← 佚名

亚里士多德《修辞学》佚名评注

§188.23-190.5

严苛言辞的表达与复合词及修饰语的运用

本段注释亚里士多德《修辞学》1408b5–20,阐明在使用严苛言辞时不可同时配合粗暴的声音与神情,而在情绪高昂或完全掌控听者时可以使用复合词、修饰语和对仗平行的词句,并指出这些修辞手法适于诗歌或讽刺。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.1.7#3

[b 5] οἷον εἰ τὰ ὀνόματα σκληρὰ ἤτοι αἱ λέξεις καὶ τραχέα εἰσὶ καὶ ὑβριστικά, ἅτινα λέγεις πρός τινα ἀντιδικοῦντά σοι, οὐ δεῖ ταύτας τὰς τραχείας λέξεις καὶ σημαινούσας ὕβριν ἐκφέρειν καὶ μετὰ φωνῆς ἀγρίας καὶ τραχείας καὶ ἐν οἷς ταύτας λέγεις δεικνύειν καὶ πρόσωπον ὀργιζομένου καὶ τὰ ἄλλα τὰ ἁρμόττοντα ἤτοι βλέμμα καὶ κίνημα καὶ ἰδίωμα ἄγριον· ἀλλ’ εἰ μὲν αἱ λέξεις εἰσὶν ὑβριστικαί, δεῖ σε ταύτας ἐκφέρειν μετὰ φωνῆς ὑφειμένης καὶ μὴ ἀγρίας καὶ πρόσωπον ἔχειν ἱλαρὸν καὶ βλέμμα πρᾶον, ἵνα τὸ τῶν λέξεων τραχὺ συγκαλύπτηται διὰ τῆς ὑφειμένης φωνῆς καὶ τοῦ ἱλαροῦ προσώπου καὶ μὴ φαίνῃ μελάγχολος καὶ ὑβριστικός· [b 7] εἰ δὲ μή,1 ἤτοι εἰ δὲ καὶ αἱ λέξεις εἰσὶ τραχεῖαι καὶ ἐκφέρεις ταύτας μετὰ φωνῆς ἀγρίας καὶ πρόσωπον ἐνδείκνυσαι ἄγριον, φανερὸν γίνεται, ὅτι μελάγχολός εἶ καὶ ψευδὴς καὶ ἐπίκεισαι τῷ, ὃν ἀδικεῖς. εἰ δὲ τόδε μέν, ἤτοι εἰ δὲ αἱ λέξεις εἰσὶ σκληραὶ καὶ ὕβριν ὑποσημαίνουσαι, τόδε δὲ μή, ἤτοι ἡ δὲ φωνή, δι’ ἧς ταύτας ἐκφέρεις, ἐστὶ μαλακὴ καὶ ὑφειμένη καὶ τὸ πρόσωπον ἐνδείκνυσαι ἱλαρόν, λανθάνεις ποιῶν τὸ αὐτὸ ἤτοι λεληθότως ὑβρίζεις αὐτὸν καὶ οὐδὲ δοκεῖς ὕποπτος τοῖς ἀκροαταῖς· τὸ αὐτὸ δὲ ποιεῖς λεληθότως ἤτοι τὸ ὑβρίσαι τὸν ἀντιδικοῦντα, ὅπερ ἂν ἐποίησας, καὶ εἰ μετὰ τραχείας φωνῆς ἐξέφερες τὰς τραχείας λέξεις καὶ ὑβριστικάς. εἰ δὲ βούλει δοκεῖν, ὡς ἃ λέγεις πιθανά εἰσι, δεῖ τὰ μαλακὰ ὑφειμένως ἀπαγγέλλειν καὶ δι’ εὐτελῶν λέξεων καὶ τὰ σκληρὰ πάλιν σκληρῶς καὶ ὀγκηρῶς ἀπαγγέλλειν· [b 9] εἰ δὲ τὰ μαλακὰ καὶ ταπεινὰ ἀπαγγέλλεις σκληρῶς καὶ ὀγκηρῶς, δόξεις περίεργος καὶ δολερὸς καὶ μωρὸς ὡς σπουδάζων ἀντιστρέφειν τὰ πράγματα καὶ ἀπίθανα δόξεις λέγειν. [b 11] τῷ δὲ λέγοντι παθητικῶς ἁρμόζουσιν αἱ ἐπίθετοι λέξεις ὡς τὸ πελώριος καὶ διπλᾶ ὡς τὰς συνθέτους λέγειν ὡς τὸ οὐρανόμηκες καὶ ξένας