加以阐释。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4026.tlg001.humanitext-grc1:190.6-191.9