← 佚名

亚里士多德《修辞学》佚名评注

§187.15-188.23

依品性调整文体与针对过度的自我谴责

注解亚里士多德《修辞学》卷三第7章(1408a25–1408b4),阐明了文辞依年龄与品质状态的适应、利用众所周知的套话诱导听者认同的技巧、对过度言辞施加自我谴责的补救法,以及避免穷尽所有相符手段以防欺骗被识破的策略。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.1.7#2

ἄλλα εἰσὶ σημεῖα τοῦ γέροντος, ἤτοι τὸ προβουλεύεσθαι, τὸ εἰδέναι τὰ ὄντα, τὰ προόντα, τὰ μέλλοντα, καὶ ἄλλα εἰσὶ σημεῖα τοῦ νέου, ἤτοι τὸ θαρραλέον, τὸ ἀνδρεῖον, οἷον ‘νέῳ πάντ’ ἔοικεν Ἄρεϊ δεδαϊγμένῳ ὀξέϊ χαλκῷ’· πρέπει γὰρ καὶ τῷ νέῳ τὸ κεῖσθαι ἀπεκταμένῳ ἐν πολέμῳ. [a 26] ἡ ἁρμόττουσα δεῖξις ἑκάστῳ γένει καὶ ἕξει. [a 29] ἕξεις δέ, καθ’ ἃς ποιός τις λέγεται· ἢ γὰρ ἕξιν ἔχει τοῦ ὀργίζεσθαι, καθ’ ἣν ὀργίλος λέγεται, ἢ ἕξιν ἔχει τοῦ μὴ ὀργίζεσθαι, καθ’ ἣν πρᾶος λέγεται· καὶ ἄλλα μὲν ἁρμόττουσι τῷ ὀργίλῳ, ἄλλα δὲ τῷ πράῳ. οὐ γὰρ καθ’ ἅπασαν ἕξιν ποιός τις παρονομάζεται, ἤτοι οὐ γάρ, εἰ ἕξιν ἔχει τις τοῦ ἀσκεπὴς περιπατεῖν ἢ βραδέως ἐσθίειν, ἤδη καὶ ἀπ’ αὐτοῦ παρονομάζεται. [a 30] καὶ τὰ ὀνόματα καὶ αἱ λέξεις οἰκεῖαι ὀφείλουσιν εἶναι ἑκάστου τῇ ἕξει· ἄλλα γὰρ ὀνόματά εἰσιν οἰκεῖα τῷ ἀγροίκῳ καὶ ἄλλα οἰκεῖα τῷ πεπαιδευμένῳ ἤτοι τῷ σοφῷ· οὕτω γάρ, εἰ λέγεις τὰ ὀνόματα τὰ οἰκεῖα ἑκάστῳ, τὸ ἦθος ἑαυτοῦ μᾶλλον δείξεις, ὅτι ἐστὶν ἀληθευτικόν. [a 32] πάσχουσι δὲ οἱ ἀκροαταὶ ἤτοι ἀπατῶνται καὶ τῷ συνήθει καὶ καθωμιλημένῳ καὶ γνωρίμῳ τοῖς πᾶσιν, ᾧτινι πάντες οἱ λογογράφοι κατακόρως χρῶνται καὶ ἀεὶ ἀπατῶντες, οἷον ὅταν τις εἰσελθὼν εἴπῃ ἐπὶ δικαστηρίου ‘τοῦτο δέ, ὃ μέλλω εἰπεῖν, πάντες ἴσασι καὶ οὐδεὶς ἀγνοεῖ’· [a 35] ὁ γοῦν ἀκροατὴς ἢ καὶ ὁ δικαστὴς αἰσχυνόμενος τὸ θρυλλούμενον ‘οὔτις τοι τῶνδ’ ‘ἐπαίτιός ἐστι’,1 μή πως δόξῃ ἀγνοῶν, ὅπερ οἱ ἄλλοι πάντες γινώσκουσι, δέχεται τὸ παρ’ ἐκείνου λεγόμενον καὶ ὁμολογεῖ. τὸ δὲ χρᾶσθαι τούτῳ ἤτοι τῷ λέγειν ὅτι ‘τοῦτο, ὅ φημι, καὶ οἱ σκυτοτόμοι γινώσκουσιν’, εὐκαίρως ἢ ἀκαίρως κοινόν ἐστιν ἁπάντων τῶν εἰδῶν, ἤτοι καὶ ἐν τῷ δικανικῷ καὶ συμβουλευτικῷ καὶ ἐν τῷ πανηγυρικῷ χρώμεθα τῷ λόγῳ τούτῳ ἤτοι ὅτι πάντες τοῦτο γινώσκουσι, πλὴν ποτὲ μὲν εὐκαίρως ποτὲ δὲ ἀκαίρως. ἢ τῶν εἰδῶν ἤτοι τοῦ παθητικοῦ καὶ ἠθικοῦ. [b 1] ἄκος δέ ἐστιν ἐπὶ πάσης ὑπερβολῆς, ἤτοι ὅταν δὲ εἴπῃς τι ἀκαίρως καὶ ὑπερβάλλῃ τὸ πρᾶγμα ἤτοι οὐκ ἔστι τοῦ πράγματος, τότε λέγε τὸ θρυλλούμενον ἤτοι τότε δεῖ προσεπιπλήττειν ἑαυτὸν ἐν τῷ λέγειν ‘οἷόν με φύγεν ἕρκος ὀδόντων’, ἢ ὅτι ‘ἀλλ’ οἷόν με διέλαθε καὶ εἶπον’· εἰ γὰρ οὕτως προσεπιπλήττεις ἑαυτόν, δοκεῖ τὸ λεγόμενον ἀεὶ παρὰ σοῦ εἶναι ἀληθὲς καὶ σὺ ἀληθὴς δοκεῖς· λέγουσι γὰρ οἱ ἀκροαταί, ὅτι, εἰ μικρόν τι παρεγκλίνας τῆς ἀληθείας καὶ εἰπὼν ἄκαιρον ἤτοι ὃ τοῦ παρόντος οὐκ ἔστι καιροῦ ἑαυτὸν προσεμέμψατο καὶ συνέπληξε, λοιπὸν φιλαλήθης ἐστὶ καὶ τῆς ἀληθείας ἐξέχεται. [b 3] ἐπεὶ τὸ προσεπιπλήττειν ἑαυτὸν οὐ λανθάνει τὸν λέγοντα ἤτοι τὸν ῥήτορα, δι’ ὃ ταῦτα ποιεῖ·2 ποιεῖ γὰρ τοῦτο ἤτοι τὸ ἑαυτὸν προσεπιπλήττειν, κἂν μικρόν τι τῆς ἀληθείας παρεκτραπῇ καὶ ἄκαιρα δοκῇ λέγειν, ἵνα τὰ ἄλλα τὰ παρ’ αὐτοῦ λεγόμενα δοκῶσιν ἀληθῆ τοῖς ἀκροαταῖς. [b 4] ἔτι οὐ δεῖ χρᾶσθαι πᾶσιν ἀνάλογον ἤτοι ἀναλόγως τοῖς πράγμασιν, ἤτοι οὐ δεῖ χρῆσθαι πᾶσι τοῖς τῷ πράγματι ἁρμόζουσιν· οὕτω γάρ, εἰ μὴ πᾶσι τοῖς ἁρμόζουσι τῷ πράγματι ἅμα χρᾷ, κέκλεπται καὶ ἀπατᾶται ὁ ἀκροατής.

