- 底本
- Anonymus, In Aristotelis artem rhetoricam commentarium. Commentaria in Aristotelem Graeca XXI.2, ed. H. Rabe, Berlin: Reimer 1896, pp. 1-262. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4026.tlg001.humanitext-grc1:185.30-187.15
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注释者阐释了亚里士多德《修辞学》第3卷第7章(1408a10–25),解释了得体文辞所要求的成比例性,表现性格与情感之文辞的作用机制,以及夸张与不协调如何导致喜剧效果和不信任。
7. Καὶ ἀνάλογον ἤτοι ἁρμόζουσα τοῖς ὑποκειμένοις πράγμασιν ἠθική ἐστι λέξις ἡ ἐμφαίνουσα τὸ ἦθος τοῦ λέγοντος ὀργίλον ἢ χάριεν ἢ ἀληθευτικὸν ἢ σεμνόν. [a 12] αὐτοκιβδήλως ἤτοι ταπεινῶς καὶ εὐτελῶς. γράφεται καὶ αὐτοκαβδάλως. λέγεται δὲ καὶ αὐτοκάβδαλον τὸ ταπεινὸν καὶ εὐτελὲς καὶ αὐτόξεστον καὶ αὐτοσχέδιον ἐκ μεταφορᾶς τῶν κονταρίων, ἐν οἷς οὐχὶ ἀπεξέσθη τὸ ἄκρον παρὰ τοῦ τέκτονος, ἐν ᾧ τὸ ξίφος ἐντίθεται, ἀλλὰ τοιοῦτόν ἐστι φύσει ἀπεξεσμένον πρὸς τὸ ὀξύ, ὥσπερ εἰ ἀπεξέσθη παρὰ τοῦ τέκτονος πρὸς τὸ ὀξὺ καὶ ἐξεπίτηδες.1 τὸ δὲ ἀνάλογόν ἐστι καὶ ἁρμόζον ἐστὶ τοῖς ὑποκειμένοις πράγμασιν, εἴ γε τὰ εὔογκα ἤτοι τὰ ἐξηρμένα καὶ μεγάλα πράγματα μὴ αὐτοκιβδήλως ἤτοι εὐτελῶς καὶ ταπεινῶς λέγηται ἤτοι ἀπαγγείληται, ἀλλὰ σεμνῶς καὶ μεμεγεθυσμένως· καὶ πάλιν τὰ εὐτελῆ δεῖ ταπεινῶς ἀπαγγέλλειν καὶ εὐτελῶς, ἀλλὰ μὴ σεμνῶς καὶ ὀγκηρῶς καὶ διῃρημένως, ἤτοι τὰ εὔογκα πράγματα καὶ μέγεθος ἔχοντα δεῖ ἀπαγγέλλειν σεμνῶς καὶ διῃρημένως καὶ ὀγκηρῶς καὶ τὰ εὐτελῆ δεῖ ἀναλόγως ἀπαγγέλλειν εὐτελῶς καὶ ταπεινῶς. [a 13] ἀλλ’ οὐδὲ ἐπὶ τῷ εὐτελεῖ πράγματι ἢ ὀνόματι ἐπῇ κόσμος, ἤτοι κεκαλλωπισμένας λέξεις δεῖ λαμβάνειν· εἰ δὲ μή, ἤτοι εἰ δὲ ἐν τοῖς εὐτελέσι πράγμασι χρώμεθα ὀνόμασι καὶ λέξεσι κεκαλλωπισμέναις, κωμῳδίαν ποιοῦμεν· οἱ γὰρ κωμῳδοὶ τὰ εὐτελῆ καὶ οὐδαμινὰ πράγματα ἀπαγγέλλουσι διὰ λέξεων κεκαλλωπισμένων. ταὐτὸν γάρ ἐστι βροντὴ καὶ σπουδή. [a 15] καὶ γὰρ ὁ Κλεοφῶν ῥήτωρ ὢν ὁμοίως τοῖς κωμῳδοῖς ἔνια ἔλεγεν ἤτοι τινὰ τῶν εὐτελῶν πραγμάτων ἀπήγγελλε καὶ ἔλεγε διὰ λέξεων κεκαλλωπισμένων, οἷον εἰ εἴποιεν ὦ πότνια συκῆ· ἡ γὰρ συκῆ εὐτελὲς πρᾶγμα, τὸ δὲ πότνια θείοις καὶ θεοῖς ἁρμόζουσα. [a 16] παθητικὴ δὲ λέξις ἐστίν· εἰ μὲν ὑβρίζεις, ὀφείλεις λέγειν λέξιν ὑβριζομένου, οἵαν εἰκὸς λέγειν τὸν ὑβριζόμενον, οἷον ‘‘οἰνοβαρές, κυνὸς ὄμματ’ ἔχων, κραδίην δ’ ἐλάφοιο’’, εἰ δὲ ἀσεβῆ καὶ αἰσχρά εἰσι τὰ πράγματα, δεῖ λέγειν αὐτὰ ὡς δυσχεραίνων καὶ εὐλαβούμενος καὶ λυπούμενος ἐπ’ αὐτοῖς, οἷον ‘ὦ τῆς συμφορᾶς, ὡς δεινά μοι τὰ συναντήματα’. [a 18] εἰ δέ εἰσιν ἐπαινετά, δεῖ πάλιν ἀγαμένως καὶ θαυμαστικῶς ἀπαγγέλλειν αὐτά· ἡ γὰρ λέξις ἡ οἰκεία καὶ ἁρμόζουσα τῷ πράγματι, οἷον ἡ θαυμαστικὴ λέξις ἀνήκει τοῖς ἐπαινετοῖς πράγμασι καὶ ἡ περιπαθὴς καὶ ἡ σχετλιαστικὴ ἀνήκει τοῖς λυπηροῖς καὶ ἐλεεινοῖς πράγμασι, πιθανὸν τὸ πρᾶγμα ποιεῖ καὶ ἀληθὲς δοκεῖ φαίνεσθαι· [a 20] ἡ γὰρ ψυχὴ τοῦ ἀκούοντος παραλογίζεται καὶ ἀπατᾶται καὶ οἴεται ὡς ἀληθῶς λέγοντος, ἤτοι ὅτι ἀληθῶς λέγει ὁ ῥήτωρ,2 ἀπὸ τοῦ λέγειν λέξεις ἁρμοζούσας καὶ ἀναλόγους τοῖς πράγμασιν· ἐπὶ τοῖς τοιούτοις γὰρ πράγμασιν, οἷς καὶ ἀνάλογος λέξις παρὰ τοῦ ῥήτορος τίθεται, ἀπατᾶται ὁ ἀκροατὴς καὶ οἴεται, ὡς οὕτως ἔχουσι τὰ πράγματα, καθὼς καὶ παρὰ τῷ ῥήτορι ἀπαγγέλλονται. [a 22] ὥστε οἱ ἀκροαταὶ οἴονται οὕτως ἔχειν τὰ πράγματα, ὡς ὁ λέγων ἀπαγγέλλει αὐτά, κἂν καὶ μὴ οὕτως ἔχωσιν. εἰ δὲ τῶν πραγμάτων λυπηρῶν ὄντων καὶ περιπαθῶν θαυμαστικῶς ἀπαγγέλλει αὐτὰ ἢ τὰ ἐπαινετὰ ἀπαγγέλλει σχετλιαστικῶς καὶ περιπαθῶς, ἀπίθανος δοκεῖ ὁ τοιοῦτος ῥήτωρ καὶ ψευδὴς καὶ πρὸς τὸ ἀπατᾶν ἀφορῶν, καὶ διὰ τοῦτο ἀπεστραμμένως ἀπαγγέλλει τὰ πράγματα καὶ οὐκ ἀναλόγως. [a 23] καὶ ὁ ἀκούων συλλυπεῖται τῷ λέγοντι περιπαθῶς τὰ περιπαθῆ πράγματα, κἂν μηδὲν ἀληθὲς λέγῃ, ἀλλ’ οὖν οἱ ἀκροαταὶ οἴονται ἀληθεύειν αὐτόν· διὸ καὶ πολλοὶ ἀπὸ τοῦ σχετλιάζειν ἐν τοῖς λυπηροῖς θορυβοῦσι τοὺς ἀκροατὰς ἀκούοντας αὐτοῦ λέγοντος ‘ὦ τῆς συμφορᾶς, οἷά μοι ἐπεσυνέβησαν’· ὁμοίως δὲ θορυβοῦνται οἱ ἀκροαταὶ καὶ ἐὰν ἀκούσωσι τοῦ λέγοντος θαυμάζοντός τι, καὶ διὰ τοῦτο προσέχουσιν αὐτῷ. [a 25] ἠθικὴ δέ ἐστι καὶ ἡ τῶν σημείων δεῖξις.
