- 底本
- Anonymus, In Aristotelis artem rhetoricam commentarium. Commentaria in Aristotelem Graeca XXI.2, ed. H. Rabe, Berlin: Reimer 1896, pp. 1-262. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4026.tlg001.humanitext-grc1:184.12-185.29
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
本节针对亚里士多德《修辞学》第3卷第6章,阐释赋予文辞以庄重与宏大的各种技巧,包括以定义替代名称、以复数代单数、冠词与连接词的用法,以及安提马库斯式的迂回表述与基于缺失的隐喻。
6. Ὄγκον δὲ ἤτοι τὸ μέγεθος δὲ λέξει ἤτοι τῇ φράσει καὶ μῆκος χαρίζεται τὸ λέγειν τὸν ὁρισμὸν ἀντὶ τοῦ ὀνόματος, οἷον μὴ εἰπεῖν κύκλον, ἀλλὰ σχῆμα ἐπίπεδον, οὗ αἱ ἐκ τοῦ μέσου ἐκβληθεῖσαι περιφέρειαι ἴσαι ἀλλήλαις εἰσίν. [b 28] εἰ δὲ σύντομον καὶ γοργὸν τὸν λόγον μέλλομεν ποιῆσαι, ἀντὶ τοῦ λόγου ἤτοι τοῦ ὁρισμοῦ δεῖ εἰπεῖν τὸ ὄνομα ἤτοι κύκλον. ἂν δὲ ἐν τῷ ὀνόματι ᾖ τὸ αἰσχρόν, ἤτοι [τὸ] ἐπεὶ αἰσχρόν ἐστι τὸ λέγειν ‘ὁ δεῖνα τὴν δεῖνα διέφθειρε’, δεῖ τὸν λέγοντα λέγειν ὅτι “λῦσε δὲ παρθενικὴν ζώνην”. [b 31] δεῖ δὲ δηλοῦν τὸ πρᾶγμα, εἰ αἰσχρόν ἐστι, διὰ μεταφορῶν καὶ ἐπιθέτων, εὐλαβεῖσθαι δέ, ἵνα μὴ πυκνοτέρως χρᾷ ταῖς μεταφοραῖς καὶ τοῖς ἐπιθέτοις, ἵνα μὴ ὁ λόγος δόξῃ ποίησις. συμβάλλεται δὲ εἰς τὸν ὄγκον καὶ τὸ μέγεθος καὶ μῆκος τοῦ λόγου τὸ ποιεῖν τὸ ἓν πολλά, οἷον μὴ λέγειν λιμένα ἀλλὰ λιμένας. [b 35] μία ἐστὶν ἡ διαπτυχὴ τῆς δέλτου ἤτοι βίβλου καὶ εἴρηκε διαπτυγαί. διαπτυχή ἐστιν ἡ τῶν δύο σανίδων συνοχὴ ἡ συνέχουσα ἐντὸς τὰ τετράδια. διαπτυχή ἐστι καὶ ἐπὶ τοῦ οὐρανοῦ καὶ ἐπὶ θύρας συμβαλτῆς. ἀπὸ τῆς δέλτου οὖν τῆς ἀνοιγομένης καὶ συγκλειομένης εἶπε καὶ περὶ τοῦ οὐρανοῦ ἀνοίγεσθαι αὐτοῦ τὰς διαπτυχάς. [b 35] καὶ μὴ ἐπιζευγνύναι τὰ δύο ὑπὸ τοῦ ἑνὸς ἄρθρου, οἷον τῆς ἡμετέρας γυναικός, ὅπερ ποιεῖ συντομίαν, ἀλλ’ ἑκάτερα, ἤτοι καὶ τῆς γυναικὸς καὶ τῆς ἡμετέρας, ἔχειν ἑκάτερον ἤτοι τὰ οἰκεῖα ἄρθρα ἤτοι τῆς γυναικὸς τῆς ἡμετέρας. [b 37] μετὰ συνδέσμου λέγω τοῦ καί, ἐὰν εἴπω πορευθεὶς καὶ διαλεχθείς· εἰ δὲ μέλλω σύντομον