← 佚名

亚里士多德《修辞学》佚名评注

§18.1-19.11

好名声、尊荣与身体的诸种卓越

本节针对亚里士多德《修辞学》1361a25–1361b21,阐释并列举了幸福的各个组成部分,包括好名声、施恩、尊荣、健康、不同年龄的美貌、力量、身量以及竞技角力。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.0.5#2

[a 25] εὐδοξία δέ ἐστι τὸ ἔχειν τι πρᾶγμα, οὗ ὀρέγονται οἱ πολλοί, οἷος ὁ πλοῦτος, ἢ οἱ ἀγαθοί, ὁποία ἡ ἀρετή, ἢ οἱ φρόνιμοι· εἴη δ’ ἂν ἡ σοφία, ἧς ἐρῶσιν οἱ φρόνιμοι. [a 30] εὐεργεσία δέ ἐστιν ἡ εἰς σωτηρίαν, ἡνίκα τις ἰατρεύσει ἄριστά τινα ἀόκνως καὶ ἀμισθὶ ἢ πλοῦτον δώσει ἢ διδάξει μάθημά τι κάλλιστον ἢ οἰκίαν ἀποδώσει δωρεαστικῶς. ὁ τοίνυν εὐεργετήσας οὕτως εὐεργέτης λέγεται ἢ ἁπλῶς τοιοῦτόν τι χαρισάμενος δυσκόλως κτώμενον ἢ ἐν τῇ τοιαύτῃ χώρᾳ μὴ κτώμενον εὐχερῶς, ἔνθα δίδωσί τις· ἢ ποτὲ δούς τις εὐεργέτης καὶ πλουτοδότης καλεῖται, ἡνίκα ἐν πολιορκίᾳ καὶ καιρῷ ἐνδείας σῖτον ἐπιδώσει τινὶ τὸν χρειώδη. [a 32] πολλοὶ γὰρ διὰ μικρὰ τιμῆς ἄξιοι, διὰ τὸν τόπον μὴ ἔχοντα ἀφθονίαν τοῦ πράγματος ἢ διὰ τὸν καιρὸν καὶ τὴν ἔνδειαν ἢ καὶ διὰ τὸν τρόπον, οἷον εἰ μὴ πονήσαντά μέ τις μηδὲ ὑπηρετήσαντα αὐτῷ μηδὲ ὑπεραποθανόντα αὐτοῦ εὐηργέτησε.1 [a 34] μέρη δὲ τιμῆς τὸ θυσίας τῷ τιμωμένῳ διδόναι θανόντι, ὥσπερ Ἕλληνες Ἀχιλλεῖ τὴν Ἑκάβης θυγατέρα. τοῖς τοιούτοις οὖν ἀριστεῦσι δίδονται μνῆμαι καὶ ᾠδαὶ ἐπιτύμβιοι ἡρωικαὶ καὶ ἐγκωμίων λαμπρότητες ἐν λόγοις, γέρα δὲ τοῖς ζῶσι, τεμένη δ’ αὖ τοῖς θανοῦσι καὶ τάφοι καὶ εἰκόνες· τοῖς δὲ παροῦσιν εὐεργέταις προεδρίαι καὶ τὸ τρέφεσθαι ἐκ τῶν δημοσίων ἀναλωμάτων καὶ αἱ προσκυνήσεις καὶ τὸ ὑπεξίστασθαι τοῦ θρόνου· ταῦτα δὲ τὰ βαρβαρικά. [a 37] καὶ δῶρα τὰ παρ’ ἑκάστοις, καὶ τοῖς διδοῦσι καὶ τοῖς λαμβάνουσι, τίμια τιμῆς σημεῖον, οἷον εἰ φιλόσοφός τις ὢν ὁ διδοὺς χρήζει τῶν ἐκκρίτων καὶ δυσευρέτων ἐξηγητῶν, ἐπιδώσει δὲ † ταύτας εὐεργέτῃ τινὶ τῷ λαμβάνοντι καὶ τιμωμένῳ, ἀπλήστως ὀρεγομένῳ τούτων, καὶ πρὸ πολλοῦ τότε