7. 并且是成比例的,亦即与摆在面前的事物相适应[便是文辞的得体]。表现性格的文辞,乃是显露说话者的性格为易怒、优雅、真实或庄重的文辞。 [a 12] “粗制滥造地”,亦即低微而卑陋地。也写作为“随随便便地”。低微、卑陋、天生削就与即兴之物也被称为“随随便便的”,这是来自小标枪的比喻:在这些标枪上,末端并未被木匠削出(在那里嵌入铁刃),而是天生就朝着尖锐方向削就,正如木匠特意朝着尖锐方向削出来的一样。所谓成比例并与摆在面前的事物相适应,是指如果庄重即高迈而宏大的事物不被粗制滥造地即卑陋而低微地言说(即报告),而是被庄重而宏大地言说;反之,卑陋的事物应当低微而卑陋地报告,而不可庄重、崇高而典雅地报告;亦即具有宏大与庄重的事物应当庄重、典雅而崇高地报告,卑陋的事物应当成比例地卑陋而低微地报告。 [a 13] “但装饰也不应加于卑陋的事物或名称之上”,亦即不应当采纳修饰过度的文辞;若非如此,亦即如果我们在卑陋的事物中使用修饰过度的名称与文辞,我们便造作了喜剧;因为喜剧诗人们正是通过修饰过度的文辞来报告卑陋而微不足道的事物的。因为“雷鸣与热烈乃是同一回事”。 [a 15] 事实上,身为演说家的克勒俄彭也像喜剧诗人们一样言说某些事物,亦即他通过修饰过度的文辞报告并言说了某些卑陋的事物,正如人们若说“啊,尊贵的无花果树”;因为无花果树是卑陋之物,而“尊贵的”则适于神圣之物与诸神。 [a 16] “表现情感的文辞则是”:如果你在施加侮辱,你应当言说遭受侮辱者的话语,正如遭受侮辱者理应言说的那样,例如“你这酒鬼,长着狗的眼睛,却有着鹿的心肠”;但如果事情是不虔与可耻的,就应当如同对之愤慨、警惕并悲痛那样言说它们,例如“啊,这场灾祸,降临于我的遭遇何其可怕”。 [a 18] 反之,如果事情是值得赞扬的,就应当再次怀着钦佩与赞叹报告它们;因为适宜并契合于事物的文辞——正如赞叹的文辞属于值得赞扬的事物,而动情与哀怨的文辞属于痛苦与可怜的事物一样——使事物变得可信,并显得真实。 [a 20] 因为听者的灵魂产生谬误推理并受骗,认为他在说真话,亦即认为演说家在说真话,这是由于演说家说出了与事物相适应且成比例的文辞;因为对于演说家在其中运用了成比例之文辞的这类事物,听者受骗并认为,事情正是如在演说家那里所报告的那样存在的。 [a 22] 因此听者们便认为事情正如说话者所报告的那样,即使事情并非如此。但如果在事物本是痛苦而动情时,他赞叹地报告它们,或者将值得赞扬的事物哀怨而动情地报告,这样的演说家就显得不可信、虚伪且意在欺骗,并且因此他显得反常而非成比例地报告事物。 [a 23] 听者也会同情动情地言说动情之事的人,即使他没有说出一句真话,但听者们依然认为他在说真话;因此,许多人由于在痛苦之事中发出哀叹,从而扰动了听见他说“啊,这场灾祸,何等的事情降临于我”的听者;同样地,听者们如果听见说话者在对某事发出赞叹,也会受到扰动,并且因此关注于他。 [a 25] “符号的展示也是表现性格的。”
- 3.1.7ἐκ μεταφορᾶς τῶν κονταρίων, ἐν οἷς οὐχὶ ἀπεξέσθη τὸ ἄκρον παρὰ τοῦ τέκτονος, ἐν ᾧ τὸ ξίφος ἐντίθεται, ἀλλὰ τοιοῦτόν ἐστι φύσει ἀπεξεσμένον πρὸς τὸ ὀξύ, ὥσπερ εἰ ἀπεξέσθη παρὰ τοῦ τέκτονος πρὸς τὸ ὀξὺ καὶ ἐξεπίτηδες
关于 αὐτοκάβδαλον(随随便便的、即兴的)的词源解释。ἐν οἷς 引导的关系从句先行词为小标枪(κοντάρια),其内部的关系从句 ἐν ᾧ 则修饰末端(τὸ ἄκρον)。句子的核心对比结构为 οὐχὶ ἀπεξέσθη ... ἀλλὰ τοιοῦτόν ἐστι φύσει ἀπεξεσμένον(并非被木匠削出,而是天生处于削就的状态),而 ὥσπερ εἰ 则引导虚拟的比较(“正如木匠特意削就的一样”)。
- 3.1.7οἴεται ὡς ἀληθῶς λέγοντος, ἤτοι ὅτι ἀληθῶς λέγει ὁ ῥήτωρ
属格分词短语 ὡς ἀληθῶς λέγοντος 作为 οἴεται 的宾语结构出现。注释者将其释义为 ἤτοι ὅτι ἀληθῶς λέγει ὁ ῥήτωρ(“亦即认为演说家在说真话”),借此补足了语义上的主语(ὁ ῥήτωρ),并指明该属格分词在语境中充当相当于宾语从句的功能。