ποιῆσαι τὸν λόγον, ἄνευ συνδέσμου ἤτοι οὐ δεῖ χρᾶσθαι τοῖς συνδέσμοις· πλὴν κἂν ἄνευ συνδέσμου δεῖ λέγειν, ἀλλ’ οὐχὶ καὶ ἀσύνδετος1 ἤτοι ἀναπόδοτος καὶ ἀσυνάρτητος, οἷον ‘πορευθεὶς διελέχθην’· τὸ γὰρ διελέχθην ἀπόδοσις ὂν συνδέει καὶ τελειοῖ τὸν λόγον. τὸ δὲ ‘πορευθεὶς καὶ διαλεχθείς’ παράδειγμά ἐστι τοῦ μετὰ συνδέσμου λόγου· τὸ δὲ ‘πορευθεὶς διελέχθην’ παράδειγμά ἐστι τοῦ ἄνευ συνδέσμου λόγου, οὐκ ἀσυνδέτου δέ. [1408 a 1] καὶ τὸ Ἀντιμάχου χρήσιμον εἰς τὸ ποιεῖν μέγεθος τῷ λόγῳ, ἐξ ὧν μὴ ἔχει λέγειν ἤτοι ἐν οἷς μὴ ἔχει ὕλας εἰς τὸ λέγειν, ποιεῖ περιφράσεις2 ἢ μᾶλλον εἰπεῖν μεταφορὰς διὰ μέγεθος τοῦ λόγου. ὅπερ ἐκεῖνος ὁ Ἀντίμαχος ποιεῖ· ἀντὶ τοῦ εἰπεῖν ‘ὁ Τευμησσὸς ὄρος ἐστί’ λέγει ‘ὁ Τευμησσός ἐστιν ἠνεμόεις ὀλίγος λόφος’· καὶ γὰρ οὕτως ὁ λόγος αὔξεται ἐπ’ ἄπειρον ἤτοι ταῖς περιφράσεσιν· οἷον 〈εἰ〉 ἀντὶ τοῦ εἰπεῖν ‘ὁ Ἡρακλῆς’ εἴποι τις ‘ἔστι βίη Ἡρακλείη’. [a 4] ἔστι δὲ τοῦτο ποιεῖν καὶ ἐπὶ ἀγαθῶν καὶ κακῶν· κἂν γὰρ κακὸν ᾖ, ἔστι χρήσασθαι τῇ περιφράσει, κἂν ἀγαθὸν ᾖ, ἔστι χρήσασθαι καὶ ἐπ’ αὐτῷ τῇ περιφράσει, ὁποτέρως ἄν σοι χρησιμεύῃ. εἰ μὲν μέγεθος μέλλεις τῷ λόγῳ ποιῆσαι, δεῖ ποιεῖσθαι τὰς περιφράσεις (οὕτως γὰρ αὔξεται, εἴτε τὸ προκείμενον ἀγαθόν ἐστιν εἴτε κακόν)· εἰ μέλει σοι συντομίας καὶ μειῶσαι τὸ προκείμενον ἀγαθὸν ἢ κακὸν θέλεις καὶ σμικρῦναι, οὐ δεῖ χρᾶσθαι ταῖς περιφράσεσιν, ἀλλὰ λέγειν ‘ὁ Τευμησσὸς ὄρος ἐστὶ’ καὶ ‘Ἡρακλῆς’. [a 5] ὅθεν ἤτοι τῇ περιφράσει οἱ ποιηταὶ τὰ ὀνόματα φέρουσιν· ἀντὶ γὰρ τοῦ εἰπεῖν ‘μέλος’ ἄλυρον λέγουσι μέλος καὶ ἄχορδον· ἐπιφέρουσι γὰρ τὰ ὀνόματα ἐν τοῖς πράγμασιν ἐκ τῶν στερήσεων ἤτοι α στερητικοῦ· τοῦτο γὰρ ἤτοι τὸ χρᾶσθαι τῇ περιφράσει καὶ ἐπιτιθέναι καὶ ὀνόματα τοῖς πράγμασιν ἐκ τῶν στερήσεων εὐδοκιμεῖ λεγόμενον ἐν ταῖς μεταφοραῖς ταῖς ἀνάλογον ἤτοι ταῖς ἀναλογίᾳ θεωρουμέναις· οἷον εἰ ἡ σάλπιγξ μέλος ἐστὶν ἄλυρον, λοιπὸν ἡ λύρα ἐστὶ μέλος εὔλυρον.