σημεῖον τιμῆς τὸ διδόμενον. πάλιν τῷ φιλοχρημάτῳ σημεῖον τιμῆς χρυσοῦ δόσις καὶ τῷ φιλίππῳ ἵππος δρομεὺς καὶ πιότατος. τιμὴ οὖν ἡ δόσις ἐκείνου, οὗ ἐφίενται οἱ φιλότιμοι. [b 3] ὑγεία δὲ τὸ ἀρίστως ἔχειν καὶ καύσωνα ὑπομένειν καὶ ψῦχος καὶ πυγμὰς καὶ τρώσεις, ἀλλὰ μὴ καθάπερ Ἡρόδικος ἀεὶ νοσαζόμενος καὶ ἰατροῖς προσανέχων καὶ καθ’ ἑκάστην ἀλεξιτηρίοις τισὶ καὶ φαρμάκοις ἐπιβοηθῶν τῷ σώματι. [b 7] κάλλος ἐστὶν ἐν νέοις, ἐν μέσοις, ἐν γέρουσιν. ἐν νέοις μὲν τὸ κάλλος τὸ πρὸς πόνους χρήσιμον αὐτοῖς σαρκίον· τοὺς πρὸς δρόμον δὲ καὶ βίαν πόνους λέγω· βίαν δὲ τὸ ὠθῆσαί τινα, τὸ ἕλξαι πρὸς ἑαυτόν, τὸ βαστάσαι, τὸ θλῖψαι, τὸ πυγμῇ τρέψαι, τὸ πάλῃ νικῆσαι, τὸ δρόμῳ ὑπερνικῆσαι· ταῦτα δὲ καὶ τοῦ ἀκμάζοντος. κάλλος δὲ νέου καὶ τὸ εἶναι ἡδὺν πρὸς ἀπόλαυσιν, ὡς αὐτὸς Ἀριστοτέλης φησί. [b 10] διὸ οἱ πένταθλοι κάλλιστοι. τοῦτο δηλωτικόν ἐστι τοῦ εἶναι ἀρετὰς τοῦ νέου, εἰ καὶ μὴ παντός, θλῖψιν, ὤθησιν, πυγμικήν, πάλην, δρόμον. πένταθλός ἐστι θλῖψις, ὤθησις βίας, δρόμος, πάλη † τε, πυγμικῆς αὖθις τόνος. πένταθλός ἐστι τὸ θλίβειν ἐναντίους, ὤθησις αὖθις, πυγμική, πάλη, δρόμος. [b 13] γέροντος δὲ κάλλος τὸ ἐν πόνοις τοῖς ἀναγκαίοις εὔτονον,2 τὸ οὐρεῖν, τὸ κνήθεσθαι, τὸ εἰς ναὸν βαδίζειν, τὸ λούεσθαι ἀλύπως, τὸ ἐσθίειν καὶ πέττειν εὐχερῶς, τὸ μὴ περιττότητας ἔχειν, ἃς ἡ τοῦ γήρως ὑγρότης εἴωθε φέρειν, ἢ κήλην. ἰσχὺς δέ ἐστι τὸ ἕλκειν πρὸς ἑαυτόν, τὸ ὠθεῖν πόρρω, τὸ ἄχθη φέρειν. [b 18] μεγέθους δὲ ἀρετὴ τὸ ὑπερέχειν μὲν ἐν μήκει καὶ πλάτει καὶ βάθει, ἀλλὰ συμμέτρως καὶ τοσοῦτον, ὥστε μὴ νωθῆ ποιεῖν καὶ βραδὺν καὶ ἀκίνητον τὸν ἔχοντα. [b 21] ἀγωνιστικὴ δὲ πάλη σύγκειται ἐκ μεγέθους καὶ ἰσχύος καὶ τάχους· καὶ γὰρ ὁ ταχὺς ἰσχυρός τις κατὰ τὸ ῥιπτεῖν τὰ σκέλη ταχέως μόνον· ἔχει δὲ πλεῖον τοῦ δρομικοῦ καὶ ταχέος ὁ ἰσχυρός, ὅτι καὶ ἕλκει καὶ ὠθεῖ καὶ θλίβει.