老人有其特有的征象,即预先谋划,知晓现在的事、过去的事与未来的事;青年也有其特有的征象,即大胆与勇敢,正如“对一个被阿瑞斯以锐利青铜斩杀的年轻人而言,一切皆是得体的”;因为对于青年来说,战死沙场也是得体的。 [a 26] “适合于每个种类和状态的展示。” [a 29] “而状态则是人们据以被称为具有某种性质的那些状态”;因为人要么具有易怒的状态,据此被称为易怒的;要么具有不易怒的状态,据此被称为温和的;适合于易怒者的事情与适合于温和者的事情是不同的。因为并非根据任何一种状态人都会被冠以某种性质的名称,亦即并不是说如果某人具有不戴帽子散步或吃得很慢的状态,他就立刻由此被冠以名称。 [a 30] “并且名称与文辞应当是适合于每个人的状态的”;因为某些名称适合于乡野之人,另一些名称适合于受过教育的人即智者;因为通过这种方式,如果你说出适合于每个人的名称,你就会更加展现出自己的性格是真实的。 [a 32] “听者们也会受到所有演讲撰写人过度使用且总是用以欺骗的那种人人习惯、挂在嘴边且熟知的话语的影响”,亦即受其欺骗,例如当有人走上法庭说“我将要说的这件事,所有人都知道,无人不知”。 [a 35] 于是听者乃至审判官,由于对那句常说的话“无人在此类事上是有罪责的”感到惭愧,唯恐自己显得不知道其他所有人全都知道的事情,便接受了那人所说的话并予以赞同。而使用这一做法,亦即说“我说这话连鞋匠们也都知道”,无论适时还是不适时,在所有种类中都是共同的;亦即在司法演说、审议演说以及节庆演说中,我们都使用这种说法,即所有人都知道此事,只是有时适时,有时不适时而已。或者,“种类”是指表现情感的文体与表现性格的文体。 [b 1] “对于一切过度都有补救之道”;亦即每当你说了不合时宜的话并且夸大了事情,亦即不切合实际时,那时就说那句常说的话;亦即那时必须在说话时附带责备自己说“什么话逃过了我的牙齿之篱!”,或者说“哎呀,我怎么一时疏忽竟说了出来!”;因为如果你这样责备自己,你所说的话便始终显得真实,你本人也显得真实;因为听者们会说,如果他哪怕稍微偏离了一点真相、说了一句不合时宜即不属于当前时机的话,就责怪并谴责自己,那么归根结底他是一个热爱真理并且坚守真理的人。 [b 3] 因为对自己加以斥责并不会使说话者即演说家不知晓自己为何要这样做;因为他之所以做这件事,即对自己加以斥责,哪怕他稍微偏离了真理且显得在说不合时宜的话,正是为了让他所说的其他事情在听者看来显得真实。 [b 4] “此外,不应当成比例地使用一切”,亦即不应当与事物成比例地使用;“亦即不应当使用契合于事物的一切手段”;因为这样一来,如果你不把契合于事物的所有手段同时用尽,听者就会不知不觉地被蒙蔽并受骗。

语法注2 条
  1. 3.1.7αἰσχυνόμενος τὸ θρυλλούμενον ‘οὔτις τοι τῶνδ’ ‘ἐπαίτιός ἐστι’

    分词 αἰσχυνόμενος 带有中性名词短语 τὸ θρυλλούμενον 作为其直接宾格宾语,紧接同位语性质的名句引文,并在句法上引出随后由 μή 引导的惧怕从句。

  2. 3.1.7ἐπεὶ τὸ προσεπιπλήττειν ἑαυτὸν οὐ λανθάνει τὸν λέγοντα ἤτοι τὸν ῥήτορα, δι’ ὃ ταῦτα ποιεῖ

    动词 λανθάνει 保留了古典时期的及物结构,以定冠词不定词 τὸ προσεπιπλήττειν ἑαυτόν 为主语,以宾格 τὸν λέγοντα 为宾语(“自身斥责之事并不瞒过说话者”)。其后的关系代词短语 δι’ ὃ ταῦτα ποιεῖ 带有间接疑问意味(“为何做此事”),表明演说家对其修辞策略具有完全的自觉。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4026.tlg001.humanitext-grc1:187.15-188.23