6. 赋予文辞即表达以庄重,亦即宏大与篇幅的,是以定义代替名称,例如不说“圆”,而说“自中心引出的各圆周线彼此相等的平面图形”。[b 28] 但如果我们打算使话语简短而敏捷,就应当以名称即“圆”代替解说即定义。然而如果名称中含有鄙俗之意——亦即,既然说“某某败坏了某某”是鄙俗的,说话者就应当说“他解开了处女的腰带”。[b 31] 如果事情是鄙俗的,应当通过隐喻和修饰语来加以表明,但要小心,以免过分频繁地使用隐喻和修饰语,致使话语显得像诗作。把单一的事物化为多数,也有助于话语的庄重、宏大与篇幅;例如不说“港口”,而说“诸港口”。[b 35] 书写板即书籍的折叠面本是一个,但他却说了“诸折叠面”。折叠面乃是两块木板的结合部,它将内部的四页折叠纸束联结在一起。折叠面也用于指称天空和对开的门。因此,他是从可开合的书写板出发,谈及天空时也说它的“诸折叠面”被打开。[b 35] 并且不要将两者置于单一冠词之下(例如“我们的妻子的”,这会产生简短),而应使两者,即“妻子的”和“我们的”,各自带有其本有的冠词(即“妻子的、我们的”)。[b 37] 所谓“带有连接词”,我是指带有连接词“并且”,如果我说“前往了并且谈论了”;但如果我打算使话语简短,“不带连接词”,亦即不应当使用连接词。然而即便应当不带连接词地说话,这并非也是无连接的,亦即并非缺乏后件且不连贯的,例如“前往了,我便谈论”;因为“我便谈论”作为后件,连接并完成了话语。“前往了并且谈论了”是带有连接词的话语的例子;而“前往了,我便谈论”是不带连接词但并非无连接的话语的例子。[1408 a 1] 安提马库斯的做法对于使话语产生宏大也是有用的:从其所不具有的属性来说——亦即在没有素材可说的地方,为了话语的宏大而作出迂回表述,或者更恰当地说是作出隐喻。这正是那位安提马库斯所做的:他不说“忒乌墨索斯是一座山”,而说“忒乌墨索斯是一座多风的小丘”;因为这样一来,话语也无限地扩展,亦即通过迂回表述扩展——正如不说“赫拉克勒斯”,而是说“赫拉克勒斯的威力在此”。[a 4] 无论对善事还是恶事,都可以这样做;因为即便它是恶事,也可以使用迂回表述;即便它是善事,也可以就它使用迂回表述,随哪一种方式对你有用而定。如果你打算使话语产生宏大,就应当作出迂回表述(因为无论摆在面前的事物是善是恶,话语都是这样扩展的);但如果你顾及简短,希望削减并缩小摆在面前的善事或恶事,就不应当使用迂回表述,而应当说“忒乌墨索斯是一座山”以及“赫拉克勒斯”。[a 5] 由此——亦即通过迂回表述——诗人们引入了他们的名称;因为他们不说“旋律”,而说“无里拉琴的、无琴弦的旋律”;因为他们从缺失、亦即从剥夺性的字母α出发将名称赋予事物。因为这一点——亦即使用迂回表述并从缺失出发将名称加于事物——在成比例的隐喻、亦即按类比所审视的隐喻中说出时,是广受赞誉的;例如若军号是“无里拉琴的旋律”,那么推而广之,里拉琴便是“具优美里拉琴的旋律”。
- 3.1.6πλὴν κἂν ἄνευ συνδέσμου δεῖ λέγειν, ἀλλ’ οὐχὶ καὶ ἀσύνδετος
此处是由 κἂν(= καὶ ἐάν)引导让步从句、主句由 ἀλλ’ οὐχὶ 引出的对比结构。补足省略的系词后,意为“即便应当不带连接词说话,[该话语]却绝非也是无连接(ἀσύνδετος)的”。注解者在此严格区分了语法上单纯“缺少连词(ἄνευ συνδέσμου)”与修辞学上“无连接(ἀσύνδετος,即句法破裂或缺乏后件呼应)”的不同。
- 3.1.6ἐξ ὧν μὴ ἔχει λέγειν ἤτοι ἐν οἷς μὴ ἔχει ὕλας εἰς τὸ λέγειν, ποιεῖ περιφράσεις
关系代词从句 ἐξ ὧν μὴ ἔχει(“从其所不具有的属性中”)与不定式 λέγειν 构成搭配。注解者紧接着用 ἤτοι ἐν οἷς μὴ ἔχει ὕλας εἰς τὸ λέγειν 进行转述,将介词 ἐκ 理解为言说素材的来源,解释了在缺乏肯定性陈述素材时借助否定或迂回表述展开修辞的构词机制。