λέξεις ἤτοι διαλέκτου καὶ τῆσδε ἢ τῆσδε τῆς γλώττης· τῷ γὰρ λέγοντι κακὸν οὐρανόμηκες συγγνώμη ἐστὶν ὡς ὀργιζομένῳ· δοκεῖ γὰρ ὁ ὀργιζόμενος μὴ προσέχειν οἷς λέγει ὡς ὑπὸ τῆς ὀργῆς τὰς φρένας ἐξεστηκώς, καὶ διὰ τοῦτο συγγνωμονοῦσιν αὐτῷ, κἂν ἀνοίκεια καὶ ἀκατάλληλα λέγῃ· τὸ γὰρ οὐρανόμηκες ἐπὶ θείων λέγεται, οὐ μὴν δὲ ἐπὶ κακῶν· εἴ τι γὰρ ἔλθῃ εἰς τὴν γλῶτταν τοῦ ὀργιζομένου, τοῦτο καὶ λέγει καὶ οὐ σκοπεῖ τὰ κατάλληλα. [b 13] καὶ ὅταν ἔχῃ ἤδη τοὺς ἀκροατάς, ἤτοι ὅταν τοὺς ἀκροατὰς ποιήσῃ ὥστε αὐτῷ προσέχειν ὡς ἀληθῆ λέγοντι, εἴτε ψέγει, εἴτε ἐπαινεῖ, εἴτε ὀργίζεται, ἤτοι ὅταν καὶ οἱ ἀκροαταὶ χαίρωσι τοῖς ἐπαίνοις ἢ τοῖς ψόγοις καὶ κρίνωσι τὸν ῥήτορα δικαίως ὀργιζόμενον καθ’ οὗ ὀργίζεται ἢ δικαίως ψέγοντα ὃν ψέγει ἢ δικαίως ἐπαινοῦντα καὶ οἷον ἐνθουσιῶσι, καὶ τότε δεῖ χρᾶσθαι τοῖς διπλοῖς καὶ ἐπιθέτοις ὀνόμασι, καὶ εἴ τι ἂν βούλοιο. [b 15] ὁ δὲ Ἰσοκράτης ἐγκώμιον ποιεῖται στρατιωτῶν πολεμησάντων καὶ τινῶν μὲν σφαγέντων τινῶν δὲ καὶ σωθέντων, καί φησιν ἐν τῷ τέλει τοῦ ἐγκωμίου ‘φήμη δὲ πάντων καὶ ἡ γνώμη πάντων οὕτως ἔχειν ταῦτα, ἃ λέγω ἐπαινῶν, μαρτυροῦσι καὶ διαβεβαιοῦσι καὶ μὴ ἄλλως· ἀλλὰ λέγουσι ταῦτα καὶ οἱ στρατιῶται οἱ τὸν τότε ὑποστάντες πόλεμον, οἳ καὶ ἔτλησαν τὰ δεινὰ καὶ διεσώθησαν.’ [b 17] φθέγγονται γὰρ τὰ τοιαῦτα ἤτοι τὰ παράλληλα, οἷον φήμη, γνώμη, ἐνθουσιάζοντες· ὥστε καὶ οἱ ἀκροαταὶ ὁμοίως ἔχοντες ἤτοι ἐνθουσιάζοντες καὶ ὅλοι γενόμενοι τοῦ λέγοντος ἀποδέχονται τοὺς ῥήτορας λέγοντας τοιαῦτα ἤτοι παράλληλα. [b 18] διὸ καὶ τὸ τὰ τοιαῦτα λέγειν ἤτοι παράλληλα, ἐπεὶ καὶ τῶν ἐνθουσιαζόντων ἐστὶν ἡ ποίησις, λοιπὸν τῇ ποιήσει ἁρμόττει. ἢ δεῖ οὕτως λέγειν τὰ παράλληλα μεταποιῆσαι τοὺς ἀκροατὰς ἐνθουσιάζειν2 καὶ ἀποδέχεσθαι τοὺς λέγοντας ἢ μετ’ εἰρωνείας ἤτοι ἢ δεῖ χρᾶσθαι τῇ εἰρωνείᾳ μετὰ τὸ ἀποδεῖξαι τὸν δεῖνα προδότην τῆς πατρίδος καὶ λέγειν μετ’ εἰρωνείας πάντα μετὰ τὰς ἀποδείξεις ‘ὁ καλὸς οὑτοσί, ὁ γενναῖος’. [b 20] οἱ λόγοι τοῦ Γοργίου, ὃν παρεισάγει ὁ Πλάτων διαλεγόμενον, εἰρωνευτικοί εἰσιν ἅπαντες.