[a 25] 好名声在于拥有某种大众所渴望的事物(例如财富),或是善人所渴望的事物(例如美德),或是明智之人所渴望的事物;而明智之人所热切追求的当属智慧。[a 30] 恩惠乃是引向拯救的作为,比如某人不辞劳苦且不计报酬地以极佳的方式医治某人,或是赠与财富,或是教授某种极好的学问,或是无偿转让一所房屋。因此,如此行善之人便被称为施恩者,或者简言之,赠予了难以获得的某物之人,或者在某人施予该物的那类地方不易获得的某物之人;抑或,某人在围城与匮乏之时向某人提供生活必需的粮食,这位在特定之时施予的人便被称为施恩者与财富赐予者。[a 32] 因为许多人因微小之事而配受尊荣,这或是由于该地缺乏此物,或是由于时机与匮乏,抑或是由于方式,例如某人在我未曾劳苦、未曾侍奉他、也未曾替他赴死的情况下对我施恩。[a 34] 尊荣的部分在于向受尊荣者死后献祭,正如希腊人向阿喀琉斯献祭赫卡柏之女一样。因此,对此类杰出英勇之士,人们献上纪念碑、悼亡英雄诗歌以及言辞中赞词的光彩,对生者给予特权,对死者则给予圣域、墓穴与雕像;对在场的施恩者则给予首席座位、公费赡养、伏地顶礼与起立让座——不过这些是蛮族的风俗。[a 37] 而且在各人中间,对施予者和接受者而言皆显尊贵的礼物是尊荣的标志;例如施予者若是一位哲学家,需要精选且罕见的注释书,却将这些赠予那位接受且受尊荣、贪求这些书籍的施恩者,那么当时所赠之物便大为尊荣的标志。反之,对于爱财者而言,黄金的赠予是尊荣的标志;对于爱马者而言,奔跑迅速且极其肥硕的骏马则是尊荣的标志。因此,尊荣就是好名者所欲求之物的赠予。[b 3] 健康在于处于极佳状态,能忍受酷暑、严寒、重击与创伤,而非像赫罗狄科斯那样,总是缠绵病榻、依赖医师、每日用某些防病药与药物辅助身体。[b 7] 美存在于青年、中年与老年之中。青年人的美在于对其劳苦有用的肉体;我所说的劳苦是指奔跑与用力的劳苦;用力是指推开某人、拉向自己、举起、压制、以拳击击退、以角力取胜、以奔跑超越;这些也属于盛年之人。不过正如亚里士多德自己所说,青年的美还在于供享乐而言令人愉悦。[b 10] “因此五项全能运动员是最美的”。这表明了青年人的美德——纵然并非所有人皆然——是压制、推挤、拳击、角力与奔跑。五项全能是压制、以力量推挤、奔跑、角力,以及拳击的紧绷发力。五项全能是压制对手,再加上推挤、拳击、角力、奔跑。[b 13] 老年人的美在于在必要的劳苦中保持健旺:排尿、抓痒、步往神庙、毫无痛苦地沐浴、容易进食与消化,且不具有老年湿气通常带来的过剩物,亦无疝气。力量在于拉向自己、推向远处、负荷重物。[b 18] 身材高大的美德在于在长度、宽度和厚度上超出常人,但须匀称,且以此为限:不使拥有者变得迟钝、缓慢且无法动弹。[b 21] 竞技角力由身材高大、力量与敏捷组成;因为敏捷者仅仅在快速甩动双腿这一点上也是某种有力者;但有力者比善跑者和敏捷者拥有更多,因为他既能拉,也能推,还能压制。

语法注2 条
  1. 1.0.5οἷον εἰ μὴ πονήσαντά μέ τις μηδὲ ὑπηρετήσαντα αὐτῷ μηδὲ ὑπεραποθανόντα αὐτοῦ εὐηργέτησε

    宾格分词短语 μὴ πονήσαντά μέ μηδὲ ὑπηρετήσαντα... 充当动词 εὐηργέτησε 的直接宾语(μέ)及其修饰语,不定代词 τις 是主语。该结构表达让步或情状意义:“比如在我并未劳苦、并未侍奉他亦未为他赴死的情况下,有人却施恩于我”。

  2. 1.0.5γέροντος δὲ κάλλος τὸ ἐν πόνοις τοῖς ἀναγκαίοις εὔτονον

    中性单数形容词 εὔτονον 与定冠词 τό 结合,具有名词性含义(“健旺、紧绷有张力”),用作老年人之美的述语定义。其后接续的一系列带冠词不定词(τὸ οὐρεῖν, τὸ κνήθεσθαι 等)充当同位语,具体指明这一健旺状态的表现。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4026.tlg001.humanitext-grc1:18.1-19.11