[b 5] 例如,如果你用来对付诉讼对手的名词即言辞是严苛、粗暴且侮辱性的,你不应当也用粗野而严苛的声音把这些粗暴且表示侮辱的言辞表达出来,也不应当在说这些话时展现出愤怒者的面容以及其他适合的举止,即粗野的眼神、动作和独特的粗野举止;相反,如果言辞是侮辱性的,你应当用压低而非粗野的声音把它们表达出来,并保持开朗的面容和温和的眼神,以便言辞的粗暴能够通过压低的声音和开朗的面容被掩盖起来,使你不致显得性情乖戾且蛮横无礼。 [b 7] “否则”,亦即如果言辞粗暴,并且你也用粗野的声音表达出来,并展现出粗野的面容,那么事实就会变得显而易见,即你是乖戾且不诚实的,并且你在对受你侵害的人苦苦相逼。“但如果这一点是如此”,亦即言辞严苛且暗示着侮辱,“而那一点不是”,亦即你表达这些话的声音是轻柔而低沉的,并且你展现出开朗的面容,那么你就是“在暗中做了同样的事”,亦即暗中侮辱了他,而且你在听者看来也不会显得可疑;你在暗中所做的,恰好是你本会做成的事,即侮辱了诉讼对手,如同你用粗暴的声音说出粗暴而侮辱性的言辞时一样。但如果你希望你所说的话显得具有说服力,就必须低沉地且通过朴素的言辞陈述轻柔的事物,反过来,用严苛且庄重的方式陈述严苛的事物。 [b 9] 但如果你用严苛且庄重的方式陈述轻柔而卑微的事物,你就会显得多事、诡诈且愚蠢,仿佛极力要颠倒事物一般,并且显得是在说无法令人信服的话。 [b 11] “对于饱含情感而说话的人,修饰性的言辞是契合的”,例如“庞然的”,以及“双重字”,如使用复合言辞说“冲天的”,还有“外来言辞”,亦即某种方言以及此一或彼一种语言的话语;因为对于说出“冲天之灾”的人,“作为发怒者是受原谅的”;因为发怒的人似乎并不专注于自己所说的话,仿佛因愤怒而心智失常,正因如此,即使他说了不相称且不恰当的话,人们也原谅他;因为“冲天的”本用于神圣的事物,绝非用于灾祸;因为无论什么字眼到了发怒者的舌尖上,他就说出什么,并不考虑是否得体。 [b 13] “并且当他已经掌控了听者时”,亦即当他使听者听从于他、视其为在说真话时,无论他是责难、赞美还是发怒;亦即当听者也乐于接受那些赞美或责难,并判定演说家对其发怒的对象是在正当地发怒,或者对他所责难的人是在正当地责难,抑或是在正当地赞美,并且听者也仿佛获得了神感时,那时也应当使用双重字和修饰性名词,以及任何你可能想要使用的词汇。 [b 15] 伊索克拉底为作战的士兵们作了一篇颂词,其中有的士兵战死,有的则得以幸存,他在颂词的末尾说道:“所有人的传闻与所有人的见解都证实并断言,我赞美着所说的这些事情正是如此,绝非别样;不仅如此,当时经受了战争、既忍受了可怕苦难又得以幸存的士兵们自己,也都在述说着这些事情。” [b 17] 因为人们在充满神感时就会说出诸如“传闻”与“见解”这样成对呼应的言辞;因此,听者也处于同样的状态,即充满神感并且完全站到了说话者一边,从而接受说出此类并列呼应言辞的演说家们。 [b 18] 因此,说出此类并列言辞的做法,既然诗歌也属于获得神感的人,归根结底便适合于诗歌。或者,应当为了改变听者、使之产生神感并接受说话者而如此使用并列言辞,或者“带着讽刺”,亦即应当在论证了某人是祖国的叛徒之后使用讽刺,并在论证之后一切都带着讽刺说:“这位可敬的人,这位高尚的人”。 [b 20] 柏拉图引入作为对话者的高尔吉亚,其言论完全是讽刺性的。

语法注2 条
  1. 3.1.7εἰ δὲ τόδε μέν... τόδε δὲ μή

    代词的呼应结构,承接亚里士多德文本(1408b7)的 ἐὰν δὲ τόδε μὲν τόδε δὲ μή,表示对比:“如果一方面这一点是如此[即言辞严苛],而另一方面那一点并非如此[即声音与神态并不粗暴]”。

  2. 3.1.7μεταποιῆσαι τοὺς ἀκροατὰς ἐνθουσιάζειν

    不定式 μεταποιῆσαι(转变、改变)表目的或结果,后接带逻辑主语的不定式结构 τοὺς ἀκροατὰς ἐνθουσιάζειν(“使听者产生神感”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4026.tlg001.humanitext-grc1:188.23-190.5